← 斐洛斯脱拉德

体育论

§35

摔跤手各身体部位的理想构造与体格特征

作者详细阐述了摔跤手的理想体格特征,剖析了颈部、双肩、血管、胸廓、腹部、髋部与腿部等各部位的构造要求及其功能上的优劣。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§35

ἴωμεν ἐπὶ τοὺς παλαίσοντας. ὁ παλαιστὴς ὁ κατὰ λόγον εὐμήκης μὲν ἔστω μᾶλλον ἢ ξύμμετρος, ἡρμόσθω δὲ ὥσπερ οἱ ξύμμετροι, μήτε ὑψαύχην μήτε ὤμοις τὸν αὐχένα ἐπεζευγμένος, τουτὶ γὰρ δὴ προσφυὲς μέν, παραπλήσιον δὲ κεκολασμένῳ μᾶλλον ἢ γεγυμνασμένῳ τῷ γε ξυνιέντι καὶ τῶν Ἡρακλείων ἀγαλμάτων,1 ὅσῳ ἡδίω καὶ θεοειδέστερα τὰ ἐλευθέριά τε καὶ μὴ ξυντράχηλα. ἀλλʼ ἔστω αὐχὴν μὲν ἀνεστηκώς, ὥσπερ ἐν ἵππῳ καλῷ καὶ ἑαυτοῦ ξυνιέντι, καθήκουσα δὲ ἐς κλεῖν ἑκατέραν ἡ βάσις τῆς δειρῆς, συναγωγοὶ δὲ ἐπωμίδες καὶ ἀνεστηκυῖαι μέγεθός τε ξυμβάλλονται τῷ παλαίσοντι καὶ γενναιότητα εἴδους καὶ ἰσχὺν καὶ τὸ παλαίειν ἄμεινον· οἱ γὰρ τοιοίδε ὦμοι καὶ καμπτομένου τοῦ αὐχένος καὶ στρεβλουμένου ὑπὸ τῆς πάλης ἀγαθοὶ φύλακες προσερείδοντες τὴν κεφαλὴν ἐκ τῶν βραχιόνων. βραχίων εὔσημος πλεονέκτημα πάλης· βραχίονα δὲ καλῶ εὔσημον τὸν τοιόνδε, οὗ εὐρεῖαι φλέβες ἄρχουσαι μὲν ἐξ αὐχένος καὶ δειρῆς μία ἑκατέρωθεν ἐπιβᾶσα τοῦ ὤμου, κατιοῦσαι δὲ ἐπὶ τὼ χεῖρε βραχίοσι τε καὶ ὠλέναις ἐμπρέπουσαι. οἷς μὲν δὴ ἐπιπόλαιοί τʼ εἰσὶ καὶ τοῦ μετρίου ἐπιφανέστεραι, οὔτʼ ἰσχὺν παρʼ αὐτῶν ἄρνυνται ἀηδεῖς τʼ ἰδεῖν αἵδε φλέβες, ὥσπερ οἱ κιρσοί, οἷς δὲ ἂν βαθεῖαι τύχωσι καὶ ὑποκυμαίνουσαι, ἐκθερμαίνουσι τούτοις τὸ εὔδιον τῶν χειρῶν αἷμα καὶ τὸν βραχίονα προηκόντων μὲν ὑπονεάζειν, νεαζόντων δὲ ποιοῦσιν ὁρμητήν τε φαίνεσθαι καὶ ἐν ἐπαγγελίᾳ πάλης.2 στέρνα δὲ ἀμείνω τὰ προέχοντά τε καὶ ἐκκείμενα, τὰ γὰρ σπλάγχνα αὐτοῖς ὥσπερ ἐν οἰκίσκῳ στερεῷ τε καὶ εὐσχήμονι ἵδρυται γενναῖα ἰσχυρὰ ἄνοσα θυμοειδῆ ξὺν καιρῷ, χαρίεντα δὲ τῶν στέρνων καὶ τὰ μετρίως μὲν ἐκκείμενα, περιεσκληκότα δὲ σὺν γραμμαῖς, ἰσχυρά τε γὰρ ταῦτα καὶ εὔφορα καὶ παλαῖσαι μὲν τῶν προεχόντων ἥττονα, παλαιστικώτερα δὲ τῶν ἄλλων. μικρὰ δὲ στέρνα καὶ ἐσέχοντα οἷς ἂν τύχῃ, οὔτε ἀποδύειν ἀξιῶ, οὔτε γυμνάζειν, καὶ γὰρ κακοστόμαχοι ἁλίσκονται καὶ οὐκ εὔσπλαγχνοι καὶ τὸ πνεῦμα στενοί. γαστὴρ δὲ ὑπεστάλθω μὲν πρὸς τὸ ἦτρον, οὐ γὰρ χρηστὸν ἄχθος ἡ γαστὴρ τῷ παλαίοντι, ἐποχείσθω δὲ μὴ κενοῖς τοῖς βουβῶσιν, ἀλλʼ ἔστω τι κἀκείνων εὐτραφές· οἱ γὰρ τοιοίδε βουβῶνες ξυνδῆσαί τε ἱκανοὶ πᾶν ὅπερ ἂν ἡ πάλη παραδιδῷ, καὶ ξυνδεθέντες ἀνιάσουσι μᾶλλον ἢ ἀνιάσονται. νῶτα δὲ χαρίεντα μὲν ὀρθά, γυμναστικώτερα δὲ τὰ ὑπόγυρα, ἐπειδὴ καὶ προσφυέστερα τῷ τῆς πλάτης ὀχήματι γυρῷ τε ὄντι καὶ προνεύοντι. κρινέτω δὲ αὐτὰ μὴ κοίλη ῥάχις, ἐπιλείψει γὰρ μυελὸν τοῦτον καὶ οἱ σπόνδυλοι ἐκεῖ κάμπτοιντʼ ἂν καὶ προσαναγκάζοιντο ὑπὸ τῶν παλαισμάτων καὶ ὀλισθῆσαί τί ποτε ἐς τὸ ἔσω, ἀλλʼ ὑπονοείσθω τάδε μᾶλλον ἢ ἔστω. τὸ δὲ ἰσχίον οἷον ἄξονα ἐμβεβλημένον τοῖς ἄνω τε καὶ κάτω μέλεσιν ὑγρόν τε εἶναι χρὴ καὶ εὔστροφον καὶ ἐπιστρεφές. τουτὶ δὲ ἐργάζεται μῆκός τε αὐτοῦ καί, νὴ Δίʼ, εὐσαρκία περιττοτέρα τοῦ λόγου. τὰ δὲ ὑπὸ τῷ ἰσχίῳ μήτε ὑπόλισπα ἔστω, μήτʼ αὖ περιττά, τὸ μὲν γὰρ ἀσθενές, τὸ δὲ ἀγύμναστον, ἀλλʼ ἐκκείσθω σφοδρῶς τε καὶ προσφυῶς τῷ παλαίσοντι. πλευρὰ δὲ εὐκαμπὴς καὶ προσεγείρουσα τὸ στέρνον ἱκανοὺς ποιεῖ παλαίειν τε καὶ παλαίεσθαι. καὶ γὰρ ὑποκείμενοι τοῖς ἀντιπάλοις δυσάλωτοι οἱ τοιοίδε καὶ οὐκ εὔφοροι ὑποκειμένοις.3 γλουτοὶ δὲ οἱ μὲν στενοὶ ἀσθενεῖς, οἱ δὲ εὐρύτεροι ἀργοί, οἱ δʼ εὐάγωγοι ἱκανοὶ ἐς πάντα. μηρὸς δὲ εὐπαγὴς καὶ ἐς τὸ ἔξω ἐπεστραμμένος ξὺν ὥρᾳ ἔῤῥωται καὶ ἀνέχει εὖ πάντα, καὶ μᾶλλον, εἰ μηδαμοῖ ἐκκλίνουσα ἡ κνήμη φέροιτο, ἀλλʼ ὀρθὸς ὁ μηρὸς ἐποχοῖτο τῇ ἐπιγουνίδι. σκέλη δὲ μὴ ὀρθὰ ἐκ τῶν σφυρῶν, ἀλλὰ λοξά τε καὶ ἐς τὸ ἔσω διανενευκότα σφάλλει τὸ σῶμα, καθάπερ τοὺς ἑδραίους τῶν κιόνων μὴ ὀρθαὶ οὖσαι βάσεις.4

