← 斐洛斯脱拉德

体育论

§14-16

体育术相对于医学与训练术的定位及其起源

作者界定了体育术高于体能训练术并分有医学的定位,指出体育指导者无法兼通全部项目,并从人的自然本性与普罗米修斯神话中论述了体育术的起源。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§14

τί οὖν χρὴ περὶ γυμναστικῆς γινώσκειν; τί δʼ ἄλλο ἢ σοφίαν αὐτὴν ἡγεῖσθαι ξυγκειμένην μὲν ἐξ ἰατρικῆς τε καὶ παιδοτριβικῆς, οὖσαν δὲ τῆς μὲν τελεωτέραν, τῆς δὲ μόριον;1 ὁπόσον δὲ ἀμφοῖν μετέσχηκεν, ἐγὼ δηλώσω· παλαισμάτων εἴδη ὁπόσα ἐστί, δηλώσει ὁ παιδοτρίβης καιρούς τε ὑποτιθέμενος καὶ ὁρμὰς καὶ μέτρα καὶ ὅπως ἄν τις ἢ φυλάττοιτο ἢ φυλαττομένου κρατοίη, διδάξει δὲ καὶ ὁ γυμναστὴς εἰδότα μήπω τὸν ἀθλητὴν ταῦτα· ἀλλʼ ἔστιν ὅπου δεῖ εὖ μεταχειρίσασθαι πάλην ἢ παγκράτιον ἢ καὶ πλεονέκτημα ὑπάρχον ἀντιπάλων διαφυγεῖν ἢ ἐκκροῦσαι, ὧν οὐδὲν ἂν ἐς ἐπίνοιαν ἴοι τῷ γυμναστῇ μὴ καὶ τὰ τῶν παιδοτριβῶν εἰδότι.2 κατὰ μὲν τοῦτο δὴ ἴσαι αἱ τέχναι, χυμοὺς δὲ ἀποκαθῆραι καὶ τὰ περιττὰ ἀφελεῖν καὶ λεᾶναι τὰ κατεσκληκότα καὶ πιᾶναί τι ἢ μεταβαλεῖν ἢ θάλψαι αὐτῶν γυμναστικῆς ἐν σοφίᾳ. ἐκεῖνα γὰρ ἢ οὐκ ἐπιστήσεται ὁ παιδοτρίβης ἤ, εἰ γιγνώσκοι τι, πονήρως ἐπὶ τοὺς παῖδας χρήσεται βασανίζων ἐλευθερίαν ἀκραιφνοῦς αἵματος. τῆς μὲν δὴ προειρημένης ἐπιστήμης ἡ γυμναστικὴ τοσούτῳ τελεωτέρα, πρὸς δέ γε ἰατρικὴν ὧδε ἔχει· νοσήματα, ὁπόσα κατάῤῥους καὶ ὑδέρους καὶ φθόας ὀνομάζομεν, καὶ ὁπόσαι ἱεραὶ νόσοι, ἰατροὶ μὲν παύουσιν ἐπαντλοῦντές τι ἢ ἀποκλύζοντες ἢ ἐπιπλάττοντες, γυμναστικὴ δὲ τὰ τοιαῦτα διαίταις ἴσχει καὶ τρίψει. ῥήξαντα δέ τι ἢ τρωθέντα ἢ θολωθέντα τὸ ἐν ὀφθαλμοῖς φῶς ἢ ὀλισθήσαντά τινα τῶν ἄρθρων ἐς ἰατροῦ χρὴ φέρειν, ὡς οὐδὲν ἡ γυμναστικὴ πρὸς τὰ τοιαῦτα.

