- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg007.humanitext-grc2:12-13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者梳理了奥林匹亚赛会中各项竞技(赛跑、五项全能、重竞技、少年组项目及重装步兵跑)逐步相继引入的历史进程与早期著名获胜者,并指出这些项目的成熟与盛行皆归功于体育术及其指导者。
παρελθεῖν δὲ ταῦτα οὐχ ὁμοῦ πάντα φασὶν ἐς τοὺς ἀγῶνας, ἐπʼ ἄλλῳ δὲ ἄλλο εὑρισκόμενόν τε ὑπὸ τῆς γυμναστικῆς καὶ ἀποτελούμενον. ἦν μὲν γὰρ τὰ πάλαι Ὀλύμπια ἐς τὴν τρίτην ἐπὶ δέκα Ὀλυμπιάδα σταδίου μόνου, καὶ ἐνίκων ἐν αὐτοῖς Ἠλεῖοι τρεῖς, ἑπτὰ Μεσσήνιοι, Κορίνθιος, Δυμαῖος, Κλεωναῖος, ἄλλος ἄλλην Ὀλυμπιάδα, δύο δὲ οὐδεὶς ὁ αὐτός.1 ἐπὶ δὲ τῆς τετάρτης ἐπὶ δέκα δίαυλος μὲν ἤρξατο, Ὑπήνου δὲ ἐγένετο Ἠλείου ἡ ἐπʼ αὐτῷ νίκη. κατὰ δὲ τὴν μετʼ ἐκείνην δολίχου ἀγὼν καὶ ἐνίκα Σπαρτιάτης Ἄκανθος. ἀνδρῶν δὲ πένταθλον καὶ ἀνδρῶν πάλην ἤσκησεν ἡ ὀγδόη ἐπὶ δέκα Ὀλυμπιάσιν· ἐνίκα δὲ πάλην μὲν Εὐρύβατος Λουσιεύς, τὰ δὲ πέντε Λάμπις Λάκων. εἰσὶ δὲ οἳ καὶ τὸν Εὐρύβατον Σπαρτιάτην γράφουσιν. ἡ δὲ τρίτη καὶ εἰκοστὴ Ὀλυμπιὰς ἄνδρα ἤδη ἐκάλει πύκτην, καὶ ἐκρατίστευσεν ὁ Σμυρναῖος Ὀνόμαστος ἐπιγράψας τὴν Σμύρναν ἔργῳ καλῷ·2 ὁπόσαι γὰρ πόλεις Ἰωνικαί τε καὶ Λύδιοι καὶ καθʼ Ἑλλήσποντόν τε καὶ Φρυγίαν, καὶ ὁπόσα ἔθνη ἀνθρώπων ἐν Ἀσίᾳ εἰσί, ταῦτα ὁμοῦ ξύμπαντα ἡ Σμύρνα ὑπερεβάλετο καὶ στεφάνου Ὀλυμπικοῦ πρώτη ἔτυχεν. καὶ νόμους ἔγραψεν ὁ ἀθλητὴς οὗτος πυκτικούς, οἷς ἐχρῶντο οἱ Ἠλεῖοι διὰ σοφίαν τοῦ πύκτου, καὶ οὐκ ἤχθοντο οἱ Ἀρκάδες, εἰ νόμους ἔγραψεν αὐτοῖς ἐναγωνίους ἐξ Ἰωνίας ἥκων τῆς ἁβρᾶς. κατὰ δὲ τὴν τρίτην καὶ τριακοστὴν Ὀλυμπιάδα παγκράτιον μὲν ἐτέθη, Λύγδαμις δὲ ἐνίκα Συρακούσιος. μέγας δὲ οὕτω τις ὁ Σικελιώτης ἦν, ὡς τὸν πόδα ἰσόπηχυν εἶναι· τὸ γοῦν στάδιον ἀναμετρῆσαι λέγεται τοσούτοις ἑαυτοῦ ποσίν, ὅσοι τοῦ σταδίου πήχεις νομίζονται.
