- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg007.humanitext-grc2:45-47
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者谴责了因奢靡而导致的体育败坏,尤其是买卖胜利的金钱交易与训练师的高利贷式盘剥,并批驳了对少年施加过度的成人化训练以及机械生硬的四日周期训练法,主张因人施教。
τὸ δὲ οὕτω τρυφᾷν δριμὺ μὲν καὶ ἐς ἀφροδισίων ὁρμήν, ἦρξε δὲ ἀθληταῖς καὶ τῆς ὑπὲρ χρημάτων παρανομίας καὶ τοῦ πωλεῖν τε καὶ ὠνεῖσθαι τὰς νίκας· οἱ μὲν γὰρ καὶ ἀποδίδονται τὴν ἑαυτῶν εὔκλειαν, δι’ οἶμαι, τὸ πολλῶν δεῖσθαι, οἱ δὲ ὠνοῦνται τὸ μὴ ξὺν πόνῳ νικᾷν διὰ τὸ ἁβρῶς διαιτᾶσθαι. καὶ ἀργυροῦν μὲν ἢ χρυσοῦν περισπῶντι ἀνάθημα ἢ διαφθείροντι ὀργὴν οἱ νόμοι ὡς ἐνόχῳ ἱεροσυλίᾳ ὄντι φαίνουσι,1 στέφος δὲ Ἀπόλλωνος ἢ Ποσειδῶνος, ὑπὲρ οὗ καὶ αὐτοὶ οἱ θεοὶ μέγα ἤθλησαν, ἄδεια μὲν ἀποδίδοσθαι, ἄδεια δὲ ὠνεῖσθαι, πλὴν ὅσα Ἠλείοις ὁ κότινος ἄσυλος μένει κατὰ τὴν ἐκ παλαιοῦ δόξαν, οἱ δὲ ἄλλοι τῶν ἀγώνων ἐπηρώθησαν· ἓν ἐκ πολλῶν εἰρήσθω μοι, ἐν ᾧ πάντα· παῖς ἐνίκα πάλην Ἴσθμια τρισχιλίας ἑνὶ τῶν ἀντιπάλων ὁμολογήσας ὑπὲρ τῆς νίκης. ἥκοντες οὖν τῆς ὑστεραίας ἐς τὸ γυμνάσιον ὁ μὲν ἀπῄτει τὰ χρήματα, ὁ δὲ οὐκ ὀφείλειν ἔφη, κεκρατηκέναι γὰρ δὴ ἄκοντος. ὡς δὲ οὐδὲν ἐπέραινεν, ὅρκῳ ἐπιτρέπουσι καὶ παρελθὼν ἐς τὸ τοῦ Ἰσθμίου ἱερὸν ὤμνυε δημοσίᾳ καὶ ταῦτα κατʼ ὀφθαλμοὺς τῆς Ἑλλάδος ὁ τὴν νίκην ἀποδόμενος ἦ μὴν πεπρακέναι τοῦ θεοῦ τὸν ἀγῶνα, τρισχιλίας γὰρ ὡμολογῆσθαί οἱ, καὶ ὤμνυε ταῦτα λαμπρᾷ τῇ φωνῇ, μὴ δή τι ἀσαφὲς εἴη δείσας. τί οὐκ ἂν ἐν Ἰωνίᾳ, τί δὲ οὐκ ἂν ἐν Ὀλυμπίᾳ γένοιτο ἐπʼ αἰσχύνῃ τοιαύτῃ ἀγῶνος; ὅσῳ γὰρ ἀληθεστέρα, εἰ οὐδʼ ἄνευ μαρτύρων, τοσῷδε ἀνιερωτέρα καὶ ἐπιρρητοτέρα. οὐκ ἀφίημι τοὺς γυμναστὰς ἐπὶ τῇ διαφθορᾷ ταύτῃ, πάρεισι μὲν γὰρ μετὰ χρημάτων ἐπὶ τὸ γυμνάζειν, καὶ δανείζοντες τοῖς ἀθληταῖς ἐπὶ τόκοις μείζοσιν ἢ ὧν ἔμποροι θαλαττεύοντες δανείζονται, τῆς μὲν τῶν ἀθλητῶν δόξης ἐπιστρέφονται οὐδέν, τοῦ δὲ πωλεῖν τε καὶ ὠνεῖσθαι ξύμβουλοι γίγνονταί σφισι προνοοῦντες τοῦ ἑαυτῶν κέρδους. καὶ ταυτὶ μὲν κατὰ καπηλευόντων εἰρήσθω μοι, καπηλεύουσι γάρ που τὰς τῶν ἀθλητῶν ἀρετὰς τὸ ἑαυτῶν εὖ τιθέμενοι.