那么,关于体育术我们应当了解什么呢?除了认为它是一门由医学和体能训练术组成的技艺,既比后者更完备,又是前者的一部分之外,还能是什么呢?它在多大程度上分有了这两者,我将予以说明。摔跤招式有多少种,体能教练会指明,提示出时机、冲势、分寸,以及人们当如何自卫或克制自卫中的对手;而体育指导者在竞技者尚不知晓这些时也会加以教授。但是在某些时候,必须熟练地应对摔跤或潘克拉辛,或是化解乃至打破对手所具有的优势,若非体育指导者亦通晓体能教练的技术,这一切便绝不会浮现在其脑海之中。就此而言,两门技艺确实是平等的;但澄清体液、去除冗余、软化硬化之物,并使其中某些部分丰腴、转化或温热,则属于体育术的智慧。因为体能教练要么不通晓那些道理,要么哪怕略知一二,也会拙劣地施加于少年身上,摧残那纯净血液的自如流动。因此,体育术比上述的那门知识要完备得多;而面对医学,其情形则是如此:凡我们称之为粘膜炎、水肿与痨病的疾患,以及各种神圣之疾,医生们通过浇注药液、冲洗或敷药来遏制,体育术则通过养生法与推拿摩擦来制约这些病症。但若有人断裂了某处、负了伤、眼中光明昏昧,或是关节某处脱臼,则必须送往医生处,因为体育术对这类情况毫无用处。

§15

ἀρκούντως μὲν οἶμαι ἀποδεδεῖχθαί μοι, ὁπόση πρὸς ἑκατέραν ἐπιστήμην ἡ γυμναστική ἐστι, δοκῶ δέ μοι κἀκεῖνο ἐν αὐτῇ ὁρᾷν· ἰατρικὴν πᾶσαν ὁ αὐτὸς οὐδεὶς ἂν ξυλλαμβάνειν δύναιτο, ἀλλʼ ὁ μὲν ῥηγμάτων ἐπαίειν, ὁ δὲ ξυνιέναι πυρεττόντων, ὁ δὲ ὀφθαλμιώντων, ὁ δὲ φθισικῶν ὑγιῶς ἁπάντων, καὶ μεγάλου ὄντος τοῦ κἂν σμικρόν τι αὐτῆς ἐξεργάσασθαι ὀρθῶς3 φασὶν οἱ ἰατρικοὶ πᾶσαν γιγνώσκειν· γυμναστικὴν δὲ οὐκ ἂν ἐπαγγείλαιτό τις ὁμοῦ πᾶσαν, ὁ γὰρ τὰ δρομικὰ εἰδὼς τὰ τῶν παλαιόντων καὶ τῶν παγκρατιαζόντων οὐκ ἐπιστήσεται, καὶ ὁ τὰ βαρύτερα γυμνάζων ἀμαθῶς τῆς ἄλλης ἐπιστήμης ἅψεται.

我认为,体育术对于这两种知识各自处于何种地位,我已作了充分的证明,然而我似乎在其中还看到了这一点:同一人绝不可能掌握全部医学,而是一人精通骨折撕裂,一人通晓发热病患,一人通晓眼疾患者,一人通晓痨病患者,皆各有正当所得;尽管即使仅能妥善处理其中微小的一部分就已是了不起的成就,医生们却声称通晓全部医学;然而绝不会有人能同时包揽全部体育术,因为通晓跑道项目的人不会精通摔跤与潘克拉辛者的项目,而训练重竞技项目的人接触另一门知识时必将显得外行生疏。

§16

Ξυμμετοχὴ μὲν σοφίας τῇ τέχνῃ ἥδε, γένεσις δὲ αὐτῆς τὸ φῦναι τὸν ἄνθρωπον παλαῖσαί τε ἱκανὸν καὶ πυκτεῦσαι καὶ δραμεῖν ὀρθόν· καὶ γὰρ οὐδʼ ἓν ἂν γένοιτό τι τῶν τοιούτων μὴ προυπάρχοντος τοῦ, διʼ ὃ γίγνεται, καὶ ὥσπερ χαλκευτικῆς γένεσις ὁ σίδηρος καὶ ὁ χαλκός, καὶ γεωργίας γῆ καὶ τὰ ἐκ τῆς γῆς, καὶ ναυτιλίας τὸ εἶναι θάλατταν, οὕτως ἡγώμεθα καὶ τὴν γυμναστικὴν ξυγγενεστάτην τε εἶναι καὶ συμφυᾶ τῷ ἀνθρώπῳ. καὶ λόγος δὲ ᾅδεταί τις, ὡς γυμναστικὴ μὲν οὔπω εἴη, Προμηθεὺς δὲ εἴη καὶ γυμνάσαιτο μὲν ὁ Προμηθεὺς πρῶτος, γυμνάσειε δὲ αὖ ἑτέρους Ἑρμῆς, ἀγασθείη τε αὐτὸν τοῦ εὑρήματος, καὶ παλαίστρα γένοιτο Ἑρμοῦ πρώτη, καὶ οἱ πλασθέντες δὲ ἐκ πηλοῦ ὑπὸ Προμηθέως ἄνθρωποι οἵδε ἄρα εἶεν οἱ ἐν τῷ πηλῷ γυμνασάμενοι,4 οὓς πλάττεσθαι ὑπὸ τοῦ Προμηθέως ᾤοντο, ἐπειδὴ τὰ σώματα αὐτοῖς ἡ γυμναστικὴ ἐπιτήδειά τε καὶ ξυγκείμενα ἐποίει.

