← 斐洛斯脱拉德

体育论

§17-23

体育指导者的习俗与激励选手获胜的实例

作者结合历史传说阐释了体育指导者在奥林匹亚赤身侍立并携带刮汗板的原由,继而列举了指导者们通过训诫、机智与心理激励引导格劳科斯、阿里奇翁、普罗马科斯和曼德罗革涅斯等运动员赢得胜利的著名事例。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§17

Πυθοῖ μὲν οὖν καὶ Ἰσθμοῖ καὶ ὅπου ποτὲ τῆς γῆς ἐτέθησαν ἀγῶνες, τρίβωνα ὁ γυμναστὴς ἀμπεχόμενος ἀλείφει τὸν ἀθλητὴν καὶ οὐδεὶς ἀποδύσει ἄκοντα, ἐν Ὀλυμπίᾳ δὲ γυμνὸς ἐφέστηκεν, ὡς μὲν δόξα ἐνίων, διελέγχοντες Ἠλεῖοι1 τὸν γυμναστὴν ὥρᾳ ἔτους, εἰ καρτερεῖν οἶδε καὶ θέρεσθαι, ὡς δὲ Ἠλεῖοί φασι, Φερενίκη ἡ Ῥοδία ἐγένετο Διαγόρου θυγάτηρ τοῦ πύκτου, καὶ τὸ ἦθος ἡ Φερενίκη οὕτω τι ἔῤῥωτο, ὡς Ἠλείοις τὰ πρῶτα ἀνὴρ δόξαι. περιῄει γοῦν ὑπὸ τρίβωνι ἐν Ὀλυμπίᾳ καὶ Πεισίροδον τὸν ἑαυτῆς υἱὸν ἐγύμναζε. πύκτης δὲ ἄρα κἀκεῖνος ἦν, εὔχειρ τὴν τέχνην καὶ μείων οὐδὲν τοῦ πάππου. ἐπεὶ δὲ ξυνῆκαν τῆς ἀπάτης, ἀποκτεῖναι μὲν τὴν Φερενίκην ὤκνησαν ἐνθυμηθέντες τὸν Διαγόραν καὶ τοὺς Διαγόρου παῖδας — ὁ γὰρ Φερενίκης οἶκος Ὀλυμπιονῖκαι πάντες — νόμος δὲ ἐγράφη τὸν γυμναστὴν ἀποδύεσθαι καὶ μηδὲ τοῦτον ἀνέλεγκτον αὐτοῖς εἶναι.

在皮托、在地峡,以及世上无论何处设立赛会的地方,体育指导者身披粗斗篷为运动员涂油,无人会违背其意愿剥去其衣裳;但在奥林匹亚,他却赤身侍立——据某些人的看法,这是由于厄利斯人借一年的时令考验体育指导者,看他是否懂得忍耐并承受炎热;而据厄利斯人自己的说法,罗得岛的费蕾妮凯乃是拳击手迪阿戈拉斯之女,费蕾妮凯性格极其刚毅,以致厄利斯人起初竟以为她是个男子。总之,她披着粗斗篷周游于奥林匹亚,训练自己的儿子培西罗多斯。那儿子也是个拳手,技艺高超,丝毫不在其外祖父之下。及至厄利斯人识破骗局,因念及迪阿戈拉斯及其众子——费蕾妮凯举家皆为奥林匹亚冠军——虽未忍处死费蕾妮凯,却制定了一条律法,规定体育指导者必须赤身,即便指导者在他们面前亦不得免于查验。

§18

φέρει δὲ καὶ στλεγγίδα ὁ γυμναστὴς ἐκεῖ διὰ τοῦτο ἴσως· ἐγκονίεσθαι παλαίστρᾳ τὸν ἀθλητὴν ἐν Ὀλυμπίᾳ καὶ ἡλιοῦσθαι ἀνάγκη· ἵνʼ οὖν μὴ λυμαίνοιντο τὴν ἕξιν, ἡ στλεγγὶς ἀναμιμνήσκει τὸν ἀθλητὴν ἐλαίου καί φησι δεῖν ἐπάγειν αὐτὸ οὕτως ἀφθόνως, ὡς καὶ ἀποστλεγγίζειν ἀλείψαντα. εἰσὶ δὲ οἵ φασιν ὡς γυμναστής τις ἐν Ὀλυμπίᾳ τεθηγμένῃ τῇ στλεγγίδι τὸν ἀθλητὴν ἀπέκτεινε μὴ καρτερήσαντα ὑπὲρ τῆς νίκης, καὶ ξυγχωρῶ τῷ λόγῳ, βέλτιον γὰρ πιστεύεσθαι ἢ ἀπιστεῖσθαι. ξίφος μὲν δὴ ἐπὶ τοὺς πονηροὺς τῶν ἀθλητῶν στλεγγὶς ἔστω, καὶ ἐχέτω δή τι ὑπὲρ τὸν Ἑλλανοδίκην ὁ γυμναστὴς ἐν Ὀλυμπίᾳ.

