← 斐洛斯脱拉德

体育论

§42-44

按体质施训与古代严酷锻炼之风

作者论述了被视为至善的温湿体质与多胆汁体质的训练差异,并将古代崇尚艰苦自然锻炼与尚武精神的风尚,与近代因娇弱的医术和美食享乐而导致竞技堕落的现状进行了对比。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§42

περὶ μὲν δὴ σώματος ἀναλογίας καὶ εἴτε ὁ τοιόσδε βελτίων, εἴτε ὁ τοιόσδε, εἰσί που καὶ ἀντιλογίαι παρὰ τοῖς μὴ ξὺν λόγῳ διεσκεμμένοις ταῦτα, περὶ δὲ κράσεων, ὁπόσαι εἰσίν, οὔτε ἀντείρηταί πω, οὔτε ἀντιλεχθείη ἂν τὸ μὴ οὐκ ἀρίστην κράσεων τὴν θερμήν τε καὶ ὑγρὰν εἶναι,1 ξύγκειται γὰρ ὥσπερ τὰ πολυτελῆ τῶν ἀγαλμάτων ἐξ ἀκηράτου τε καὶ καθαρᾶς ὕλης. ἐλεύθεροι μὲν πηλοῦ τε καὶ ἰλύος καὶ χυμῶν περιττῶν, οἷς τὸ τοῦ φλέγματος καὶ τὸ τῆς χολῆς ἐπαναπλεῖ νᾶμα, εὐκάματοι δὲ ἃ χρὴ μοχθεῖν, καὶ εὔσιτοι καὶ νοσοῦντες μὲν ὀλιγάκις, ταχὺ δὲ ἐκ τῶν νόσων ἀναφέροντες, εὐάγωγοί τε καὶ εὐήνιοι γυμνάσαι ποικίλως διʼ εὐμοιρίαν κράσεως οἱ δὲ ἐπίχολοι τῶν ἀθλητῶν θερμοὶ μέν, ξηροὶ δὲ τὴν κρᾶσιν καὶ ἄκαρποι τοῖς γυμνάζουσι, καθάπερ τοῖς σπείρουσιν αἱ θερμαὶ ψάμμοι. ἔῤῥωνται δὲ ὅμως τῷ ἑτοίμῳ τῆς γνώμης, περίεστι γὰρ αὐτοῖς τούτου. τὸ ξυγκίρνασθαι τὴν κατὰ τὸ σῶμα θερμὴν ἕξιν ὑπὸ ψυχρότητος.2 γυμναστέοι τε οὗτοι συντόνως μυωπιζόμενοι, οἱ δὲ ἐπίχολοι βάδην καὶ διαπνέοντες, τοῖς μὲν γὰρ δεῖ κέντρου, τοῖς δὲ ἡνίας. χρὴ δὲ τοὺς μὲν ξυνάγειν τῇ κόνει, τοὺς δὲ τῷ ἐλαίῳ ἐπαιονεῖν.

关于身体的比例,究竟是此种体态更佳还是彼种体态更佳,在那些未经理性审视此事的人们中间固然存有争论;然而关于诸般体质,无论共有多少种,温而湿的体质乃是诸体质中至善者,这一点迄今未见反驳,亦不可被驳斥。盖因这种体质恰如昂贵的雕像一般,是由纯净无瑕的质料所构成的。他们免于泥泞、沉积物以及多余体液的困扰——在那些多余体液中往往泛起黏液与胆汁的激流——他们既能耐受理当承受的劳顿,又胃口良好,极少罹患疾患,且从疾病中康复迅速,因其体质得天独厚,极易被引导且顺从地接受多样的锻炼。与此相对,多胆汁质的运动员虽属温热,其体质却干燥,对于训练者而言毫无收成,犹如温热的沙地之于播种者。然而,他们凭借决断之敏捷依然显出强健,因其在此方面禀赋丰盈。必须以寒凉之性来调和体内的燥热体质。训练这些人时须加鞭策、紧密加力,而对于多胆汁者则须缓步徐行并留有喘息间隔;因为前者需要马刺,而后者需要缰绳。此外,对于前者当以粉尘使其收束紧固,对于后者则当施以香油以作抚慰。

