← 斐洛斯脱拉德

书信与讲演集

§2.1

书简文体的典范与文风原则

作者列举了在哲学家、将领、皇帝和演说家中书简文体的卓越典范,继而阐述了适宜的书简文风原则:兼顾日常惯用与阿提卡文雅,避免过分雕饰与繁复圆句,并以平实与新颖并济来实现明晰而不粗俗。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1

τὸν ἐπιστολικὸν χαρακτῆρα τοῦ λόγου1 μετὰ τοὺς παλαιοὺς ἄριστά μοι δοκοῦσι διεσκέφθαι φιλοσόφων μὲν ὁ Τυανεὺς καὶ Δίων, στρατηγῶν δὲ Βροῦτος ἢ ὅτῳ Βροῦτος ἐς τὸ ἐπιστέλλειν ἐχρῆτο, βασιλέων δὲ ὁ θεσπέσιος Μάρκος ἐν οἷς ἐπέστελλεν αὐτός, πρὸς γὰρ τῷ κεκριμένῳ τοῦ λόγου καὶ τὸ ἑδραῖον τοῦ ἤθους ἐντετύπωτο τοῖς γράμμασι, ῥητόρων δὲ ἄριστα μὲν Ἡρώδης ὁ Ἀθηναῖος ἐπέστελλεν, ὑπεραττικίζων δὲ καὶ ὑπερλαλῶν ἐκπίπτει πολλαχοῦ τοῦ πρέποντος ἐπιστολῇ χαρακτῆρος. δεῖ γὰρ φαίνεσθαι τῶν ἐπιστολῶν τὴν ἰδέαν ἀττικωτέραν μὲν συνηθείας, συνηθεστέραν δὲ ἀττικίσεως καὶ συγκεῖσθαι μὲν πολιτικῶς, τοῦ δὲ ἁβροῦ μὴ ἀπᾴδειν. ἐχέτω δὲ τὸ εὔσχημον ἐν τῷ μὴ ἐσχηματίσθαι,2 εἰ γὰρ σχηματιοῦμεν, φιλοτιμεῖσθαι δόξομεν, φιλοτιμία δὲ ἐν ἐπιστολῇ μειρακιῶδες. κύκλον δὲ ἀποτορνεύειν ἐν μὲν ταῖς βραχυτέραις τῶν ἐπιστολῶν ξυγχωρῶ, ἵνα τούτῳ γοῦν ἡ βραχυλογία ὡραίζοιτο ἐς ἄλλην ἠχὼ πᾶσα στενὴ οὖσα,3 τῶν δὲ ἐς μῆκος προηγμένων ἐπιστολῶν ἐξαιρεῖν χρὴ κύκλους,4 ἀγωνιστικώτερον γὰρ ἢ κατὰ ἐπιστολὴν τοῦτο, πλὴν εἰ μή που ἐπὶ τελευτῆς τῶν ἐπεσταλμένων ἢ ξυλλαβεῖν δέοι τὰ προειρημένα ἢ ξυγκλεῖσαι τὸ ἐπὶ πᾶσι νόημα. σαφήνεια δὲ ἀγαθὴ μὲν ἡγεμὼν ἅπαντος λόγου, μάλιστα δὲ ἐπιστολῆς· καὶ γὰρ διδόντες καὶ δεόμενοι καὶ ξυγχωροῦντες καὶ μὴ καὶ καθαπτόμενοι καὶ ἀπολογούμενοι καὶ ἐρῶντες ῥᾷον πείσομεν, ἢν σαφῶς ἑρμηνεύσωμεν· σαφῶς δὲ ἑρμηνεύσομεν καὶ ἔξω εὐτελείας, ἢν τῶν νοηθέντων τὰ μὲν κοινὰ καινῶς φράσωμεν, τὰ δὲ καινὰ κοινῶς.

在古人之后,在我看来,对于言辞的书简风格体裁探讨得最为透彻者,在哲学家中有提亚纳人与迪翁,在将领中有布鲁图斯或布鲁图斯借以写信之人,在皇帝中则有神圣的马可——在他亲自书写的信函中;因为除了言辞的审慎洗练之外,他人格的沉着厚重亦铭刻在字里行间。在演说家中,雅典的希罗德写信最为出色,但他因过分拟古且过度繁冗,而在许多地方偏离了适合书简的风格体裁。盖因书简的形式,应当显现得比日常惯用更为雅洁,却又比刻意的阿提卡拟古更为通俗,既要依公民的平实质朴而构建,又不至与典雅脱节。它应当在不施修饰之中显其端庄;因为我们若刻意雕琢,便显得是在炫耀好胜,而在书简中炫耀好胜乃是幼稚之举。不过,在较为简短的信函中,我允许将圆句琢磨圆润,以便借此使本属促狭的简短言辞至少能够修饰出另一番声韵;然而对于延展成长篇的信函,则必须摒除圆句,因为这更近乎论辩争胜,而不合乎书简之体,除非在所写内容的结尾处,或许需要总结前文,或是收束全篇的最终意旨。清晰则是一切言辞的良好向导,而在书简中尤甚;盖因无论我们在给予、乞求、应允与拒绝,还是在责备、申辩与传情,只要表达得清晰,便能更容易说服对方;而只要在所思的内容中,将寻常之事以新颖之语道出,新颖之事以平易之言道出,我们便能表达得既清晰而不流于粗鄙。

语法注4 条
  1. 2.1τὸν ἐπιστολικὸν χαρακτῆρα τοῦ λόγου

    本宾格短语被前置于句首(提置/倒装),作为后文不定式 διεσκέφθαι 的直接宾语。主句的基本句法骨架为:δοκοῦσί μοι(在我看来……)+ 主语(如 ὁ Τυανεὺς καὶ Δίων 等)+ 不定式 διεσκέφθαι + 宾语 τὸν ἐπιστολικὸν χαρακτῆρα。

  2. 2.1ἐν τῷ μὴ ἐσχηματίσθαι

    由介词 ἐν 支配带有中性单数与格定冠词 τῷ 的完成时被动态不定式,字面意为“在不被修辞技巧/句式(schemata)刻意雕琢之中”。动词 σχηματίζω 在修辞学术语中特指使用人工的修辞辞格或句式。

  3. 2.1ἵνα τούτῳ γοῦν ἡ βραχυλογία ὡραίζοιτο ἐς ἄλλην ἠχὼ πᾶσα στενὴ οὖσα

    在主导动词 ξυγχωρῶ(现在时)之后,由 ἵνα 引导的目的从句使用了希求法 ὡραίζοιτο,体现了说话者委婉、假设性的主观考量。分词短语 πᾶσα στενὴ οὖσα 与主语 ἡ βραχυλογία 保持一致,在此表原因(“因简短本身通体都是局促狭窄的”)。

  4. 2.1τῶν δὲ ἐς μῆκος προηγμένων ἐπιστολῶν ἐξαιρεῖν χρὴ κύκλους

    属格短语 τῶν... προηγμένων ἐπιστολῶν 作为分离属格,由复合不定式 ἐξαιρεῖν(除外、拿掉)中的前缀 ἐξ- 所支配,意为“应当从延展成长篇的书信中摒除圆句”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg006.humanitext-grc2:2.1