体育指导者在彼处亦携带刮汗板,或许是由于这个缘故:运动员在奥林匹亚的摔跤场中必须蒙受尘土并曝晒于烈日之下;为了使他们不至于败坏体魄,刮汗板提醒运动员注意橄榄油,并告知必须极为充裕地敷油,以致涂抹之后甚至能用板刮除。亦有人称,奥林匹亚曾有一名体育指导者用磨利的刮汗板杀死了未能为胜利坚持到底的运动员;我赞同这一说法,因为信之胜于不信。就让刮汗板作为惩治卑劣运动员的利剑罢,且让奥林匹亚的体育指导者拥有某种凌驾于赛会裁判官之上的权威。

§19

Λακεδαιμόνιοι δὲ καὶ τακτικὴν ἐβούλοντο τοὺς γυμναστὰς εἰδέναι μελέτην τῶν πολεμικῶν καὶ αὐτοὺς τοὺς ἀγῶνας ἡγούμενοι, καὶ οὐ χρὴ θαυμάζειν, ὅπου καὶ τὴν ὄρχησιν, τὸ ῥᾳθυμότερον τῶν ἐν εἰρήνῃ, Λακεδαιμόνιοι πάντως ἐς τὰ πολεμικὰ ἀνέφερον ὀρχούμενοι τρόπον, ὃν φυλάξεταί τις βέλος ἢ ἀφήσει ἢ ἀρθήσεται ἀπὸ τῆς γῆς καὶ τῇ ἀσπίδι εὐμεταχειρίστως χρήσεται.

拉刻代蒙人亦希望体育指导者通晓战术,因他们将赛会本身亦视为战事的操练;对此不必感到惊异,因为拉刻代蒙人即便对于舞蹈这和平时期最闲适之事,亦完全引向战事,以某种人们借以防范飞矢或放箭、或跃离地面并自如运用盾牌的方式来起舞。

§20

ὁπόσα δὲ γυμνασταὶ ξυνεβάλοντο ἀθληταῖς ἢ παρακελευσάμενοί τι ἢ ἐπιπλήξαντες ἢ ἀπειλήσαντες ἢ σοφισάμενοι, πολλὰ μὲν ταῦτα καὶ πλείω λόγου, λεγέσθω δὲ τὰ ἐλλογιμώτερα. Γλαῦκον μὲν τοίνυν τὸν Καρύστιον πύκτην ἀπιστούμενον ἐν Ὀλυμπίᾳ τῷ ἀντιπάλῳ Τισίας ὁ γυμναστὴς ἐς νίκην ἤγαγε παρακελευσάμενος τὰν ἀπʼ ἀρότρου πλῆξαι·2 τουτὶ δὲ ἄρα ἦν ἡ τῆς δεξιᾶς ἐς τὸν ἀντίπαλον φορά· τὴν γὰρ χεῖρα ἐκείνην ὁ Γλαῦκος οὕτω τι ἔῤῥωτο, ὡς ὕνιν ἐν Εὐβοίᾳ ποτὲ καμφθεῖσαν ὀρθῶσαι σφυρηδὸν τῇ δεξιᾷ πλήξας.

至于体育指导者通过劝勉、斥责、威吓或设谋为运动员带来了何等助益,此类事例繁多难尽,且择其卓著者而言之。且说卡律斯托斯人拳手格劳科斯,在奥林匹亚面对对手时本不被人看好,体育指导者提西亚斯却督促他使出“犁上一击”,从而引导他走向胜利;这原来是将右手挥向对手的一击,盖因格劳科斯的这只手极其孔武有力,以致昔日在欧波亚曾将弯曲的犁头用右手如铁锤般击打而校直。

§21

Ἀρριχίωνα δὲ τὸν παγκρατιαστὴν δύο μὲν ἤδη Ὀλυμπιάδας νικῶντα, τρίτην δὲ ἐπʼ ἐκείναις Ὀλυμπιάδα μαχόμενον περὶ τοῦ στεφάνου καὶ ἤδη ἀπαγορεύοντα Ἐρυξίας ὁ γυμναστὴς ἐς ἔρωτα θανάτου κατέστησεν ἀναβοήσας ἔξωθεν ὡς καλὸν ἐντάφιον τὸ ἐν Ὀλυμπίᾳ μὴ ἀπειπεῖν.

潘克拉辛运动员阿里奇翁此前已在两届奥林匹亚赛会上夺冠,当他在其后为第三届赛会的桂冠而战、且已渐显不支之际,体育指导者埃律克西亚斯从场外高呼“在奥林匹亚不屈服乃是何等优美的裹尸布”,从而使他陷入对死亡的热切渴望。

