← 斐洛斯脱拉德

体育论

§31-34

各项竞技所需的体格与身体特征

详述了适用于五项全能、长跑、短跑、武装赛跑、双程跑以及拳击的身体特征与各部位协调比例。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§31

ἔστω ὁ μὲν τὰ πέντε ἀγωνιούμενος βαρὺς μᾶλλον ἢ οἱ κοῦφοι, καὶ κοῦφος μᾶλλον ἢ οἱ βαρεῖς, εὐμήκης εὐπαγὴς ἀνεστηκώς, ἀπέριττος τὰ μυώδη καὶ μὴ κεκολασμένος. ἐχέτω καὶ τοῖν σκελοῖν μακρῶς μᾶλλον ἢ ξυμμέτρως καὶ τῆς ὀσφύος ὑγρῶς τε καὶ εὐκόλως1 διά τε τὰς περιστροφὰς τοῦ ἀκοντίου ἢ καὶ τοῦ δίσκου διά τε τὸ ἅλμα· ἀλυπότερον γὰρ πηδήσει καὶ ῥήξει οὐδὲν τοῦ σώματος, ἢν ὑποκαθεὶς τὸ ἰσχίον ἐγκατερείσῃ τῇ βάσει. καὶ μακρόχειρα χρὴ εἶναι αὐτὸν καὶ εὐμήκη τοὺς δακτύλους, δισκεύσει γὰρ πολλῷ ἄμεινον, ἢν διὰ μέγεθος τῶν δακτύλων ἐκ κοιλοτέρας τῆς χειρὸς ἀναπέμπηται ἡ ἴτυς τοῦ δίσκου, καὶ εὐκολώτερον κινήσει τὸ ἀκόντιον, ἢν τοῦ μεσαγκύλου ἄνω ψαύωσιν οἱ δάκτυλοι μὴ σμικροὶ ὄντες.

参加五项全能者,应当比轻竞技选手重,比重竞技选手轻,身材修长,体魄结实挺拔,筋肉部位无多余赘肉,亦不过度干瘪。其双腿应当偏长而非仅求适中,腰部应当柔软灵活,以便于投枪或铁饼的旋转,亦便于跳跃;因为若能压低髋部并稳稳立于起跳基座上,他跳跃时便更少痛苦,亦不会拉伤身体的任何部位。他还必须双臂修长,手指纤长;盖因手指修长,铁饼的边缘便能从掌心更深的凹陷处送出,铁饼亦会投得更好得多;若手指不短且能触及投带之上,他操纵标枪便更为得心应手。

§32

ὁ δὲ ἄριστα δολιχοδρομήσων τοὺς μὲν ὤμους καὶ τὸν αὐχένα κεκρατύνθω παραπλησίως πεντάθλῳ, σκελῶν δὲ λεπτῶς ἐχέτω καὶ κούφως, ὥσπερ οἱ τοῦ σταδίου δρομεῖς· ἐκεῖνοι μὲν γὰρ σκέλη χερσὶ κινοῦσιν ἐς τὸν ὀξὺν δρόμον, οἷον πτερούμενοι ὑπὸ τῶν χειρῶν, δολιχοδρόμοι δὲ τουτὶ μὲν περὶ τέρμα πράττουσι, τὸν δὲ ἄλλον χρόνον σχεδὸν οἷον διαβαίνουσιν, ἀνέχοντες ἐν προβολῇ τὰς χεῖρας, ὅθεν ἐῤῥωμενεστέρων τῶν ὤμων δέονται.

而在长跑中发挥最佳者,其肩部与颈部应当如同五项全能者一般结实,但双腿则应当如短跑选手那样纤细轻健;盖因短跑选手为求急速飞奔,乃是用双臂带动双腿,宛若由双手插上了翅膀,而长跑选手唯在临近终点时才如此施为,在其余时间里几乎如同大步迈行,双臂前伸举起,故而他们需要更为强劲的双肩。

