← 斐洛斯脱拉德

体育论

§4-9

各种赛跑项目与拳击的起源

作者论述了长跑、单跑道短跑、双跑道短跑及各地重装步兵跑的起源,提出奥林匹亚武装跑象征休战结束与战争开始的自身见解,并阐释了拳击源于拉哥尼亚及其代替头盔防护头部的功能。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4

δολίχου δὲ αἰτία ἦν ἥδε· δρομοκήρυκες ἐξ Ἀρκαδίας ἐφοίτων ἐς τὴν Ἑλλάδα τῶν πολεμικῶν ἄγγελοι, καὶ ἀπείρητο αὐτοῖς μὴ ἱππεύειν,1 ἀλλʼ αὐτουργοῖς εἶναι τοῦ δρόμου. τὸ ἀεὶ οὖν ἐν βραχεῖ τῆς ἡμέρας διαδραμεῖν στάδια ὁπόσα ὁ δόλιχος, δολιχοδρόμους τοὺς δρομοκήρυκας εἰργάζετο καὶ ἐγύμναζε τῷ πολέμῳ.

长跑的起因乃是如此:来自阿卡迪亚的信使作为战事的通报者穿梭于希腊各地,他们被明令禁止骑马,而必须亲自奔跑。因此,在一天的短暂时间内始终跑完如同长跑那般多数目的单跑道距离,便把这些信使锻炼成了长跑者,并使他们为战争做好了准备。

§5

στάδιον δὲ ὧδε εὕρηται· θυσάντων Ἠλείων ὁπόσα νομίζουσι, διέκειτο μὲν ἐπὶ τοῦ βωμοῦ τὰ ἱερά, πῦρ δὲ αὐτοῖς οὔπω ἐνέκειτο. στάδιον δὲ οἱ δρομεῖς ἀπεῖχον τοῦ βωμοῦ καὶ εἱστήκει πρὸ αὐτοῦ ἱερεὺς ξὺν λαμπαδίῳ βραβεύων, καὶ ὁ νικῶν ἐμπυρίσας τὰ ἱερὰ Ὀλυμπιονίκης ἀπῄει.

单跑道短跑则是这样被创设的:在厄利斯人奉献了他们依习俗当献之祭后,祭品已陈列在祭坛上,但尚未点火。奔跑者与祭坛相距一个单跑道的距离,祭坛前立着一位手持火把担任裁判的祭司;胜出者点燃祭品,便作为奥林匹亚获胜者离去。

§6

ἐπεὶ δὲ Ἠλεῖοι θύσειαν, ἔδει μὲν καὶ τοὺς ἁπάντων τῶν Ἑλλήνων θύειν θεωρούς, ὡς δὲ μὴ ἀργῶς ἡ πρόσοδος αὐτῶν γίγνοιτο, ἔτρεχον οἱ δρομεῖς ἀπὸ τοῦ βωμοῦ στάδιον, οἷον καλοῦντες τὸ Ἑλληνικόν, καὶ πάλιν ἐς ταὐτὸν ὑπέστρεφον οἷον ἀγγέλλοντες, ὅτι δὴ ἀφίξοιτο ἡ Ἑλλὰς χαίρουσα· ταῦτα μὲν οὖν περὶ διαύλου.

当厄利斯人献祭完毕后,全希腊各邦的使节亦需献祭;但为了使他们的入场不致徒劳迟滞,奔跑者便从祭坛跑出一个单跑道的距离,宛如在召唤全希腊人,随后又折返回同一地点,宛如在宣告希腊诸邦正欣然前来。关于双跑道短跑的事宜便是如此。