§43

ταῦτα εἰρήσθω μοι περὶ κράσεως ἐκ τῆς νῦν γυμναστικῆς, ὡς ἡ ἀρχαία γε οὐδὲ ἐγίγνωσκε κρᾶσιν, ἀλλὰ μόνην τὴν ἰσχὺν ἐγύμναζεν. ἐγυμνάζοντο δὲ οἱ παλαιοὶ οἱ μὲν ἄχθη φέροντες οὐκ εὔφορα, οἱ δὲ ὑπὲρ τάχους ἁμιλλώμενοι πρὸς ἵππους καὶ πτῶκας, οἱ δὲ ὀρθοῦντές τε καὶ κάμπτοντες σίδηρον ἐληλαμένον ἐς παχύ, οἱ δὲ βουσὶ συνεζευγμένοι καρτεροῖς τε καὶ ἁμαξεῦσιν, οἱ δὲ ταύρους ἀπαυχενίζοντες, οἱ δὲ αὐτοὺς λέοντας. ταῦτα δὲ δὴ Πολυμήστορες καὶ Γλαῦκοι καὶ Ἀμησιναῖ καὶ Πουλυδάμας ὁ Σκοτουσσαῖος. Τίσανδρον δὲ τὸν ἐκ τῆς Νάξου πύκτην περὶ τὰ ἀκρωτήρια τῆς νήσου νέοντα παρέπεμπον αἱ χεῖρες ἐπὶ πολὺ τῆς θαλάττης γυμναζόμεναί τε καὶ γυμνάζουσαι. ποταμοί τε αὐτοὺς ἔλουον καὶ πηγαὶ καὶ χαμευνίαν ἐπήσκουν, οἱ μὲν ἐπὶ βυρσῶν ἐκταθέντες, οἱ δὲ εὐνὰς ἀμήσαντες ἐκ λειμώνων. σιτία δὲ αὐτοῖς αἵ τε μᾶζαι καὶ τῶν ἄρτων οἱ ἄπεπτοι καὶ μὴ ζυμῖται καὶ τῶν κρεῶν τὰ βόειά τε καὶ ταύρεια καὶ τράγεια τούτους ἔβοσκε καὶ δόρκοι, κότινοι τε καὶ φυλίαι ἔχριον αὐτοὺς λίπα, ὅθεν ἄνοσοί τε ἤσκουν καὶ ὀψὲ ἐγήρασκον, ἠγωνίζοντό τε οἱ μὲν ὀκτὼ Ὀλυμπιάδας, οἱ δὲ ἐννέα, καὶ ὁπλιτεύειν ἀγαθοὶ ἦσαν. ἐμάχοντό τε ὑπὲρ τειχῶν, οὐδὲ ἐκεῖ πίπτοντες, ἀλλʼ ἀριστείων τε ἀξιούμενοι καὶ τροπαίων, καὶ μελέτην ποιούμενοι πολεμικὰ μὲν γυμναστικῶν, γυμναστικὰ δὲ πολεμικῶν ἔργα.

关于体质,且容我依据当今的体操学谈论至此,因为古代的体操学根本不知体质为何物,而唯独锤炼纯粹的力量。古人锻炼时,或肩扛不易负载的沉重之物,或与马匹及野兔竞逐速度,或挺直并弯折锻打得极为粗厚的铁条,或与强劲的耕牛及拉车之牛同轭并力,或折断公牛的颈项,甚至折断雄狮之颈。这些正是波吕墨斯托耳之流、格劳科斯之流、阿梅西纳斯之流以及斯科图萨的普利达马斯所行之事。而来自纳克索斯的拳击手提桑德罗斯环绕海岛的海角泅渡时,他的双臂在受锻炼的同时亦锻炼着自身,护送着他在辽阔的大海中远游。江河与清泉清洗他们的身躯,他们习惯于露宿寝地,或展身卧于兽皮之上,或割取草地之植物以为铺盖。他们的食物是麦饼以及未经发酵、粗硬难消的谷面包;在肉类中,黄牛肉、公牛肉与山羊肉滋养着他们,亦有羚羊肉;野橄榄树与木犀榄树的油脂纯洁地涂抹着他们。因此,他们免于病痛而受训,且衰老迟缓;其中有人竞逐过八届奥林匹亚赛会,有人甚至竞逐了九届,且他们皆是优秀的重装步兵。他们亦在城堞之上奋战,即便身处其地亦未曾倒下,反而得享勇武之赏与战胜丰碑,将战事之劳作为体操的操练,又将体操之劳作为战事的准备。