让我们来谈谈摔跤手。合乎标准的摔跤手应当身材修长而非仅求适中,但其各部构造应当如同适中者那般协调,既不可脖颈过长,亦不可颈项直接陷入双肩之中;因为此种构造固然紧凑,但对于懂得鉴赏赫拉克勒斯雕像、知晓舒展而不缩颈的造像是何等赏心悦目且具神圣气派的人来说,它看起来更像萎缩之人而非受过良好训练之人。相反,其颈项应当挺拔直立,如同懂得自身健美的高头骏马一般,喉颈之基座应当向下延伸至两侧锁骨。相互靠拢且向上耸起的肩峰,既为未来的摔跤手增添魁梧的体魄、高贵的身姿与力量,亦有助于提高摔跤技艺;盖因当颈项在摔跤中被弯折扭曲时,这等双肩能从上臂处支撑起头部,从而起到极佳的保护作用。体征分明的手臂是摔跤中的一项优势。我所说的体征分明,是指具有如下特征的手臂:宽阔的静脉发源于颈项与喉部,在两侧各有一条跨过肩峰,随后下行至双臂,在前臂与上臂处清晰显现。凡是静脉浮于皮表且过分显露者,不仅无法从中获取力量,而且望之令人不适,宛如静脉曲张一般;但凡静脉深沉且在皮下微有起伏者,则能温热双臂中平和的血液,使上了年纪之人的手臂显现青春活力,而使年轻人的手臂显得劲健有力且在摔跤中大有前途。胸廓向前隆起且挺拔突出者更为优越,盖因其内脏宛若安置于坚实而美观的室内,健旺、强劲、无病无灾,且在关键时刻充满斗志。在胸廓之中,适度挺出且带有分明筋肉轮廓者亦属佳选;盖因这类胸廓同样强韧且运转灵便,在摔跤的绝对力量上虽稍逊于挺拔突出者,却比其余各类胸廓更利于摔跤。至于凡生有狭小且凹陷胸廓之人,我认为既无须令其脱衣受试,亦无须令其受训;因为事实证明这等人脾胃虚弱,内脏不健,且呼吸短促。腹部应当向小腹方向收缩内敛,盖因大腹便便对摔跤手绝非有益的负担;然而它应当承托在并不凹陷的腹股沟之上,腹股沟处当具有某种充实的肉质。因为这等腹股沟不仅能够牢牢锁住比赛中出现的任何受制之机,而且在被锁缠之时,施加给对手的痛苦远甚于自身所承受者。挺直的背部固然美观,但微有驼曲者更利于竞技训练,盖因其更自然地吻合于肩胛骨圆隆且前倾的骨架。但切不可由凹陷的脊柱来分隔背部;盖因脊柱凹陷则骨髓不足,彼处的椎骨便会弯曲,并在摔跤技法的强压下被迫向内错位——不过这些毛病宁可作为隐忧来防范,切莫真有其事。髋部宛如连接上下肢体的车轴,必须柔软、灵动且转动自如。赋予髋部此种性能的,乃是其长度,以及——凭宙斯起誓——略超出寻常尺度的饱满筋肉。髋部下方的部位既不可过于干瘦,亦不可赘肉丛生;盖因前者软弱无力,后者缺乏训练;相反,应当强劲地隆起,与摔跤手之身形相得益彰。柔软且能抬高胸廓的肋骨,能使人既长于进攻亦善于防守;因为具有这等肋骨者,即便被压在对手身下亦难以被制服,而对被其压在身下者而言更是沉重难当。臀部狭窄者虚弱,过于宽大者迟钝,唯有收放自如、调协有度者方能应对一切局面。大腿结实且优美地转向外侧者力量充沛,能极好地支撑全身,若胫骨笔直无偏斜,挺直的大腿稳稳承托在膝盖之上,则尤为出色。若双腿从脚踝起便不正,而是倾斜并向内歪折,便会使身体倾覆,正如倾斜不正的底座会倾覆稳固的石柱一般。

