- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg007.humanitext-grc2:24-27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者借阿塔罗斯的事例阐明指导者给予信任与激励的重要性,随后阐述体育指导者须具备的素养:言辞有度、通过相面术审视眼神与身体比例以及体液特性;并结合斯巴达的婚俗体能训练,强调依天然资质甄选人才的必要性。
Ἄτταλος δὲ ὁ Αἰγύπτιος ἐνίκησεν ἐν Πλαταίᾳ ἐς δεύτερον ἆθλον τοῦ γυμναστοῦ ἐπιῤῥώσαντος, κειμένου παρʼ αὐτοῖς νόμου δημοσίᾳ ἀποθνήσκειν τὸν μετὰ νίκην ἡττώμενον ἔκκριτόν τε νομίζεσθαι πρότερον ἢ ἐγγυητὰς καταστῆσαι τοῦ σώματος.1 οὐδενὸς δὲ ἐγγυωμένου τὸ οὕτω μέγα ὑπέθηκεν ἑαυτὸν ὁ γυμναστὴς τῷ νόμῳ καὶ τὸν ἀθλητὴν ἐπέῤῥωσεν ἐς νίκην δευτέραν· τοῖς γὰρ ἅπτεσθαι διανοουμένοις ἔργου μείζονος εὔελπι, οἶμαι, τὸ μὴ ἀπιστεῖσθαι.
埃及人阿塔罗斯在普拉提亚争夺第二项锦标时,在体育指导者的激励下赢得了胜利;盖因当地有一条既定法律,规定获胜之后若遭失败便须被处以公开死刑,且在为其人身提供担保人之前,被视作除名之人。因事关如此重大而无人愿作保,体育指导者便使自己受制于该法律,并激励运动员夺得第二次胜利;因为依我之见,对于意欲从事更宏大事业之人而言,不被怀疑乃是极大的指望。
ἐπεὶ δὲ ἐπιῤῥεῖ τῶν τοιούτων ὄχλος ἐγκαταμιγνύντων ἡμῶν παλαιοῖς νέα, σκεψώμεθα τὸν γυμναστὴν αὐτόν, ὁποῖός τις ὢν καὶ ὁπόσα εἰδὼς τῷ ἀθλητῇ ἐφεστήξει. ἔστω δὴ ὁ γυμναστὴς μήτε ἀδολέσχης, μήτε ἀγύμναστος τὴν γλῶτταν, ὡς μήτε ἐκλύοιτο ὑπὸ τῆς ἀδολεσχίας τὸ ἔνεργον τῆς τέχνης, μήτε ἀγροικότερον φαίνοιτο μὴ ξὺν λόγῳ δρώμενον, φυσιογνωμονικήν τε ἐπεσκέφθω πᾶσαν. τουτὶ δὲ κελεύω διὰ τόδε· παῖδα ἀθλητὴν Ἑλλανοδίκης μέν τις ἢ Ἀμφικτύων κρίνουσιν ἀπὸ τῶν τοιῶνδε· εἰ φυλὴ τῷδε καὶ πατρίς, εἰ πατὴρ καὶ γένος, εἰ ἐξ ἐλευθέρων καὶ μὴ νόθος, ἐπὶ πᾶσιν, εἰ νέος καὶ μὴ ὑπὲρ παῖδα· εἰ δʼ ἐγκρατὴς ἢ ἀκρατής, εἰ μεθυστής, εἰ λίχνος, εἰ θαρσαλέος ἢ δειλός, οὔτε γιγνώσκουσιν, οὔτε, εἰ γιγνώσκοιεν, οἱ νόμοι σφίσιν ὑπὲρ τῶν τοιούτων διαλέγονται, τὸν δὲ γυμναστὴν δεῖ ἐξεπίστασθαι ταῦτα φύσεώς που κριτὴν ὄντα. γιγνωσκέτω δὴ τὴν ἐν ὀφθαλμοῖς ἠθικὴν πᾶσαν, ὑφʼ ἧς δηλοῦνται μὲν οἱ νωθροὶ τῶν ἀνθρώπων, δηλοῦνται δὲ οἱ ξύντονοι εἴρωνές τε καὶ ἧττον καρτερικοὶ καὶ ἀκρατεῖς· ἄλλα γὰρ μελανοφθάλμων, ἄλλα δὲ χαροπῶν τε καὶ γλαυκῶν καὶ ὑφαίμων ὀφθαλμῶν ἤθη, ἕτερα δὲ ξανθῶν καὶ ὑπεστιγμένων, προπαλῶν τε καὶ κοίλων, ἡ γὰρ φύσις ὥρας μὲν ἄστροις ἐσημήνατο, ἤθη δὲ ὀφθαλμοῖς τὴν δὲ αὖ τῶν σώματος μερῶν ἀναλογίαν, ὥσπερ ἐν ἀγαλματοποιίᾳ, ὧδε ἐπισκεπτέον· σφυρὸν μὲν καρπῷ ὁμολογεῖν δεῖ, κνήμῃ δὲ πῆχυν, καὶ βραχίονα μηρῷ ἀντικρίνεσθαι καὶ ὤμῳ γλουτόν, μετάφρενα θεωρεῖσθαι πρὸς γαστέρα καὶ στέρνα ἐκκεῖσθαι παραπλησίως τοῖς ὑπὸ τὸ ἰσχίον, κεφαλήν τε, σχῆμα τοῦ παντὸς οὖσαν, πρὸς ταῦτα πάντα ἔχειν συμμέτρως.