§33

ὁπλίτην δὲ καὶ σταδίου ἀγωνιστὴν καὶ διαύλου διακρίνει μὲν οὐδεὶς ἔτι ἐκ τῶν χρόνων, οὓς Λεωνίδας ὁ Ῥόδιος ἐπʼ Ὀλυμπιάδας τέτταρας ἐνίκα τὴν τριττὺν ταύτην, διακριτέοι δὲ ὅμως οἵ τε καθʼ ἓν ἀγωνιζόμενοι ταῦτα καὶ οἱ ὁμοῦ πάντα. τὸν μὲν δὴ ὁπλιτεύοντα πλευρά τε εὐμήκη παραπεμπέτω2 καὶ ὦμος εὐτραφὴς καὶ σιμὴ ἐπιγουνίς, ἵνʼ εὖ φοροῖτο ἡ ἀσπὶς ἀνεχόντων αὐτὴν τούτων· σταδιοδρόμοι δέ, τὸ κουφότατον τῶν ἐν ἀγωνίᾳ, κράτιστοι μὲν καὶ οἱ ξύμμετροι, βελτίους δὲ τούτων οἱ μὴ ὑπερμήκεις, ἀλλὰ μικρὸν τῶν ξυμμέτρων εὐμηκέστεροι, τὸ γὰρ ὑπερβάλλον μῆκος ἁμαρτάνει τοῦ βεβαίου, καθάπερ τῶν φυτῶν τὰ ὑπερανεστηκότα. συγκείσθων δὲ εὐπαγεῖς, ἀρχὴ γὰρ τοῦ εὖ δραμεῖν τὸ εὖ στῆναι. ἁρμονία δὲ αὐτῶν ἥδε· τὰ σκέλη ἰσόῤῥοπα εἶναι τοῖς ὤμοις, τὸν θώρακα εἶναι μείω συμμέτρου καὶ εὔσπλαγχνον, ἐλαφρὰν ἐπιγουνίδα, κνήμην ὀρθήν, χεῖρας ὑπὲρ τὸν λόγον,3 ἔστω δὲ αὐτοῖς καὶ τὸ μυῶδες σύμμετρον, οἱ γὰρ περιττοὶ μύες δεσμοὶ τοῦ τάχους. διαύλου δὲ ἀγωνισταὶ κατεσκευάσθων ἐῤῥωμενέστεροι μὲν ἢ οἱ τοῦ σταδίου, κουφότεροι δὲ τῶν ὁπλιτευόντων. οἱ δὲ τῶν τριῶν ἀγωνισταὶ δρόμων ἀριστίνδην συντετάχθων, συγκείμενοι ἐκ πλεονεκτημάτων, ὧν οὗτοι κατὰ ἕνα.4 τουτὶ δὲ μὴ τῶν ἀπόρων ἡγείσθω τις, δρομεῖς γὰρ καὶ ἐφʼ ἡμῶν τοιοῦτοι ἐγένοντο.

自从罗德岛的莱奥尼达斯连续四届奥林匹亚节赢得此三项桂冠以来,虽然如今已无人再将武装赛跑者、短跑选手与双程跑选手区分开来,但对分别参加这些单项者与兼顾所有项目者,仍须予以甄别。对于武装赛跑者而言,应当具有修长的肋骨、发育良好的肩部以及微翘的膝盖,以便这些部位托举盾牌,使盾牌得以稳妥携持;而短跑选手作为竞技中最轻捷者,身材适中者固然极佳,但优于他们的是那些并非过长、而是比适中者略微修长之人;盖因过长的身材缺乏稳固性,宛如植物中过度拔高者一般。他们应当构造结实,因为善跑的开端在于善立。其匀称协调如下:双腿与双肩均衡相称,胸廓略小于通常比例且内脏健旺,膝盖轻巧,胫骨挺直,双手超出寻常比例;其筋肉亦当适中,因为过多的肌肉乃是速度的羁绊。双程跑选手的体格应当构造得比短跑选手更强健,但比武装赛跑者更轻巧。而兼跑这三项赛跑的选手,则应当从最优良的素质中整合而成,汇聚前述各单项选手的长处。任何人切勿将此视为不可能之事,因为即便在我们这个时代,亦曾出现过这等跑者。

