← 斐洛斯脱拉德

体育论

§28-30

通过身体观察鉴别选手的遗传素质与缺陷

体育指导者须通过观察裸体运动员来审定其父母的遗传素质,重点指出了出自年迈父母或病态体质者的生理缺陷以及呼吸与内脏的病理体征。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§28

ἐπειδὴ τοίνυν ἐκ γονῆς ἀνθρώπου προσήκει ἄρχεσθαι, ἴτω ὁ γυμναστὴς ἐπὶ τὸν παῖδα τὸν ἀθλητήν, ἐκ γονέων αὐτὸν ὁρῶν πρῶτον, εἰ νέοι ξυνηρμόσθησαν καὶ γενναῖοι καὶ ἄνοσοι νόσων, ὁπόσαι ἐς νεῦρα ἀπερείδονται καὶ ὀφθαλμῶν ἕδρας, καὶ ἐς ὦτα ἐκφοιτῶσιν ἢ σπλάγχνα, ταυτὶ γὰρ τὰ νοσήματα καὶ ξυνυποικουρεῖ πως τῇ φύσει, καὶ παιδία μὲν ὄντα ἀφανῶς ὑποδέδυκε, ἐκρήγνυται δὲ μεταβολὴν σχόντος τοῦ αἵματος ἐν ταῖς τῆς ἡλικίας τροπαῖς. νέων δέ γε γονή, ἢν ἄμφω καὶ γενναῖοι ξυνέλθωσιν, ἰσχύν τε ξυμβάλλεται καὶ ῥώμην ἀθλητῇ καὶ αἷμα ἀκήρατον καὶ ὀστῶν κράτος καὶ χυμοὺς ἀκραιφνεῖς καὶ ἴσον μέγεθος, ἔτι δʼ ἂν φαίην, ὅτι καὶ ὥραν φέρουσιν. ἀγνοείσθων δὲ μὴ παρόντες τῷ παιδὶ ἐς τὴν κρίσιν,1 εἰ ὑγιῶς βασανιοῦμεν τὴν σποράν· ἐς εὔηθες γὰρ ἐκπεσεῖται ὁ λόγος, εἰ τὸν ἀθλητὴν ἐφεστηκότα ἤδη τῷ σταδίῳ καὶ τοῦ κοτίνου τε καὶ τῆς δάφνης γλιχόμενον ἐς τὸν πατέρα ἀναβαλλοίμεθα καὶ τὴν μητέρα, τάχα που καὶ τεθνεῶτας ἐπὶ νηπίῳ. δεῖ δὲ τὴν κυρίαν βαδίζειν,2 καθʼ ἣν ἐς γυμνὸν τὸν ἀθλητὴν βλέψαντες οὐδὲ τὰ τῶν προγόνων ἠγνοηκέναι δόξομεν, ὅπη αὐτῷ ἔχει. χαλεπὸν μὲν τὸ ἐνθύμημα καὶ οὐ πάνυ τι ῥᾴδιον, οὐ μὴν πρόσω γε τῆς τέχνης. παραδίδωμι οὖν αὐτὸ ἐς γνῶσιν.

既然理当从人的繁衍始端着手,体育指导者便当走向少年运动员,首先从父母的角度审视他,考察父母结合时是否年轻、门第优良,且未曾染患那些会沉着于筋腱与眼窝、并蔓延至耳部或内脏的各类疾病;因为这些病症在某种程度上潜伏于天然禀赋之中,幼童时期尚隐匿不显,但在人生年龄的转折关头血液发生转变之际便会爆发。相反,年轻父母的繁衍,若是双方皆优良并结合,便会为运动员带来力量与筋骨劲健、清澈的血液、坚固的骨骼、纯正的体液以及匀称的身材,我还要说,他们还会带来青春的华美。然而,如果我们意在稳妥地甄别其苗裔,就让父母在评判少年时不在场、不为人知吧;因为倘若运动员已经立于赛场之上,渴求着野橄榄冠与月桂冠,我们却将审查推延至其父母,而父母或许在其幼年时便已亡故,那么这一论调便会沦于愚拙。其实应当遵循正道,循此正道,我们只需打量裸体的运动员,便会显得对其先辈的情况在运动员身上如何体现亦了然于胸。这一思虑虽属艰深,绝非易事,却绝非技艺所不可及。因此我将其传授,以供领悟。