如此奢靡不仅猛烈地激发情欲冲动,而且成为运动员因钱财而违法以及买卖胜利的开端。因为有人出卖自己的声誉,我想这是因为他们有诸多匮乏;而另有人购买不劳而获的胜利,则是由于他们娇纵的生活方式。对于剥下或毁坏金银奉纳物的人,法律会显出愤怒,将其视同触犯渎圣之罪;然而对于阿波罗或波塞冬的冠冕——为了这些冠冕,诸神自身亦曾进行过伟大的角逐——人们却可以肆意买卖,除了在厄利斯人那里野橄榄冠依循古老的崇高声誉依然保持不可侵犯之外,其余的赛会皆已被毁败。且容我从诸多事件中举出一例,其中尽显诸般弊端:一名少年在伊斯米亚赛会的摔跤比赛中获胜,此前他曾许诺给对手之一三千德拉克马以换取胜利。翌日他们来到体操馆,一人索要钱款,另一人却称自己并不欠款,因为自己是凭力量战胜了心有不甘的对手。见交涉无果,他们便求助于誓言;出卖胜利的人步入伊斯米亚神的神庙,在全希腊的众目睽睽之下公然起誓,坚称自己的确出卖了献给神的比赛,因为双方曾约定付给他三千德拉克马;他唯恐有任何含糊之处,特意用洪亮的声音立下此誓。如此令赛会蒙羞之事,在爱奥尼亚有何不可发生,甚至在奥林匹亚又有何不可发生?因为即便并非全无见证,此事愈是属实,便愈是不敬与可憎。我不免除训练师在这场败坏中的罪责;因为他们带着钱财前来从事训练,以高于出海商贾借贷的利息向运动员放贷,他们丝毫不顾及运动员的名誉,反而出于谋求私利而成为教唆他们买卖胜利的谋士。且容我将这些话作为对市侩之徒的谴责,因为他们为了自肥,竟将运动员的美德当作商品来贩卖。
ἁμαρτάνουσι δὲ κἀκεῖνο· παῖδα ἀθλητὴν ἀποδύσαντες γυμνάζουσιν ὡς ἤδη ἄνδρα τήν τε γαστέρα προβαρύνειν κελεύοντες καὶ βαδίζειν μεταξὺ τοῦ γυμνάζεσθαι καὶ ἐρεύγεσθαι, διʼ ὧν ὥσπερ οἱ κακῶς παιδεύοντες ἀφαιροῦνται τὸν παῖδα τὸ νεοτήσιον σκίρτημα,2 ἀργίαν γυμνάζοντες καὶ ἀναβολὰς καὶ νωθροὺς εἶναι καὶ ἀτολμοτέρους τῆς αὑτῶν ἀκμῆς. ἄνεσιν ἐχρῆν γυμνάζειν, ὡς ἡ παλαίστρα· ἄνεσιν δὲ λέγω τήν τε ἀπὸ τῶν σκελῶν, ὁπόση ἐκ μαλαττόντων, τήν τε ἀπὸ τῶν χειρῶν, ὁπόση ἐκ τριβόντων, καὶ παρακροτείτω ὁ παῖς, ἐπειδὴ ἀγερωχότερα τὰ τούτων γυμνάσια. τὸν Φοίνικα Ἕλικα ἥδε ἡ ἰδέα ἐγύμναζεν οὐκ ἐν παισὶ μόνον, ἀλλὰ καὶ ἐς ἄνδρας ἥκοντα, καὶ λόγου θαυμασιώτερος ἐγένετο παρὰ πάντας, οὓς οἶδα τὴν ῥᾳστώνην ἐκμελετῶντας ταύτην.
