- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg007.humanitext-grc2:36-41
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者论述了适于摔跤与潘克拉辛的各类体格(如“短小精悍者”),剖析了狮型、鹰型、木片型、革带型与熊型等运动员体相,并借埃及摔跤手密斯的故事阐明双全手的惊人力量。
τοιόσδε μὲν ὁ παλαιστής, καὶ παγκρατιάσει γε ὁ τοιοῦτος τὸ κάτω παγκράτιον ἀκροχειριεῖταί τε οὐχ ἧττον.1 τελεώτεροι δὲ τῶν παγκρατιαστῶν οἱ ξυγκείμενοι παλαιστικώτερον μὲν ἢ οἱ πύκται, πυκτικώτερον δὲ ἢ οἱ παλαίσοντες. γενναῖοι τῶν ἀθλητῶν καὶ οἱ ἐν μικρῷ μεγάλοι· τούτους δὲ ἡγώμεθα τοὺς ὑποδεεστέρους μὲν τὸ μέγεθος ἢ οἱ τετράγωνοι τε καὶ σύμμετροι, τὸ δὲ σῶμα διηρθρωμένους μεγαλοειδῶς τε καὶ ὑπερφυεστέρως τοῦ μήκους, καὶ μᾶλλον, ἢν μὴ κατεσκληκέναι δοκῶσιν, ἀλλὰ καὶ τοῦ εὐσάρκου τι ὑποφαίνωσι. κηρύττει δὲ αὐτοὺς πάλη μᾶλλον, εὔστροφοί τε γὰρ καὶ πολύτροποι καὶ σφοδροὶ καὶ κοῦφοι καὶ ταχεῖς καὶ ὁμότονοι, καὶ πολλὰ τῶν ἀπόρων τε καὶ δυσπαλαίστων διαφεύγουσιν ἐπιστηριζόμενοι τῇ κεφαλῇ, καθάπερ βάσει, παγκρατίου δὲ καὶ πυγμῆς οὐκ ἀγαθοὶ προστάται, τῷ τε πλήττοντι ὑποκείμενοι καὶ γελοίως ἀπὸ τῆς γῆς ἑαυτοὺς ἐπαίροντες, ὁπότε αὐτοὶ πλήττοιεν. παράδειγμα δὲ ποιώμεθα τῶν ἐν μικρῷ μεγάλων τὰς εἰκόνας τοῦ παλαιστοῦ Μάρωνος, ὃν Κιλικία ποτὲ ἤνεγκε. παραιτητέον δὲ τούτων καὶ τοὺς μακροθώρακας·2 διαφυγεῖν μὲν γὰρ πάλης τὰ δυσφύλακτα ἱκανοὶ καὶ οἵδε, καταπαλαῖσαι δὲ ἀχρεῖοι διὰ τὸ ἐπικαθῆσθαι τοῖς σκέλεσι.
摔跤手便应当是这般模样,而这样的人同样能胜任地面潘克拉辛格斗,在站立的拳掌交锋中也绝不逊色。在潘克拉辛运动员中,构造上比拳击手更偏向摔跤手、比摔跤手又更偏向拳击手的人,乃是更为完美者。在竞技选手中,“短小精悍者”亦属卓异之辈;我们当认为,这些人虽然在身材高度上逊于方正匀称之人,但其体魄却生得宏伟壮硕,骨肉分明,超越了其身高的比例,尤其是若他们看起来并不枯槁干瘪、反而显露出几分筋肉丰满之象时,则更是如此。摔跤运动最能成就他们,因为他们灵动多变、身手强劲、轻捷敏速,且具有持久均一的张力,能够以头颅作为底座般支撑自身,从而摆脱诸多棘手难解的摔跤绞缠。然而在潘克拉辛与拳击中,他们并非得力的统领者,因为他们既容易受制于击打者的打击之下,而在自己出拳挥击时,又往往滑稽地从地面跃起自身。让我们将昔日由基利家所出的摔跤手马龙的造像,取作短小精悍者的典范。但在这些人中,亦须摒弃躯干过长者;盖因他们虽亦长于化解摔跤中防不胜防的杀招,然而由于重心滞重地坐落在双腿之上,在将对手扑倒摔翻方面却毫无用处。
Λεοντώδεις δὲ καὶ ἀετώδεις καὶ σχιζίαι καὶ ἱμαντώδεις καὶ οὓς ἐπονομάζουσιν ἄρκτους, τοιάδε ἀθλητῶν εἴδη· οἱ λεοντώδεις εὔστερνοι μὲν καὶ εὔχειρες, ὑποδεέστεροι δὲ κατόπιν, οἱ ἀετώδεις δὲ τὸ μὲν σχῆμα ὅμοιοι τούτοις, διάκενοι δὲ τοὺς βουβῶνας, ὥσπερ τῶν ἀετῶν οἱ ὀρθούμενοι. ἄμφω δὲ τολμητάς τε ἀποφαίνουσι καὶ σφοδροὺς καὶ ἀθρόους, ἀθυμοτέρους γε μὴν τὰς διαμαρτίας,3 καὶ οὐ χρὴ θαυμάζειν ἐνθυμουμένους τὰ λεόντων τε καὶ ἀετῶν ἤθη.