§29

ἡ μὲν οὖν γενναία σπορὰ καὶ νεᾶνις ὁποίους ἀνήσει δεδήλωκα, ἡ δὲ ἐκ τῶν προηκόντων ὧδε ἐλεγκτέα· λεπτὸν μὲν τούτοις τὸ δέρμα, κυαθώδεις δὲ αἱ κλεῖδες, ὑπανεστηκυῖαι δὲ αἱ φλέβες, καθάπερ τοῖς πεπονηκόσι, καὶ ἰσχίον τούτοις ἄναιμον καὶ τὰ μυώδη ἀσθενῆ. γυμναζομένων δὲ πλείους ἔλεγχοι· καὶ γὰρ νωθροὶ καὶ ὠμοὶ τὸ αἷμα ὑπὸ ψυχρότητος καὶ οἱ ἱδρῶτες ἐπιπολάζοντες μᾶλλον ἢ τῶν κυρτῶν τε καὶ κοίλων ἀνίσχοντες, καὶ οὐδὲ ἐπανθοῦσιν οὗτοι τοῖς πόνοις, εἰ μὴ ἀπαντλοῖμεν τοὺς ἱδρῶτας. τινὲς οὐδὲ ἐπιτήδειοι ἐς ῥᾳστώνην, ἀλλὰ ἀνοχῶν δέονται, ἀναλίσκονται δὲ καὶ πόνοις ὑπὲρ τὰ πονηθέντα. ἐγὼ δὲ τούτους πάντων ἀπαξιῶ τῶν ἐν ἀγωνίᾳ — τοῦτο γὰρ ἐς ἄνδρα οὐ βεβαιοῖ3 — παγκρατίου δὲ καὶ πυγμῆς μάλιστα, εὐάλωτοι γὰρ πληγαῖς τε καὶ τραύμασιν οἱ μηδὲ τὸ δέρμα ἐῤῥωμένοι. γυμναστέοι δὲ ὅμως, μᾶλλον δὲ κολακευτέοι τῷ γυμνάζοντι, ἐπειδὴ δέονται τούτου καὶ πονοῦντες καὶ γυμναζόμενοι. εἰ δὲ κατὰ τὸν ἕτερον τῶν τοιούτων ἡ σπορὰ παρηβηκυῖα φαίνεται, τὰ μὲν ἐλαττώματα ἔσται ὅμοια, ἧττον δὲ ἐπίδηλα. τὰς δὲ νοσώδεις τῶν ἕξεων ἐξελέγξει τὸ αἷμα, θολερὸν γάρ που ἀνάγκη αὐτὸ φαίνεσθαι καὶ βεβυθισμένον ὑπὸ τῆς χολῆς. τὸ δὲ τοιοῦτον αἷμα κἂν ἔμπνουν ποτὲ ὑπὸ γυμναστοῦ γίγνηται, μεθίσταται αὖ καὶ θολοῦται, χαλεπὰ γὰρ συμβαίνει τὰ μὴ εὖ φύντα.

优良且年轻的血统会造就何等样人,我已然阐明;然而出自年迈父母者,则当按如下方式甄别:这等人皮肤薄弱,锁骨凹陷如匙,静脉如劳顿之人般凸起,臀部缺少血色,筋肉部位羸弱。及至受训之时,证据更为显著:盖因寒气之故,他们行动迟缓且血液生冷,汗液仅浮于表皮,而非从筋肉隆起与凹陷之处涌出,若非我们将其汗液拭去,他们在辛劳之中甚至毫无光彩可言。有些人甚至不适于寻常休息,而是需要阶段性的停顿,且其消耗因劳苦而远超所付出的辛劳本身。我判定这等人不适于一切竞技比赛——因为这种体魄无法稳固地支撑至成人阶段——尤以角斗与拳击为甚,盖因连皮肤都不强健者,极易受创于击打和伤痛。然而他们仍须受操练,或者说更须受到训练者的劝诱抚慰,因为他们在吃苦与受操练之时皆需要此种关照。若此种血统仅在父母其中一方身上显出已过盛年,其缺陷虽相同,却不甚显著。至于病态体质,血液将使其暴露无遗,因为其血液势必显得浑浊且为胆汁所沉抑。此类血液即使偶尔被体育指导者激发得略有生机,亦会再次退化而变浑,盖因先天不良者结果总是棘手的。