他们在以下方面亦犯有大错:他们脱去少年运动员的衣裳后,便像对待已成年男子那般加以训练,命令他们预先填饱肚腹,在训练间歇散步并打嗝;通过这些做法,他们如同拙劣的教育者一般,剥夺了少年身上洋溢的青春跃动,训练他们懒散与拖沓,使他们变得迟钝,且比自身风华正茂之时更为胆怯。本应如摔跤场那般训练放松;我所说的放松,是指揉捏双腿所带来的腿部放松,以及通过摩擦双臂所带来的手臂放松;且让少年拍手作响,因为他们的训练更为英气勃发。正是这一方法训练了腓尼基人赫利克斯,不仅在其年少之时,亦在其成年之后;在我所知所有精研此种闲适之人中,他的卓越超乎言辞所能赞誉。
Προσεκτέα δὲ οὐδὲ ταῖς τῶν γυμναστῶν τετράσιν, ὑφʼ ὧν ἀπόλωλε τὰ ἐν γυμναστικῇ πάντα. ἡγώμεθα δὲ τὴν τετράδα κύκλον ἡμερῶν τεττάρων ἄλλο ἄλλην πράττουσαν·3 ἡ μὲν γὰρ παρασκευάζει τὸν ἀθλητήν, ἡ δὲ ἐπιτείνει, ἡ δὲ ἀνίησιν, ἡ δὲ μεσεύει. ἔστι δὲ τὸ μὲν παρασκευάζον γυμνάσιον σύντονος πρὸς βραχὺ καὶ ταχεῖα κίνησις ἐγείρουσα τὸν ἀθλητὴν καὶ ὀξὺν τῷ μέλλοντι μόχθῳ ἐφιστᾶσα, τὸ δὲ ἐπιτεῖνον ἔλεγχος ἀπαραίτητος τῆς ἐναποκειμένης ἰσχύος τῇ ἕξει, ἡ δὲ ἀνέσεως ἡμέρα κίνησις ἀκμὴν ξὺν λόγῳ ἀνακτωμένη, ἡ δὲ μεσεύουσα τῶν ἡμερῶν διαφεύγειν μὲν τὸν ἀντίπαλον, ὑποφεύγοντα δὲ μὴ ἀνιέναι διδάσκει. καὶ τὴν τοιάνδε ἰδέαν πᾶσαν ἁρμονικῶς γυμνάζοντες καὶ τὰς τετράδας ταύτας ὧδε ἀνακυκλοῦντες ἀφαιροῦνται τὴν ἐπιστήμην τὸ ξυνιέναι4 τοῦ ἀθλητοῦ τοῦ γυμνοῦ, καὶ ὅσα ἀνιᾷ μὲν σιτία, λυπεῖ δὲ οἶνος, βλάπτει δὲ ἡ ἀπʼ ἀφροδισίων καὶ τοῦ ὀνειρώττειν ἕξις καὶ ἀγωνίαι καὶ κόποι καὶ πλείω ἕτερα τὰ μὲν ἑκούσια, τὰ δὲ ἀκούσια. πῶς ἰασόμεθα τοῦτον τετράζοντες καὶ κληροῦντες;
亦不应理睬训练师们的“四日周期法”,体育术中的一切皆毁于此法。我们当将四日周期理解为四天一轮的循环,各日行事各不相同:第一日让运动员做准备,第二日加大负荷,第三日予以放松,第四日居中调和。准备性的训练是短促、激烈而迅捷的运动,能唤醒运动员,使其敏锐地面对即将到来的劳顿;加重负荷的训练是对体质中所蓄积力量的无情考验;放松之日乃是依循理性恢复元气的运动;居中调和之日则教导人避开对手,并在对手退却时不予放过。他们将这一套完整方式和谐调配,并如此循环往复地推行这些四日周期,便从技艺中剥夺了洞察赤身运动员的知识:何种食物造成困扰,何种酒类带来损害,房事与梦遗所致的身体状态,以及焦虑、劳顿和诸多其他自愿或不情愿之事如何造成危害。我们若只是推行四日周期、抓阄般机械行事,又怎能医治好这样的人呢?
- 45περισπῶντι ἀνάθημα ἢ διαφθείροντι ὀργὴν οἱ νόμοι ὡς ἐνόχῳ ἱεροσυλίᾳ ὄντι φαίνουσι
分词与格 περισπῶντι... διαφθείροντι 作为不利与格(或关系与格)修饰动词短语 ὀργὴν... φαίνουσι(法律对其显露愤怒)。短语 ὡς ἐνόχῳ ἱεροσυλίᾳ ὄντι 表示法定定性,意为“视其为渎圣罪犯”。
- 46ἀφαιροῦνται τὸν παῖδα τὸ νεοτήσιον σκίρτημα
动词 ἀφαιρέομαι(剥夺)接双宾格,分别表示被剥夺的人(τὸν παῖδα)和被剥夺的事物(τὸ νεοτήσιον σκίρτημα,“青春的跃动”)。
- 47ἄλλο ἄλλην πράττουσαν
通过 ἄλλος 形式的并置表达分配义,意为“各天各自处理不同的任务”(这一天做这件事,另一天做另一件事)。
- 47ἀφαιροῦνται τὴν ἐπιστήμην τὸ ξυνιέναι
此处再次使用 ἀφαιρέομαι 构型:表示被剥夺范围的宾格 τὴν ἐπιστήμην(技艺/知识),后接冠词不定词 τὸ ξυνιέναι(理解、领悟)作为同位语或事物宾格,指明被夺走的理解能力。