狮型、鹰型、木片型、革带型,以及人们称之为熊型者,乃是运动员的几类体相:狮型者胸臂健壮,然而后躯稍逊;鹰型者在体态上与狮型相仿,但腹股沟凹陷中空,宛如直立时的雄鹰。这两类人都展现出勇悍、迅猛与爆发力,但遭遇失利时却更容易灰心丧气;若考虑到狮与鹰的习性,对此便无须惊异。
οἱ σχιζίαι δὲ καὶ ἱμαντώδεις εὐμήκεις μὲν ἄμφω καὶ μακροὶ τὰ σκέλη καὶ ὑπέρχειρες, διενηνόχασι δὲ ἀλλήλων μικρά τε καὶ μείζω· οἱ μὲν γὰρ στρυφνοί τε φαίνονται καὶ εὔγραμμοι καὶ πολυσχιδεῖς, ὅθεν, οἶμαι, καὶ ἡ ἐπωνυμία αὐτοῖς ἥκει, οἱ δὲ μανοί τέ εἰσι καὶ ἀνειμένοι μᾶλλον, καὶ ὑγροὶ ἅμα ἐν ταῖς περιστροφαῖς κατὰ ταὐτὰ τοῖς μάσθλησιν. εἰσὶ δὲ αὐτῶν οἱ μὲν ἰταμώτεροι τὰς συμπλοκάς, οἱ δὲ ἱμαντώδεις συνεκτικώτεροί τε καὶ εἴροντες.
木片型与革带型皆身材修长、双腿修长且手臂过人,但彼此之间无论在微细处还是重大处皆有差别:前者望之坚硬紧绷、筋络线条分明且肌肉群分深切,我以为其名号亦由此而生;后者则肌理疏朗,身躯更为松弛,同时在回旋扭转中柔软如皮条一般。而在他们之中,前者在贴身绞抱时更为凶悍强攻,而革带型则更擅长固控且长于持续缠绕连招。
καρτερικῶν δὲ ἀθλητῶν εἴδη χολικοὶ μυώδεις κοῖλοι τὴν γαστέρα ἀνεσκιρτηκότες τὴν ὄψιν· ἀλλὰ καὶ ἀετῷ μὲν ἐοίκασιν οἱ δρομικοί τε καὶ μεγαλόστερνοι, λέοντι δὲ οἱ φλεγματώδεις, οἱ γὰρ ἐπίχολοι ἀφανεῖς, οἷοι διὰ τὸ ἕτοιμον τῆς φύσεως καὶ μανικῶς παραλλάξαι.
耐劳型选手的体相为胆汁质、多肌健硕、小腹凹陷、目光警惕上扬;不过,长于奔跑且胸廓宽广者酷似雄鹰,而黏液质(沉静冷淡)者酷似雄狮;盖因过度胆汁质者往往内蕴不露,极易因其天性之亢进而骤发狂躁的失常之举。
οἱ δὲ ταῖς ἄρκτοις ὁμοιούμενοι στρογγύλοι τέ εἰσι καὶ ὑγροὶ καὶ εὔσαρκοι καὶ ἧττον διηρθρωμένοι καὶ περιεχεῖς μᾶλλον ἢ ὀρθοί, δυσπάλαιστοί τε καὶ διολισθάνοντες, καρτερῶς δὲ εἴροντες, καὶ σπαράξει δὲ τούτους τὸ πνεῦμα, καθάπερ ταῖς ἄρκτοις ἐν τοῖς δρόμοις.