据说,这些竞技项目并非一下子全部进入赛会,而是在被体育术发明并臻于完善的过程中,相继依次引入的。事实上,早先的奥林匹亚节期直到第十三届奥林匹亚赛会为止,都仅设有单跑道赛跑,而在其中获胜的有三名厄利斯人、七名麦塞尼亚人,以及科林斯人、迪梅人和克利奥奈人各一名,每人在不同的奥林匹亚赛会中获胜,绝无同一人获胜两次的情况。到了第十四届,双跑道赛跑开始设立,厄利斯人休佩诺斯赢得了该项胜利。紧随其后的那一届设立了长跑比赛,斯巴达人阿坎图斯获胜。第十八届奥林匹亚赛会使成年男子五项全能与成年男子摔跤在奥林匹亚得以操练;卢索伊人欧律巴托斯赢得了摔跤冠军,而拉空人兰皮斯赢得了五项全能。不过,有人将欧律巴托斯也记录为斯巴达人。第二十三届奥林匹亚赛会已经召集了成年男子拳击手,士麦那人奥诺马斯托斯脱颖而出,以崇高的业绩铭刻了士麦那之名;因为凡是伊奥尼亚和吕底亚的城邦,以及赫勒斯滂和弗里吉亚一带的城邦,乃至全亚洲的所有人类部族,士麦那将这一切尽数超越,率先斩获了奥林匹克桂冠。这位竞技者还撰写了拳击规则,厄利斯人因这位拳击手的睿智而采用了这些规则,阿卡迪亚人也并未因一个来自奢靡伊奥尼亚的人为他们制定比赛规则而感到不悦。在第三十三届奥林匹亚赛会中,潘克拉辛得以设立,叙拉古人吕格达米斯获胜。这位西西里人身材如此魁伟,以致其脚长足有一肘;至少据说他用自己的脚重新丈量了单跑道赛场,其脚数恰好等同于该赛场通常认定的肘数。
φασὶ καὶ παίδων πένταθλον παρελθεῖν ἐκεῖ κατὰ τὴν ὀγδόην καὶ τριακοστήν, ὅτε νικῆσαι μὲν Εὐτελίδαν Λακεδαιμόνιον, τὴν δὲ ἰδέαν ταύτην μηκέτι ἀγωνίσασθαι παῖδα ἐν Ὀλυμπίᾳ.3 ὁ δὲ νικήσας τὸ τῶν παίδων στάδιον κατὰ τὴν ἕκτην καὶ τεσσαρακοστὴν Ὀλυμπιάδα — τότε γὰρ πρῶτον ἐτέθη — παῖς ἦν καλὸς Πολυμήστωρ ὁ Μιλήσιος, ὃς τῇ ῥύμῃ τῶν ποδῶν λαγὼν ἔφθανε. πυγμὴν δὲ παίδων οἱ μὲν φασὶν ἐπὶ τῆς πρώτης καὶ τεσσαρακοστῆς ἄρξασθαι Ὀλυμπιάδος, καὶ Φιλητᾶν Συβαρίτην νενικηκέναι, οἱ δὲ ἐπὶ τῆς ἑξηκοστῆς λέγουσι Κριὸν ἐκ Κέω τῆς νήσου. Δαμάρετος δὲ κατὰ τὴν ἑξηκοστὴν πέμπτην πρῶτος ὁπλίτου λέγεται τυχεῖν Ἡραιεύς, οἶμαι, ὤν. ἑκατοστῇ καὶ τεσσαρακοστῇ καὶ πέμπτῃ Ὀλυμπιάδι παῖδα παγκρατιαστὴν ἐνέγραψαν οὐκ οἶδα ἐξ ὅτου βραδέως αὐτὸν ἐννοήσαντες εὐδοκιμοῦντα ἤδη παρʼ ἑτέροις· ὀψὲ γὰρ τῶν Ὀλυμπιάδων Αἰγύπτου ἤδη στεφανουμένης ἤρξατο, κἀκείνη δὲ ἡ νίκη Αἰγυπτίου ἐγένετο· Ναύκρατις γοῦν ἀνερρήθη νικῶντος Αἰγυπτίου Φαιδίμου. ταῦτα οὐκ ἄν μοι δοκεῖ καθʼ ἓν οὑτωσὶ παρελθεῖν ἐς ἀγῶνας, οὐδὲ ἂν σπουδασθῆναί ποτε Ἠλείοις τε καὶ Ἕλλησι πᾶσιν, εἰ μὴ γυμναστικὴ ἐπεδίδου καὶ ἤσκει αὐτά·4 καὶ γὰρ αὐταὶ τῶν ἀθλητῶν αἱ νῖκαι τοῖς γυμνασταῖς οὐ μεῖον ἢ τοῖς ἀθληταῖς πρόσκεινται.
