← 斐洛斯脱拉德

体育论

§10-11

拳击皮条演变与重竞技的军事功用

作者对比了古代与当时拳击皮条的不同形制,阐述了摔跤与潘克拉辛在军事上的功用,并解释了厄利斯人因摔跤训练极度严酷而独独准许摔跤获得无争胜利的规定。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10

ὥπλιστο δὲ ἡ ἀρχαία πυγμὴ τὸν τρόπον τοῦτον· ἐς στρόφιον οἱ τέτταρες τῶν δακτύλων ἐνεβιβάζοντο, καὶ ὑπερέβαλλον τοῦ στροφίου τοσοῦτον, ὅσον εἰ συνάγοιντο, πὺξ εἶναι,1 ξυνείχοντο δὲ ὑπὸ σειρᾶς, ἣν καθάπερ ἔρεισμα ἐβέβληντο ἐκ τοῦ πήχεος. νυνὶ δὲ αὖ μεθέστηκε, ῥινοὺς γὰρ τῶν πιοτάτων βοῶν δέψοντες ἱμάντα ἐργάζονται πυκτικὸν ὀξὺν καὶ προεμβάλλοντα, ὁ δέ γε ἀντίχειρ οὐ ξυλλαμβάνει τοῖς δακτύλοις τοῦ πλήττειν ὑπὲρ συμμετρίας τῶν τραυμάτων, ὡς μὴ πᾶσα ἡ χεὶρ μάχοιτο. ὅθεν τοὺς ἱμάντας τοὺς ἀπὸ τῶν συῶν ἐκκρίνουσι τῶν σταδίων, ὀδυνηρὰς ἡγούμενοι τὰς ἀπʼ αὐτῶν πληγὰς καὶ δυσιάτους.

古代的拳击是这样装备的:四根手指穿入一条皮带中,伸出皮带的长度刚好使得握紧时成拳,并由一条如同支架般从前臂缠绕而来的皮绳固定。然而如今情形又有所变化;他们鞣制最肥壮公牛的生皮,制成锋利且向前突出的拳击皮条,而大拇指则不协助其他手指进行击打,以便使伤势保持适度,不至于让整只手都参与战斗。因此,他们把猪皮制成的皮条逐出赛场,认为由其造成的创伤剧痛难忍且难以愈合。

§11

πάλη δὲ καὶ παγκράτιον ὡς ἐς τό πρόσφορον τῷ πολέμῳ εὕρηται, πρῶτον μὲν δηλοῖ τὸ Μαραθῶνι ἔργον διαπολεμηθὲν οὕτως Ἀθηναίοις, ὡς ἀγχοῦ πάλης φαίνεσθαι, προσόντος τούτου τῷ ἔργῳ, δεύτερον δὲ τὸ ἐν Θερμοπύλαις, ὅτε Λακεδαιμόνιοι κλασθέντων αὐτοῖς ξιφῶν τε καὶ δοράτων πολλὰ ταῖς χερσὶ γυμναῖς ἔπραξαν. ὁπόσα δέ ἐστιν ἐν ἀγωνίᾳ, προτετίμηται πάντων τὸ παγκράτιον, καίτοι συγκείμενον ἐξ ἀτελοῦς πάλης καὶ ἀτελοῦς πυγμῆς, προτετίμηται δὲ παρʼ ἑτέροις, ὡς Ἠλεῖοί γε τὴν πάλην καρτερὰν νενομίκασι καὶ ἀλεγεινὴν κατὰ τοὺς ποιητάς, οὐ μόνον ἐπὶ ταῖς διαπλοκαῖς τῶν παλαισμάτων, αἷς δεῖ τοῦ σώματος ὑγροῦ καὶ εὐκόλου, ἀλλὰ καὶ τῷ ἐν προαγῶνι ἀγωνίζεσθαι τρίς, ἐπεὶ δεῖ τοσούτων δὴ πτωμάτων.2 παγκράτιον γοῦν καὶ πυγμὴν ἀκονιτὶ στεφανοῦν3 δεινὸν ἡγούμενοι τὸν παλαιστὴν οὐκ ἀπελαύνουσιν, ἐπειδὴ ὁ νόμος τὴν τοιάνδε νίκην μόνῃ ξυγχωρεῖν φησι τῇ γυρῷ καὶ ταλαιπώρῳ πάλῃ, καὶ σαφὴς ἐμοὶ γοῦν ἡ αἰτία, διʼ ἣν ὁ νόμος οὕτω προστάττει· τοῦ γὰρ δὴ ἀγωνίσασθαι ἐν Ὀλυμπίᾳ δεινοῦ ὄντος χαλεπώτερον ἔτι τὸ γυμνάζεσθαι δοκεῖ. τὰ μὲν οὖν τῶν κούφων γυμνάζεται ὁ δολιχοδρόμος ὀκτώ που ἢ δέκα στάδια καὶ ὁ πένταθλος τι τῶν τριῶν, οἱ δρομεῖς δίαυλον ἢ στάδιον ἢ ἄμφω· τί δεινὸν ἀπὸ τῶν τοιούτων; οὐδέν· ὁ γὰρ τρόπος τῶν γυμνασίων ὁ αὐτός, ἤν τε Ἠλεῖοι γυμνάζωσιν, ἤν τε ἕτεροι· ὁ δὲ βαρύτερος ἀθλητὴς γυμνάζεται μὲν ὑπὸ Ἠλείων κατὰ τὴν ὥραν τοῦ ἔτους, ὅτε μάλιστα ὁ ἥλιος τὴν ἰλὺν ἐν κοίλῃ Ἀρκαδίᾳ αἴθει, κόνιν δὲ ἀνέχεται θερμοτέραν τῆς Αἰθιόπων ψάμμου, καρτερεῖ δὲ ἐκ μεσημβρίας ἀρξάμενος. καὶ τούτων οὕτω ταλαιπώρων ὄντων τὸ ἐπιπονώτατον οἱ παλαισταί εἰσιν· ὁ μὲν γὰρ πύκτης, ἐπειδὰν ὁ τοῦ σταδίου καιρὸς ἥκῃ, τρωθήσεται καὶ τρώσει καὶ προσβήσεται ταῖς κνήμαις, γυμναζόμενος δὲ σκιὰν τῆς ἀγωνίας ἐπιδείξεται, καὶ ὁ παγκρατιαστὴς ἀγωνιεῖται μὲν πάντα τρόπον, ὁπόσοι ἐν παγκρατίῳ εἰσίν, γυμνάζεται δὲ ἄλλοτε ἄλλον, πάλη δὲ ταὐτὸν μὲν ἐν προαγῶνι, ταὐτὸν δὲ καὶ ἐν ἀγῶνι· παρέχεται γὰρ ἑκατέρα πεῖραν, ὁπόσα οἶδε καὶ ὁπόσα δύναται, γυρά τε εἰκότως εἴρηται· γυρὸν γὰρ πάλης καὶ τὸ ὀρθόν, ὅθεν Ἠλεῖοι στεφανοῦσι τὸ γυμναστικώτατον κἀκ μόνου τοῦ γεγυμνάσθαι.4