§22

Προμάχου δὲ τοῦ ἐκ Πελλήνης ξυνίει μὲν ὁ γυμναστὴς ἐρῶντος, ἀγχοῦ δὲ Ὀλυμπίων ὄντων ὦ Πρόμαχε, εἶπε δοκεῖς μοι ἐρᾶν· ὡς δὲ εἶδεν ἐρυθριῶντα ἀλλʼ οὐκ ἐλέγξων ἔφη ταῦτα ἠρόμην, ξυλληψόμενος δέ σοι τοῦ ἔρωτος· καὶ γὰρ ἂν καὶ διαλεχθείην ὑπὲρ σοῦ τῷ γυναίῳ. καὶ διαλεχθεὶς οὐδὲν ἀφίκετο πρὸς τὸν ἀθλητὴν ἀπάγων λόγον οὐκ ἀληθῆ, πλείστου δὲ ἄξιον τῷ ἐρῶντι· οὐκ ἀπαξιοῖ τοί σε ἔφη εἶναι τῶν ἑαυτῆς παιδικῶν νικῶντα Ὀλυμπίασι καὶ ὁ Πρόμαχος ἀναπνεύσας ὑφʼ ὧν ἤκουσεν, οὐκ ἐνίκα μόνον, ἀλλὰ καὶ Πουλυδάμαντα τὸν Σκοτουσσαῖον μετὰ τοὺς λέοντας, οὓς ὁ Πουλυδάμας ᾑρήκει παρʼ Ὤχῳ τῷ Πέρσῃ.

体育指导者看出了佩莱涅人普罗马科斯正在恋爱,临近奥林匹亚赛会时,他说道: “普罗马科斯啊,依我看你恋爱了。” 见他脸红,指导者又道: “我并非为了盘问你才作此发问,而是为了在情事上协助你;事实上我甚至可以替你去与那妇人交谈。” 指导者虽未曾前去交谈,却回到运动员身旁,带回了一句并非真实、却对恋爱之人价值千金的话: 他说: “她并不嫌弃你在奥林匹亚获胜后成为她的意中人。” 普罗马科斯闻言精神大振,不仅赢得了胜利,更在斯科图萨人普吕达马斯于波斯王奥科斯处捕获狮群的伟绩之后,击败了这位普吕达马斯。

§23

Μανδρογένους δὲ τοῦ Μάγνητος αὐτὸς ἤκουσα τὴν καρτερίαν, ᾗ ἐκέχρητο ἐφʼ ἡλικίας ἐς τὸ παγκράτιον, τῷ γυμναστῇ ἀνατιθέντος· τεθνάναι μὲν γὰρ τὸν πατέρα ἔλεγεν, ἐπὶ μητρὶ δὲ εἶναι τὸν οἶκον ἐρρωμένῃ τε καὶ γυναικὸς πρόσω,3 πρὸς ἣν γράψαι τὸν γυμναστὴν ἐπιστολὴν τοιαύτην. τὸν υἱὸν εἰ μὲν τεθνεῶτα ἀκούσει, πίστευσον,4 εἰ δὲ ἡττώμενον, ἀπίστει. ταύτην δὲ ἔφασκεν ἀγάμενος τὴν ἐπιστολὴν εὐψυχίαν ἐνδείξασθαι πᾶσαν, ὡς μήτε ὁ γυμναστὴς ψεύσαιτο, μήτε ἡ μήτηρ ψευσθείη.

我曾亲耳听闻麦格尼西亚人曼德罗革涅斯将自己年轻时在潘克拉辛中所施展的坚忍归功于其体育指导者;盖因他言及其父已亡,家业全凭刚毅且远迈凡俗妇人的母亲主持,而体育指导者曾致信其母,言辞如下: “若闻汝子已亡,当信之;若闻见屈,则不可信。” 曼德罗革涅斯称自己因钦佩此信而展现了全部的英气,以使体育指导者不致失信,母亲亦不致受欺。

语法注4 条
  1. 17διελέγχοντες Ἠλεῖοι

    该分词分句呼应前文的 ὡς μὲν δόξα ἐνίων(“据某些人的看法”),句中缺少限定主动词,在语法上构成悬空主格分词结构,或省略了诸如 ἦσαν 这类助动词。它在结构上与后文的 ὡς δὲ Ἠλεῖοί φασι(“而据厄利斯人说”)构成对比。

  2. 20τὰν ἀπʼ ἀρότρου πλῆξαι

    τὰν 为多利安方言中的阴性单数宾格形式(相当于 τὴν)。此处省略了名词 πληγήν(“击打”),与 πλῆξαι 构成同源宾格或状语性宾格,意为“击出源自犁具的[一击]”。指导者提西亚斯以此语唤起出身农家的格劳科斯所熟知的劳作动作。

  3. 23γυναικὸς πρόσω

    副词 πρόσω(“远在……之外”、“超越”)支配表示比较或分离的属格 γυναικός,作表语性修饰,意为“远迈妇人常态”、“超越常女”。它与前文的 ἐρρωμένῃ(“刚强坚毅的”)并列,用以刻画母亲非同寻常的坚毅性情。

  4. 23τὸν υἱὸν εἰ μὲν τεθνεῶτα ἀκούσει, πίστευσον

    条件句中的前置先取结构(prolepsis)。在句法上本应作为从属条件分句(εἰ... ἀκούσει)宾语的 τὸν υἱόν 被提至句首以示强调,直译为“关于你的儿子,若听闻已死,则信之”,并与后半句“若听闻落败,则休信”形成极其鲜明的对照。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg007.humanitext-grc2:17-23