§44

ἐπεὶ δὲ μετέβαλε ταῦτα καὶ ἀστράτευτοι μὲν ἐκ μαχομένων, ἀργοὶ δὲ ἐξ ἐνεργῶν, ἀνειμένοι δὲ ἐκ κατεσκληκότων ἐγένοντο, Σικελική τε ὀψοφαγία ἴσχυσεν, ἐξενευρίσθη τὰ στάδια, καὶ πολλῷ μᾶλλον, ἐπειδὴ κολακευτική ἐγκατελέχθη τῇ γυμναστικῇ. ἐκολάκευσε δὲ πρῶτον μὲν ἰατρικὴ παρισταμένη ξύμβουλος, ἀγαθὴ μὲν τέχνη, μαλακωτέρα δὲ ἢ ἀθλητῶν ἅπτεσθαι3 ἔτι τε ἀργίαν ἐκδιδάσκουσα καὶ τὸν πρὸ τοῦ γυμνάζεσθαι χρόνον καθῆσθαι σεσαγμένους, οἷον ἄχθη Λιβυκὰ ἢ Αἰγύπτια, ὀψοποιούς τε καὶ μαγείρους ἥδοντας παραφέρουσα, ὑφʼ ὧν λίχνοι τε ἀποτελοῦνται καὶ κοῖλοι τὴν γαστέρα, ἄρτοις τε μηκωνείοις καὶ ἀπεπτουμένοις ἑστιῶσα, ἰχθύων παρανομωτάτης βρώσεως ἐμφοροῦσα, καὶ φυσιολογοῦσα τοὺς ἰχθῦς ἀπὸ τῶν τῆς θαλάττης δήμων, ὡς παχεῖς μὲν οἱ ἐξ ἰλύων, ἁπαλοὶ δὲ οἱ ἐκ πετρῶν, κρεώδεις δὲ οἱ πελάγιοι, λεπτούς τε βόσκουσι θαλάμαι, τὰ φυκία δὲ ἐξιτήλους, ἔτι τε τὰ χοίρεια τῶν κρεῶν σὺν τερατολογίᾳ ἄγουσα· μοχθηρὰ μὲν γὰρ ἡγεῖσθαι κελεύει τὰ ἐπὶ θαλάττῃ συβόσια διὰ τὸ σκόροδον τὸ θαλάττιον, οὗ μεστοὶ μὲν αἰγιαλοί, μεσταὶ δὲ θῖνες, φυλάττεσθαι δὲ καὶ τὰ ἀγχοῦ ποταμῶν διὰ τὴν καρκίνων βρῶσιν, μόνων δὲ ἀναγκοφαγεῖν τῶν ἐκ κρανείας τε καὶ βαλάνου.

然而,当这些习俗发生变故,人们由骁勇战士沦为逃避兵役者,由勤劳变为懈怠,由坚韧枯槁变为松弛懈怠,且西西里的饕餮之风占据上风时,竞技场便彻底丧失了元气;尤其是在谄媚之术被网罗进体操学之后,情况更为恶化。首先进行谄媚的便是充当顾问的医术——这本是一门高尚的技艺,但若用来接触运动员则过于娇弱,它不仅传授懈怠,让人在训练前的时光里如利比亚或埃及的货船般填满肚腹而枯坐,还引荐带来口腹之欢的点心师与厨子,运动员经由他们而被塑造为贪吃而腹部凹坠之人;医术用罂粟籽面包与粗硬难消的烤饼款待他们,令他们饱食极其违背常理的鱼类,并依据海洋的不同区域来大谈鱼类的生理特性:诸如生于泥淤者肥厚,出自岩礁者鲜嫩,来自深海者多肉,岩穴养出精瘦之鱼,而海藻则产出寡淡无味者;此外,它还伴随着怪力乱神之说来引入猪肉:它命令人们将海边放牧的猪群视为劣质,因其食用了遍布海滩与沙丘的野生海蒜,又须戒备靠近河流的猪群,因其食用螃蟹,而命令人们唯独应当勉强食用以山茱萸和橡子为食所养成的猪肉。

语法注3 条
  1. 42τὸ μὴ οὐκ ἀρίστην κράσεων τὴν θερμήν τε καὶ ὑγρὰν εἶναι

    在表示反对的否定动词(οὔτε ἀντείρηταί πω, οὔτε ἀντιλεχθείη ἄν)之后,带有定冠词 τό 的不定式短语采用了 μὴ οὐ。这是古希腊语的标准否定叠用句式:当表示否定、怀疑或反驳的动词本身受否定词修饰时,其宾语从句/不定式常加 μὴ οὐ,意为“无可辩驳地承认温湿体质乃是最佳体质”。

  2. 42τὸ ξυγκίρνασθαι τὴν κατὰ τὸ σῶμα θερμὴν ἕξιν ὑπὸ ψυχρότητος

    此处理论上存在文本脱落或语句承接中断(残缺或独立的定冠词不定式句)。在句法上,带有冠词的不定式短语(τὸ ξυγκίρνασθαι)紧承前文对多胆汁运动员干热特性的描述,表达一种补救性需求或原则(省略了 δεῖ 等表达必要性的词),即“[必须使得]体内的燥热状态被寒凉之性所调和”。

  3. 44μαλακωτέρα δὲ ἢ ἀθλητῶν ἅπτεσθαι

    此处使用了“比较级 + ἤ + 不定式”的结构(μαλακωτέρα... ἢ ἅπτεσθαι),表示“过于软弱以至于不能触碰/应对运动员”(too soft to deal with athletes)。动词 ἅπτεσθαι 支配属格 ἀθλητῶν,意为“接触”、“着手处理”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg007.humanitext-grc2:42-44