§7

οἱ δρόμοι δὲ οἱ ὁπλῖται ποικίλοι μέν, καὶ μάλιστα οἱ κατὰ Νεμέαν, οὓς ἐνόπλους τε καὶ ἱππίους ὀνομάζουσιν, ἀνάκειται δὲ τοῖς ἀμφὶ Τυδέα τοῖς ἑπτά. ὁ δέ γε Ὀλυμπιακὸς ὁπλίτης, ὡς μὲν Ἠλεῖοί φασιν, ἐτέθη διὰ ταῦτα· πόλεμον Ἠλεῖοι Δυμαίοις ξυνῆψαν οὕτω τι ἀκήρυκτον, ὡς μηδὲ τὰ Ὀλύμπια ἀνοχὰς εἶναι, νικώντων δὲ αὐτῶν κατʼ αὐτὴν τὴν τῶν ἄθλων ἡμέραν ὁπλίτης λέγεται τῶν ἀπὸ τῆς μάχης ἐσδραμεῖν ἐς τὸ στάδιον εὐαγγέλια ἀπάγων τῆς νίκης. ταυτὶ δὲ πιθανὰ μέν, ἀκούω δʼ αὐτὰ καὶ Δελφῶν, ἐπειδὴ πρὸς ἐνίας τῶν Φωκίδων πόλεων ἐπολέμησαν, καὶ Ἀργείων, ἐπειδὴ πολέμῳ συνεχεῖ πρὸς Λακεδαιμονίους ἐτρίβοντο, καὶ Κορινθίων, ἐπειδὴ καὶ ἐν αὐτῇ τῇ Πελοποννήσῳ καὶ ὑπὲρ τὰ ὅρια τοῦ Ἰσθμοῦ ἐπολέμουν· ἐμοὶ δὲ ἕτερα περὶ τοῦ ὁπλίτου δοκεῖ· φημὶ γὰρ νενομίσθαι μὲν αὐτὸν ἐκ πολεμικῆς αἰτίας, παριέναι δὲ ἐς τοὺς ἀγῶνας πολέμου ἀρχῆς ἕνεκα, δηλούσης τῆς ἀσπίδος, ὅτι πέπαυται ἐκεχειρία, δεῖ δὲ ὅπλων. εἰ δὲ μὴ ῥᾳθύμως ἀκούεις τοῦ κήρυκος, ὁρᾷς ὡς ἐπὶ πάντων τελευτῆς κηρύττει λήγειν μὲν τὸν τῶν ἄθλων ταμίαν ἀγῶνα, τὴν σάλπιγγα δὲ τὰ τοῦ Ἐνυαλίου σημαίνειν προκαλουμένην τοὺς νέους ἐς ὅπλα. κελεύει δὲ τουτὶ τὸ κήρυγμα καὶ τοὔλαιον ἀραμένους ἐκποδὼν ποι φέρειν, οὐχ ὡς ἀλειψομένους, ἀλλʼ ὡς πεπαυμένους τοῦ ἀλείφεσθαι.

重装步兵跑的形式多种多样,尤其是涅墨亚的比赛,他们既称之为武装跑,也称之为赛马场长度跑,这是献给以堤丢斯为首的攻忒拜七勇士的。至于奥林匹亚的重装步兵跑,据厄利斯人说,乃是由于下列缘由而设立的:厄利斯人与迪梅人爆发了一场严酷至极的无休战誓约之战,以至于连奥林匹亚赛会期间亦无停战;在竞技大会的正日他们获胜时,据说一名重装步兵从战场奔入赛场,带来了胜利的喜报。这些说法固然看似可信,但我亦从德尔斐人那里听说过类似的叙述——因为他们曾与福基斯的若干城邦交战;亦从阿哥斯人那里听说过——因为他们曾因与拉刻代蒙人的连年战争而精疲力竭;亦从科林斯人那里听说过——因为他们既在伯罗奔尼撒本土交战,又在科林斯地峡的边界之外作战。然而对于重装步兵跑,我持有不同的看法:我认为这项比赛诚然是出于军事原因而设立的,但它被引入赛会乃是为了象征战争的开始,因为盾牌表明休战已经结束,如今需要动用武器。如果你并非粗心大意地倾听传令官的声音,就会看到他在所有项目结束时如何宣告:主持赛会的竞技已经终结,而号角正吹响战神恩纽阿里奥斯的号令,召唤青年拿起武器。这一宣告甚至命令他们收起橄榄油并移走,不是作为将要涂油之人,而是作为已经停止涂油之人。

§8

ἄριστος δὲ ὁ κατὰ Βοιωτίαν καὶ Πλάταιαν ὁπλίτης ἐνομίζετο διά τε τὸ μῆκος τοῦ δρόμου διά τε τὴν ὅπλισιν ποδήρη οὖσαν καὶ σκεπάζουσαν τὸν ἀθλητήν, ὡς ἂν εἰ καὶ μάχοιτο,2 διά τε τὸ ἐπʼ ἔργῳ λαμπρῷ κεῖσθαι τῷ Μηδικῷ, διά τε τὸ νομίσαι ταῦτα Ἕλληνας κατὰ βαρβάρων, καὶ μὴν καὶ διὰ τὸν νόμον τὸν ἐπὶ τοῖς ἀγωνιουμένοις κείμενον, ὡς νενόμικεν ἡ Πλάταια· τὸν γὰρ ἤδη παρʼ αὐτοῖς ἐστεφανωμένον, εἰ ἀγωνίζοιτο αὖθις, ἐγγυητὰς ἔδει καταστῆσαι τοῦ σώματος,3 θάνατος γὰρ ἡττωμένῳ προσετέτακτο.