§30

δηλοῖ τέ τι καὶ προπαλὴς φάρυγξ καὶ ὤμων πτέρυγες καὶ αὐχὴν ἀνεστηκὼς καὶ ἄγαν ὑπολισθάνων καθʼ ὃ ξυμβάλλουσιν αἱ κλεῖδες. καὶ μὴν καὶ οἱ ξυγκεκλῃμένοι τὰ πλευρὰ4 καὶ οἱ ἀναπεπταμένοι ὑπὲρ τὸ μέτριον πολλὰ τοῦ νοσώδους ἐπισημαίνουσι· τοῖς μὲν γὰρ πεπιέσθαι ἀνάγκη τὰ σπλάγχνα καὶ μὴ εὔρουν τὸ πνεῦμα ἐκφέρειν, μηδὲ ἐσφέρειν ἐν τοῖς πόνοις, φθορᾷ τε σιτίων συνεχεῖ ἁλίσκεσθαι, τοῖς δὲ βαρέα τε εἶναι τὰ σπλάγχνα καὶ ἀπηρτημένα, ὥστε καὶ ἀμβλὺ τὸ ἀπʼ αὐτῶν εἶναι πνεῦμα καὶ ὁρμῇ ὕπτιον, καὶ τὰ σιτία ἧττον διαδοθήσεται τούτοις ἐς γαστέρα χωροῦντα μᾶλλον ἢ ἐς τροφὴν τοῦ σώματος. ταυτὶ μὲν περὶ γονῆς τῶν ἀγωνιουμένων, τὸν δὲ ἑκάστῳ τῶν ἀγωνισμάτων πρόσφορον ὧδε χρὴ ἐξετάζειν·

此外,喉部突出、肩胛骨如翼般耸起,以及颈部僵挺且在锁骨交会处过度陷落,亦皆有所表征。再者,肋骨紧闭狭窄者以及过度张开阔大者,亦显露出诸多病态迹象:盖因前者内脏势必受挤压,在劳作中气息无法顺畅呼出吸入,且频受食物腐败滞塞之苦;而后者内脏沉重下坠,以致由其所发出的气息迟钝且冲劲涣散,食物亦较少分配至全身,反而多坠入胃腹而非化为肉体之滋养。有关竞技选手的出身繁衍之事即如上述;至于适合于各项竞技的人选,则当按如下方式考察:

语法注4 条
  1. 28ἀγνοείσθων δὲ μὴ παρόντες τῷ παιδὶ ἐς τὴν κρίσιν

    第三人称复数被动命令式ἀγνοείσθων的主语指前文的父母(γονεῖς)。ἀγνοέω意为“不知晓”(被动式意为“不为人知”),μὴ παρόντες为附带情况(或原因)分词短语,意为“就让父母在评判少年时不在场、不为人知吧”(表示假定或让步的命令式)。

  2. 28δεῖ δὲ τὴν κυρίαν βαδίζειν

    此为省略阴性名词ὁδόν(道路)的习用表达,作βαδίζειν的同族宾语,意为“应当走正道/权威之途”。随后的关系代词从句καθʼ ἣν即承接这一被省去的阴性先行词。

  3. 29τοῦτο γὰρ ἐς ἄνδρα οὐ βεβαιοῖ

    动词βεβαιόω在此作不及物用法(或指主语τοῦτο即此种体质无法稳固存续),意为“因为这并不能稳固地维系至成年阶段”,亦可理解为“这对于成长为壮年男子而言毫无保障”。

  4. 30καὶ μὴν καὶ οἱ ξυγκεκλῃμένοι τὰ πλευρὰ

    阳性完成时被动分词ξυγκεκλῃμένοι带阳性复数主格冠词οἱ(与随后的阳性οἱ ἀναπεπταμένοι及后文的τοῖς μέν ... τοῖς δέ呼应),此处指肋部紧缩的人(阳性复数)。τὰ πλευρά为关系宾格(限制宾格)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg007.humanitext-grc2:28-30