摔跤与潘克拉辛是因其对战争有用而被创设的,这一点首先由雅典人在马拉松所进行的战功所表明——那场战斗如此进行,以至于看似接近摔跤,且这一点也具备于这场战斗中;其次由温泉关之战所表明——当时拉刻代蒙人的刀剑和长矛皆已折断,他们用空拳建成了许多功业。在竞技的一切项目中,潘克拉辛尽管是由不完全的摔跤和不完全的拳击复合而成,却在所有项目中居于首位;然而它是在其他人那里备受推崇,因为至少厄利斯人依诗人们的说法,认为摔跤不仅因其需要身体柔软敏捷的各种扭斗招式,而且也因必须在预备阶段较量三次——因为正好需要三次倒地——而是一项艰苦且痛苦的运动。因此,他们虽认为在潘克拉辛和拳击中授予无争桂冠是不可思议的,却并不拒斥摔跤手,因为法律规定只将此类胜利准予屈身而劳苦的摔跤;而在我看来,法律之所以如此规定的原因亦十分清楚:因为在奥林匹亚比赛固然可怕,但受训显得还要更为艰难。在轻量项目中,长跑者训练约八或十个单跑道距离,五项全能者训练三项中的某一项,短跑者训练双跑道或单跑道或兼而有之;在这些项目中有什么可怕的呢?什么也没有;因为无论是由厄利斯人指导训练,还是由其他人指导,训练的方式都是一样的。然而重量级竞技者却是由厄利斯人在一年中太阳最灼烤低洼阿卡迪亚泥土的时节加以训练,承受着比埃塞俄比亚之沙还要炎热的尘土,自正午开始坚忍支撑。即便在这些如此劳苦的境况中,摔跤手也是承受最多辛劳的:因为拳击手在赛场的时刻到来时,固然会受伤也会伤人,并以前胫迈步逼近,但在训练时展现的不过是比赛的影子;潘克拉辛运动员固然会以潘克拉辛所包含的一切方式参赛,但在训练中却一次只练习一种;唯独摔跤在预备训练中与在正式比赛中是完全一致的。因为二者皆考验选手所知的一切与所能做到的一切,而且它被称为‘屈身的’也是理所当然的;因为在摔跤中,就连站立姿势也是屈曲的。因此,厄利斯人仅凭完成了训练这一点,便为这项最需要训练的技艺授予桂冠。

语法注4 条
  1. 10ὅσον εἰ συνάγοιντο, πὺξ εἶναι

    由 ὅσον 引导的程度/结果从句中嵌入了虚拟条件从句 εἰ συνάγοιντο。不定式 εἶναι 依附于 ὅσον 表示结果,其逻辑主语为上下文中的“手指”,意为“刚好达到若握紧便成拳的程度”。

  2. 11τῷ ἐν προαγῶνι ἀγωνίζεσθαι τρίς, ἐπεὶ δεῖ τοσούτων δὴ πτωμάτων

    带冠词的与格不定式 τῷ ... ἀγωνίζεσθαι 与前文的介词短语 ἐπὶ ταῖς διαπλοκαῖς 并列,表达厄利斯人认为摔跤艰苦的第二个原因(“由于在预备阶段要比试三次”)。这指代摔跤比赛中必须使对手倒地三次(πτώματα)方能获胜的规则。

  3. 11ἀκονιτὶ στεφανοῦν

    副词 ἀκονιτὶ 字面意为“不染尘埃地”(即无需步入洒有尘土的竞技场交锋),指因对手弃权或无人敢应战而获得的“不战而胜/无争胜利”。整个不定式短语作为 δεινὸν ἡγούμενοι 的宾语。

  4. 11κἀκ μόνου τοῦ γεγυμνάσθαι

    为 καὶ ἐκ 与带冠词的完成时不定式 τοῦ γεγυμνάσθαι(已经受过训练)的合字(crasis)。它作为介词 ἐκ 的宾语,表达理由根据,与支配中性特指宾语 τὸ γυμναστικώτατον(最具训练强度的项目,即摔跤)的 στεφανοῦσι 连用,意为“仅凭完成了训练这单一事实便授予桂冠”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg007.humanitext-grc2:10-11