由于我们在古事中掺入今事之际,此类事例纷至沓来,我们且来考察体育指导者本身,探究他当是何等样人,并须通晓多少知识方能主持运动员的训练。体育指导者既不可喋喋不休,亦不可辞令未受操练,以免技艺的成效因喋喋不休而消解,亦不致因缺乏合理论述而在行使时显得过于粗鄙;此外,他应当彻底通晓相面之术的全部要领。我作此要求,乃是基于如下缘故:赛会裁判官或近邻同盟裁判在评判一名少年运动员时,乃是根据这般条件:此人是否有部族与城邦,是否有父亲与家系,是否为自由民所生而非私生子,最重要的是,是否年轻而未超过少年期;至于他究竟是克制还是放纵,是嗜酒、贪食,还是勇敢或懦弱,他们既不知晓,而且即便知晓,法律亦未曾就此类事项对他们有所规定;然而体育指导者既然可以说是天然资质的裁判,便必须对此了如指掌。因此,他应当通晓眼神中所显露的一切品性,借此,人类中迟钝者得以彰显,紧绷者、隐匿本性者、耐力较逊者以及不克自制者亦得以彰显;盖因黑眼之人的品性各异,而锐利之目、灰蓝之目与充血之目的品性又复不同,黄褐之目、有斑点之目、凸出之目与深陷之目亦各有异;因为自然以星宿表征时令,却以眼神表征品性。再者,身体各部位的比例,亦当如雕塑艺术中那般按如下方式考察:踝关节须与手腕相称,前臂须与小腿相称,上臂须与大腿对比,臀部须与肩膀对比,后背须参照腹部来观察,胸膛凸起须与髋骨下方部位相仿,而作为全身形态的头部,对这一切必须保持对称。
τούτων ὧδέ μοι εἰρημένων μὴ τὸ γυμνάζειν ἡγώμεθα ἕπεσθαι τούτοις, ἀλλὰ τὸ ἀποδιιστάντα τὸν γυμναζόμενον ἐς δοκιμασίαν καταστῆσαι τῆς φύσεως, ὅπῃ τε σύγκειται καὶ πρὸς ὅ· ποῦ γὰρ δὴ κυνῶν τε καὶ ἵππων τοσοῦτον εἶναι2 προσήκει λόγον κυνηγετικοῖς τε καὶ ἱππικοῖς, ὡς μὴ ἐς πᾶσαν ἰδέαν, μηδὲ ἐπὶ πάντα τὰ θηρώμενα τοῖς αὐτοῖς, ἀλλὰ τοῖς μὲν ἐς τόδε, τοῖς δὲ ἐς τόδε τῶν κυνῶν χρῆσθαι, τῶν τε ἵππων τοὺς μὲν ξυνθηρατὰς ποιεῖσθαι, τοὺς δὲ ἁμιλλητηρίους, τοὺς δὲ ἁρματηλάτας, καὶ μηδὲ ἁπλῶς τούτους, ἀλλʼ ὡς ἕκαστος ἐπιτήδειος πλευρᾷ τινι ἢ σειρᾷ τοῦ ἅρματος, ἀνθρώπων δὲ ἀκρίτους εἶναι, οὓς δεῖ ἐς Ὀλυμπίαν ἢ Πυθὼ ἄγειν ὑπὲρ κηρυγμάτων, ὧν καὶ Ἡρακλῆς ἤρα; κελεύω δὴ καὶ ἀναλογίαν μὲν ἐπεσκέφθαι αὐτὸν πάντων, ὧν εἶπον, πρὸς δὲ τῇ ἀναλογίᾳ καὶ τὰ τῶν χυμῶν ἤθη.3