他们说,少年五项全能亦在第三十八届赛会时引入该地,当时拉刻代蒙人欧忒利达斯获胜,但少年自此不再于奥林匹亚角逐这一项目。在第四十六届奥林匹亚赛会——因为当时初次设立——赢得少年单跑道赛跑的,是米利都的美少年波吕墨斯托尔,他凭双脚奔跑的气势甚至能赶上野兔。关于少年拳击,有人说始于第四十一届奥林匹亚赛会,由绪巴里斯人菲勒塔斯获胜;另有人则称是在第六十届,由来自凯奥斯岛的克里奥斯获胜。在第六十五届赛会中,达玛雷托斯据称是首个赢得重装步兵赛跑的人,依我之见他是个赫拉亚人。在第一百四十五届奥林匹亚赛会中,他们不知何故迟迟才注意到在别处早已享有盛誉的少年潘克拉辛,并将其登记入册;因为它始于奥林匹亚赛会的晚期,当时埃及已然荣获桂冠,而那场胜利亦归于一位埃及人:至少,当埃及人淮迪莫斯获胜时,诺克拉提斯之名被宣告传扬。在我看来,若非体育术不断进步并淬炼这些项目,它们决不会像这样逐一进入赛会,也决不会受到厄利斯人以及全希腊人的如此热切追求;因为竞技者自身的胜利,归于体育指导者的荣誉绝不少于竞技者本人。
- 12ἄλλος ἄλλην Ὀλυμπιάδα, δύο δὲ οὐδεὶς ὁ αὐτός
短语 ἄλλος ἄλλην 属于典型的分配表达(“不同的人在不同的赛会中[获胜]”),承接动词 ἐνίκων。后半句 δύο δὲ οὐδεὶς ὁ αὐτός 中省略了动词(ἐνίκα),其中 δύο 作表示数量的内宾语对格(“赢得两届”),而 ὁ αὐτός 修饰主语 οὐδείς,意为“同一个人”。
- 12ἐπιγράψας τὴν Σμύρναν ἔργῳ καλῷ
动词 ἐπιγράφω 本意为“刻上铭文”,在此直接以城邦名(τὴν Σμύρναν)作直接宾语,配以方式与格(ἔργῳ καλῷ),构成比喻性表达,意为“以崇高业绩如题刻铭文般使士麦那之名传扬显赫”。
- 13τὴν δὲ ἰδέαν ταύτην μηκέτι ἀγωνίσασθαι παῖδα ἐν Ὀλυμπίᾳ
间接引语中的对格加不定式结构。παῖδα 作不定式 ἀγωνίσασθαι 的逻辑主语(“少年参加比赛”),否定词 μηκέτι 否定不定式。τὴν ἰδέαν ταύτην 作为动词 ἀγωνίζομαι 的内宾语对格(“角逐此种比赛形式”)。
- 13ταῦτα οὐκ ἄν μοι δοκεῖ καθʼ ἓν οὑτωσὶ παρελθεῖν ἐς ἀγῶνας, οὐδὲ ἂν σπουδασθῆναί ποτε Ἠλείοις τε καὶ Ἕλλησι πᾶσιν, εἰ μὴ γυμναστικὴ ἐπεδίδου καὶ ἤσκει αὐτά
这是一个与事实相反的条件句(反事实条件句),其主句被整合为依附于 δοκεῖ 的不定式结构。从句为过去/持续反事实(εἰ μή 搭配未完成过去时 ἐπεδίδου 与 ἤσκει);主句原本应为直说法加 ἄν,在此转化为 ἄν 搭配不定式(παρελθεῖν 与 σπουδασθῆναι),作为 δοκεῖ 的补足成分。虚词 ἄν 同时修饰这两个并列的不定式。