这门技艺对智慧的分有即是如此,而它的起源则在于人天生就具备摔跤、拳击和挺拔奔跑的能力。因为若非引发某事的前提预先存在,这类事情便一件也不会产生;正如铁和青铜是锻冶术的起源,土地与地中出产是农业的起源,海洋的存在是航海术的起源一样,我们也当认为体育术与人类最为亲近相通、浑然天成。民间亦有某种传说流传,称体育术彼时虽尚不存在,但普罗米修斯已经存在,普罗米修斯首先锻炼了自身,赫尔墨斯则进而锻炼了其他人,并因普罗米修斯的发明而对他赞叹不已,于是第一所摔跤场归属于赫尔墨斯;而所谓被普罗米修斯用泥土塑造的人类,其实正是那些在泥浆中锻炼的人,人们之所以以为他们是由普罗米修斯塑造出来的,是因为体育术使他们的身躯变得矫健而匀称。

语法注4 条
  1. 14τῆς μὲν τελεωτέραν, τῆς δὲ μόριον

    关联属格(τῆς μέν ... τῆς δέ)的指代关系。尽管前文按“医学与体能训练术”(ἰατρικῆς τε καὶ παιδοτριβικῆς)的语序列举,但从下文(τῆς μὲν δὴ προειρημένης ἐπιστήμης...)可知,此处采用交错顺序:τῆς μέν 指代后者(体能训练术,体育术比其更完备),τῆς δέ 指代前者(医学,体育术为其一部分)。

  2. 14μὴ καὶ τὰ τῶν παιδοτριβῶν εἰδότι

    条件分词结构。与格分词 εἰδότι(与 τῷ γυμναστῇ 一致)由否定词 μή 修饰,作为主句潜能希求法 ἂν ... ἴοι 的条件从句(相当于 εἰ μὴ ... εἰδείη),表述“体育指导者若非亦通晓体能教练的技术,这一切便绝不会浮现在其脑海之中”。

  3. 15καὶ μεγάλου ὄντος τοῦ κἂν σμικρόν τι αὐτῆς ἐξεργάσασθαι ὀρθῶς

    具有让步意味的属格绝对结构。带冠词不定式 τοῦ ... ἐξεργάσασθαι 作为分词 ὄντος 的主语,μεγάλου 为表语形容词。不定式短语内的 κἂν 表达让步(“哪怕仅仅是微小的一部分”),全句意为“尽管妥善处理其中微小的一部分就已是了不起的成就”,从而与主句中医生宣称通晓全部医学(φασὶν οἱ ἰατρικοὶ πᾶσαν γιγνώσκειν)形成鲜明对照。

  4. 16οἵδε ἄρα εἶεν οἱ ἐν τῷ πηλῷ γυμνασάμενοι

    间接引语中带有推论语气词 ἄρα 与希求法 εἶεν 的结构。在引述神话传说(λόγος)的语境中,对普罗米修斯用泥土造人的传说进行了理性化阐释。主语为 οἵδε,表语为主格带冠词分词 οἱ ... γυμνασάμενοι,意指“这些人其实正是那些在泥浆中锻炼的人”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg007.humanitext-grc2:14-16