既然我已作如是说明,我们切不可认为实际训练紧随其后,而应当是将受训者单独隔开,对其天然资质加以审查,考察其如何构成以及适于何物。因为,倘若猎手与驭马者对猎犬和马匹尚且寄予如此重视,以致不将同一种犬用于所有猎法,亦不用于所有猎物,而是将某些犬用于此,另一些犬用于彼,并将马匹有的作为狩猎伴侣,有的作为赛马,有的作为拉战车的战马,甚至亦非盲目选用,而是看其各自适于战车的某一侧或曳绳,那么对于应当为了赫拉克勒斯亦曾渴望的宣告而引领至奥林匹亚或皮托的人类,又岂可不加甄别呢?因此我吩咐,他不仅要考察我所言及的一切身体比例,且在比例之外,亦当考察体液的性征。
καίτοι καὶ πρεσβύτερον τούτου, ὃ καὶ Λυκούργῳ ἐδόκει τῷ Σπαρτιάτῃ· παριστάμενος γὰρ τῇ Λακεδαίμονι πολέμου ἀθλητὰς γυμναζέσθων φησὶν αἱ κόραι καὶ ἀσκείσθων δημοσίᾳ τρέχειν, ὑπὲρ εὐπαιδίας δήπου καὶ τοῦ τὰ ἔκγονα βελτίω τίκτειν ὑπὸ τοῦ ἐῤῥῶσθαι τὸ σῶμα· ἀφικομένη γὰρ ἐς ἀνδρὸς ὑδροφορεῖν οὐκ ὀκνήσει, οὐδὲ ἀλεῖν διὰ τὸ ἠσκῆσθαι ἐκ νέας, εἰ δὲ καὶ νέῳ καὶ συγγυμναζομένῳ συζυγείη, βελτίω τὰ ἔκγονα ἀποδώσει καὶ γὰρ εὐμήκη καὶ ἰσχυρὰ καὶ ἄνοσα. καὶ ἐγένετο ἡ Λακεδαίμων τοσαύτη κατὰ πόλεμον, ἐπειδὴ τὰ γαμικὰ αὐτοῖς ὧδε ἔπραττεν.
然而还有比这更古老的做法,斯巴达人吕库古亦曾赞同此道;盖因他在为拉刻代蒙提供战事健儿之际,他说道: “让少女们操练, 并让她们在公众面前练习奔跑”,这无疑是为了优生,为了借助肉体的强健而生育更优秀的子嗣;因为她出嫁之后,因自幼受过操练,便不会畏惧挑水,亦不会畏惧磨面,若与同样受训的青年男子结合,便能产下更优秀的后代,即身材修长、强壮且无病痛的后代。拉刻代蒙在战事上之所以如此强盛,正是因为他们的婚俗乃是如此施行的。
- 24ἔκκριτόν τε νομίζεσθαι πρότερον ἢ ἐγγυητὰς καταστῆσαι τοῦ σώματος
此不定式短语由属格独立结构 κειμένου ... νόμου 管辖。形容词 ἔκκριτον 用作 νομίζεσθαι 的宾语补足语(意为“被视为除名之人/处刑对象”)。πρότερον ἤ 引导不定式 καταστῆσαι,意为“在提供担保人之前”。
- 26ποῦ γὰρ δὴ κυνῶν τε καὶ ἵππων τοσοῦτον εἶναι προσήκει λόγον κυνηγετικοῖς τε καὶ ἱππικοῖς ... ἀνθρώπων δὲ ἀκρίτους εἶναι
此句为修辞反问句,对比了对动物的严密甄选与对人类的甄别。两个不定式结构(κυνῶν τε καὶ ἵππων ... λόγον εἶναι 与 ἀνθρώπων δὲ ἀκρίτους εἶναι)均受非人称动词 προσήκει 的支配,由 ποῦ γὰρ δή 统领(“岂有对犬马如此重视……而人类却不加甄别之理?”)。
- 26τὰ τῶν χυμῶν ἤθη
指古希腊医学中的体液学说。χυμοί 指身体的体液(血液、粘液、黄胆汁、黑胆汁),ἤθη 在此指各种体液的特质、状态及其对体质气质的影响。