语法注4 条
  1. 35τῷ γε ξυνιέντι καὶ τῶν Ἡρακλείων ἀγαλμάτων

    与格分词 τῷ ξυνιέντι 为判定者与格(dative of person judging),修饰前文的 παραπλήσιον,并支配后文由 ὅσῳ 引导的从句,意为“对于懂得鉴赏赫拉克勒斯雕像的人来说”。καί 在此作副词,意为“亦、也”。

  2. 35προηκόντων μὲν ὑπονεάζειν, νεαζόντων δὲ ποιοῦσιν ὁρμητήν τε φαίνεσθαι καὶ ἐν ἐπαγγελίᾳ πάλης

    属格分词 προηκόντων 与 νεαζόντων 表所有或关涉('年长者的手臂……年轻人的手臂')。谓语动词 ποιοῦσιν 以 τὸν βραχίονα 为宾语,并带动词不定式 ὑπονεάζειν 与 φαίνεσθαι 作宾语补足语。

  3. 35ὑποκείμενοι τοῖς ἀντιπάλοις δυσάλωτοι οἱ τοιοίδε καὶ οὐκ εὔφοροι ὑποκειμένοις

    摔跤体位(处于下方与处于上方)的精妙对照:前一个分词 ὑποκείμενοι 为主格复数,指主语自身处于下位('处于对手下方时');后一个 ὑποκειμένοις 为与格,指处于受试者身下的对手('对于被压在其身下的人而言')。同一个动词 ὑπόκειμαι 通过不同格位精炼地表达了攻守的互易。

  4. 35καθάπερ τοὺς ἑδραίους τῶν κιόνων μὴ ὀρθαὶ οὖσαι βάσεις

    比较分句中的动词省略结构。主句中的谓语动词 σφάλλει(使倾覆、绊倒)在句意上被承袭(在语法数上与复数主语 βάσεις 相应为 σφάλλουσι),并支配宾格 τοὺς ἑδραίους τῶν κιόνων(稳固的石柱)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg007.humanitext-grc2:35