至于宛若狗熊者,体格浑圆,筋骨柔韧,筋肉丰满,关节轮廓不显,且体态弯隆更甚于挺拔;他们极难缠斗,善于滑脱借力,且连贯缠锁极为坚韧;然而,正如同狂奔中的狗熊一样,喘息急促将令他们痛苦不堪。
οἱ δὲ ἰσόχειρες, οὓς περιδεξίους ὀνομάζουσι, σπάνιον εὕρημα φύσεως ὄντες τήν τε ἰσχὺν ἄρρηκτοι καὶ δυσφύλακτοι καὶ ἀκμῆτες. τουτὶ γὰρ αὐτοῖς δίδωσι τὸ ἰσοδέξιον αὐτοῦ τοῦ σώματος πλέον ἰσχύον τῶν ἀρτίων. τουτὶ δὲ ὁπόθεν οἶδα λέγω· μῦς ὁ Αἰγύπτιος, ὡς ἐγὼ τῶν πρεσβυτέρων ἤκουον, μειράκιον μὲν ἦν οὐ μέγα, ἐπάλαιε δὲ πρόσω τέχνης· τούτῳ νοσήσαντι ὑπέβη μὲν τὰ δεξιά, ἐπέδωκε δὲ τὰ ἀριστερά, τοῦ δὲ ἀθλεῖν ἀπεγνωκότι ὄναρ ἐγένετο θαῤῥεῖν τὴν νόσον, ἰσχύσειν γὰρ πλέον τοῖς πεπηρωμένοις ἢ τοῖς ἀκεραίοις τε καὶ ἀτρώτοις. καὶ ἀληθὴς ἡ ὄψις· τὰ γὰρ δυσφύλακτα τῶν παλαισμάτων τοῖς βεβλαμμένοις τῶν μερῶν διαπλέκων χαλεπὸς ἦν τοῖς ἀντιπάλοις καὶ ὤνητο τῆς νόσου τὸ τοῖς διεφθορόσιν ἐῤῥῶσθαι.4 τοῦτο θαυμάσιον μέν, εἰρήσθω δὲ μὴ ὡς γιγνόμενον, ἀλλʼ ὡς γενόμενον καὶ θεοῦ δοκείτω μᾶλλον ἐνδεικνυμένου τι τοῖς ἀνθρώποις μέγα.
双手并用者,即人们所称的双全手之人,乃是天生之罕见造化,其力量坚不可摧,招式难以防范,且不知疲倦。盖因其躯体本身左右皆如右手的特质比肢体健全之人更具威能,从而赋予了他们这一点。我从何处得知此事,容我道来:埃及人密斯,正如我从长辈那里所听闻的,本是一位身材不大的少年,但其摔跤技艺炉火纯青;他曾罹患重疾,导致右半身萎缩,而左半身却代偿增健;在他对竞技心灰意冷之际,得了一梦,梦中命他对疾病无须畏惧,因其在残废的肢体上所能发挥的力量,反倒胜过完好无损的健全肢体。此梦景果然应验:盖因他用受损的肢体来编织施展防不胜防的摔跤招式,令对手极难应付,从而因病获益,使得残损部位反显神勇。此事实属奇迹,然谈及此事时不可视为常态,当视作千古一遇之特例,且更宜视为神明借此向凡人彰显其伟力。
- 36τὸ κάτω παγκράτιον ἀκροχειριεῖταί τε οὐχ ἧττον
τὸ κάτω παγκράτιον 作为动词 παγκρατιάσει 的同族宾格(内面宾格),专指倒地缠斗的“地面潘克拉辛”。后半句的 ἀκροχειριεῖται(源自 ἀκροχειρίζομαι)指在站立状态下以拳掌试探击打或远距离交锋,由 οὐχ ἧττον(同样、不逊色)修饰,说明此种选手兼具地面与站立交锋的能力。
- 36παραιτητέον δὲ τούτων καὶ τοὺς μακροθώρακας
由动词性形容词 παραιτητέον 构成的无人称结构,表示必要性(“应当摒弃”)。τούτων 用作部分属格或分离属格(“在这些人之中”),καὶ τοὺς μακροθώρακας 则是 παραιτητέον 在句意上的直接宾语(宾格)。
- 37ἀθυμοτέρους γε μὴν τὰς διαμαρτίας
ἀθυμοτέρους 为形容词比较级,作为谓语与前文的 τολμητάς 等并列。宾格短语 τὰς διαμαρτίας 用作关系宾格(限制宾格),意为“关于失败/在失利方面(更易沮丧)”。
- 41ὤνητο τῆς νόσου τὸ τοῖς διεφθορόσιν ἐῤῥῶσθαι
动词 ὤνητο(ὀνίνημι 的中动直说过去时,“获益、得到好处”)支配表示原因或来源的属格 τῆς νόσου(“从疾病中”),而所获得的益处具体由冠词加不定式短语构成的宾格成分 τὸ τοῖς διεφθορόσιν ἐῤῥῶσθαι(“在残损的部位变得强健”)来表达。τοῖς διεφθορόσιν 为关系与格或范围与格。