§34

ὁ δὲ πυκτεύων μακρόχειρ ἔστω καὶ εὔπηχυς καὶ τὸν βραχίονα μὴ ἄνω σφριγῶν καὶ τοὺς ὤμους εὔλοφος καὶ ὑψαύχην. καρποὶ δὲ πήχεων οἱ μὲν παχεῖς βαρύτεροι ἐς τὸ πλήττειν, οἱ δὲ ἧττον παχεῖς ὑγροί τέ εἰσι καὶ σὺν ῥᾳστώνῃ παίοντες. ἐρειδέτω δὲ αὐτὸν καὶ ἰσχίον εὐπαγές, ἡ γὰρ προβολὴ τῶν χειρῶν ἀποκρεμάννυσι τὸ σῶμα, εἰ μὴ ἐπὶ βεβαίου ὀχοῖτο τοῦ ἰσχίου. παχυκνήμους δὲ οὔτʼ ἄλλου οὐδενὸς τῶν ἐν ἀγωνίᾳ ἀξιῶ, πυγμῆς δὲ ἥκιστα· καὶ γὰρ δὴ καὶ προσβῆναι ταῖς τῶν ἀντιπάλων κνήμαις ἀργοὶ καὶ εὐάλωτοι τῷ προσιόντι. ἐχέτω δὴ κνήμην μὲν ὀρθὴν ξυμμέτρως τῶν μηρῶν ἀπηλλαγμένων τε καὶ ἀφεστηκότων, ὁρμητικώτερον γὰρ τὸ σχῆμα τοῦ πυκτεύοντος, ἢν μὴ ξυμβαίνωσιν οἱ μηροί, γαστὴρ δὲ ἀρίστη μὲν ἡ ὑπεσταλμένη, κοῦφοι γὰρ δὴ οἱ τοιοίδε καὶ τὸ πνεῦμα ἀγαθοί. ἔστι δὲ ὅμως τι καὶ παρὰ τῆς γαστρὸς ὄφελος τῷ πυκτεύοντι, τὰς γὰρ τοῦ προσώπου πληγὰς ἡ τοιάδε γαστὴρ ἐρύκει προεμβάλλουσα τῇ φορᾷ τοῦ πλήττοντος.

拳击手则应当双臂修长,前臂匀称发达,上臂部位不过分粗大隆起,肩峰隆起,颈项高挺。至于前臂的手腕,粗厚者击打更为沉重,不甚粗厚者则灵活且出拳自如。结实的髋部亦应当支撑着他;盖因双手前伸的姿势会使身体重心倾垂,除非有稳固的髋部予以承托。胫骨粗笨者,我认为不适于任何竞技比赛,尤以拳击为最;盖因他们向对手的腿胫逼近时迟缓笨重,且极易遭来犯者所创。因此他应当胫骨挺直,双腿大腿适度分开且互不贴近;因为大腿若不相互碰触,拳击手的架势便更具冲劲。至于腹部,紧缩收敛者最佳,因为这等人体轻且气息充沛。然而大腹对拳击手亦并非全无益处;盖因这等腹部能预先迎击打者的冲势,从而阻挡对脸部的击打。

语法注4 条
  1. 31ἐχέτω καὶ τοῖν σκελοῖν μακρῶς μᾶλλον ἢ ξυμμέτρως καὶ τῆς ὀσφύος ὑγρῶς τε καὶ εὐκόλως

    动词 ἔχω 与副词(μακρῶς, ὑγρῶς, εὐκόλως)及表示关涉或部分的属格(τοῖν σκελοῖν, τῆς ὀσφύος)连用,构成“在某方面处于某种状态”的惯用结构,用以界定主语在特定身体部位上的具体体貌特征。

  2. 33τὸν μὲν δὴ ὁπλιτεύοντα πλευρά τε εὐμήκη παραπεμπέτω

    中性复数主语 πλευρά 支配第三人称单数命令式动词 παραπεμπέτω(中性复数主语配单数动词的常规用法),宾格 τὸν ὁπλιτεύοντα 为其直接宾语。动词 παραπέμπω(“护送、伴随”)在此引申为“相伴、具备”之意。

  3. 33χεῖρας ὑπὲρ τὸν λόγον

    在介词短语 ὑπὲρ τὸν λόγον 中,λόγος 意为“比例、尺度”,而非“话语”或“理性”。因此该短语意为“超出寻常比例的双手(或手臂)”,与前述胸廓略小相对照,指短跑选手的手臂/手部相对其躯干显得稍长于常规比例。

  4. 33συγκείμενοι ἐκ πλεονεκτημάτων, ὧν οὗτοι κατὰ ἕνα

    关系代词 ὧν 的先行词为 πλεονεκτημάτων。在关系从句内部,原本应作动词(如省略的 ἔχουσι)宾语的宾格 ἅ 受先行词格位同化(attraction)而变为属格,或作部分属格理解(“这些选手个别具有的优势”)。其后的 οὗτοι κατὰ ἕνα 作主语短语,指“上述各自独立的单项选手”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg007.humanitext-grc2:31-34