在维奥蒂亚和普拉提亚的重装步兵跑被认为是最出色的,这既是因为赛程的长度,也是因为其直至脚下的全套武装遮蔽着竞技者,宛如他在真正作战一般;亦是因为它是为了纪念抗击波斯的辉煌战功而设,且是希腊人为了对抗蛮族而设立的;不仅如此,还因为根据普拉提亚的规约所设定的施加于参赛者身上的法律:凡是在他们那里已经获得桂冠之人,若再次参赛,就必须为自己的性命提供担保人,因为战败者被处以死刑。

§9

Πυγμὴ δὲ Λακωνικὸν εὕρημα καὶ ἐς Βέβρυκάς ποτε βαρβάρους ἦλθεν, ἄριστά τε αὐτῇ Πολυδεύκης ἐχρῆτο, ὅθεν οἱ ποιηταὶ αὐτὸν ἐκ τούτων ᾖδον. ἐπύκτευον δὲ οἱ ἀρχαῖοι Λακεδαιμόνιοι διὰ τάδε· κράνη Λακεδαιμονίοις οὐκ ἦν, οὐδʼ ἐγχώριον ἡγοῦντο τὴν ὑπʼ αὐτοῖς μάχην, ἀλλʼ ἦν ἀσπὶς ἀντὶ κράνους τῷ μετʼ ἐπιστήμης φέροντι. ὡς οὖν φυλάττοιντο μὲν τὰς κατὰ τοῦ προσώπου πληγάς, πληττόμενοι δὲ ἀνέχοιντο, πυγμὴν ἐπήσκησαν καὶ τὰ πρόσωπα οὕτω στέγειν ἐνεγυμνάζοντο. προιόντες δὲ μεθῆκαν τὸ πυκτεύειν καὶ τὸ παγκρατιάζειν ὁμοίως, αἰσχρὸν ἡγούμενοι διαγωνίζεσθαι ταῦτα, ἐν οἷς ἔστιν ἑνὸς ἀπειπόντος διαβεβλῆσθαι τὴν Σπάρτην4 ὡς μὴ εὔψυχον.

拳击是拉哥尼亚人的发明,甚至一度传至蛮族贝布吕克斯人那里。波吕丢刻斯最擅长此道,因此诗人们因这些技艺而歌咏他。古代拉刻代蒙人练习拳击是出于以下缘由:拉刻代蒙人没有头盔,也不认为戴头盔作战合乎本土习俗,但对于熟练持盾者而言,盾牌可代头盔之用。因此,为了防备面部遭受打击,并在遭受打击时能够承受,他们便研习拳击,以此训练保护面部。但随着时间的推移,他们放弃了拳击,也同样放弃了潘克拉辛,认为在这些项目中争斗乃是可耻的,因为只要有一人认输,斯巴达便可能被指责为缺乏勇气。

语法注4 条
  1. 4ἀπείρητο αὐτοῖς μὴ ἱππεύειν

    禁止类动词(ἀπαγορεύω 的完成时被动式 ἀπείρητο)后接补足不定式所带的冗余否定词 μή。此处的否定重叠并非双重否定表肯定,而是希腊语表达禁止的常规句法(意为“他们被禁止骑马”),随后的 ἀλλʼ αὐτουργοῖς εἶναι τοῦ δρόμου(而是亲自奔跑)亦证实了这一正反对比。

  2. 8ὡς ἂν εἰ καὶ μάχοιτο

    比较虚拟结构(ὡς ἂν εἰ 搭配希求式 μάχοιτο),意为“宛如他真正作战一般”。该句修饰分词短语 σκεπάζουσαν τὸν ἀθλητήν,形象地说明覆盖至脚下的沉重武装如同置身于实战之中。

  3. 8ἐγγυητὰς ἔδει καταστῆσαι τοῦ σώματος

    τοῦ σώματος 是修饰名词 ἐγγυητάς 的宾格性属格(或涉及范围属格),意为“关于其人身/性命的担保人”。紧接着的解释从句 θάνατος γὰρ ἡττωμένῳ προσετέτακτο(因为败者被判处死刑)表明,由于再赛落败会有丧命之虞,因此必须设立为其性命作保的担保人。

  4. 9ἐν οἷς ἔστιν ἑνὸς ἀπειπόντος διαβεβλῆσθαι τὴν Σπάρτην

    关系代词 οἷς 的先行词为前文的 ταῦτα(拳击与潘克拉辛)。关系从句的核心结构是非人称动词 ἔστιν(可能/足以发生),支配带有宾格逻辑主语的完成时不定式结构 διαβεβλῆσθαι τὴν Σπάρτην(斯巴达蒙受毁谤),其间插入了表条件的属格绝对结构 ἑνὸς ἀπειπόντος(只要有一人认输/弃权)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg007.humanitext-grc2:4-9