← 斐洛斯脱拉德

书信与讲演集

§2.2

自然与习惯规范的同源及相互依存

作者首先概述了将自然与习惯法令视为根本对立的通说观点,随后予以反驳,指出二者本属同源、相互依存与交融,并进一步阐明居于二者之间的“偶发变异”的作用。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.2

οἱ τὸν νόμον τῇ φύσει ἀνθομοιοῦντες ἀντικεῖσθαι μὲν ταῦτά φασιν ἀλλήλοις, καθάπερ τὸ λευκὸν τῷ μέλανι καὶ τὸ μανὸν τῷ πυκνῷ καὶ τὸ μελιχρὸν τῷ πικρῷ καὶ τὸ ψυχρὸν τῷ θάλποντι, εἶναι δὲ φύσεως μὲν ἔργα ζῷα καὶ ἄστρα καὶ ποταμοὺς καὶ ἴδας καὶ πεδία καὶ ἰσθμοὺς καὶ πορθμοὺς καὶ καθάπαξ τὸ ὑπὲρ τέχνην, νόμου δὲ ἔργα τείχη καὶ νεώσοικοι καὶ ναῦς καὶ ἀσπὶς καὶ λήια καὶ πᾶν τὸ ὑπὸ χεῖρα, καὶ τὰ μὲν τῆς φύσεως ἄφθαρτα εἶναι τὸν ἀεὶ χρόνον, τήν τε θάλατταν μένειν, ὁπόση ἐγένετο, καὶ τὴν γῆν, ὁπόση ὡρίσθη, καὶ τὸν αἰθέρα, ὡς ἔφυ, ἄστρα τε καὶ ὥρας, ὡς ἐκείνων κύκλος, καὶ τὸ ἐπὶ ζῷα δὲ αὐτῆς ἧκον1 φθείρεσθαι μὲν αὐτὰ τὰ τικτόμενα, τὸ δὲ ἀεὶ τίκτον παρέχειν τῇ φύσει τὸν τοῦ ἀκηράτου λόγον, τὰ δὲ τοῦ νόμου φθαρτά τε εἶναι καὶ ʽχρόνᾠ ἁλωτά, τείχη τε γὰρ καὶ ἱερὰ τὰ μὲν ἁλίσκεσθαι, τὰ δὲ φθείρεσθαι σὺν χρόνῳ, οἰκίαν δὲ τὴν εὖ κατεσκευασμένην δῆλον εἶναι, ὅτι οὐκ ἀεὶ ἑστήξει καὶ τὸ ναυπηγηθὲν οὐκ εἶναι βέβαιον ὅτι μηδʼ ἡ θάλαττα βεβαία ἀνθρώποις, τεκτονικήν τε καὶ χαλκευτικὴν πᾶσαν φθαρτὰ ἐργάζεσθαι τῷ νόμῳ, καὶ τὸν μὲν νόμον οὐκ ἂν δημιουργῆσαι ζῷον ἔμψυχον οὐδέν, οὐδʼ ἄστρον, οὐδʼ αἰθέρα, οὐδʼ ἄλλο τι τῶν ὧδε θεσπεσίων καὶ μεγάλων, τὴν φύσιν δὲ ὁμοιοῦσθαι πολλαχοῦ τοῖς τοῦ νόμου εἴδεσι, χωρία τε γὰρ ὀχυροῦν τείχεσιν ἀσφαλεστέροις τῶν ποιηθέντων ἄντρα τε κισσηρεφῆ κατανοιγνύναι ἡδίω οἴκων καί που καὶ ἄγαλμα διδόναι πέτρᾳ συμφυὲς σατυρικόν τι ἢ Πανὶ ὅμοιον, ὄρη τε καὶ σκοπιὰς ὁμοιοῦν ζῳοῖς, οἷον αὐτῆς ὁ ἐν Λήμνῳ δράκων καὶ ὁ ἐν Κρήτῃ λέων καὶ ἡ βούκρανος ἡ πρὸς Χίῳ, ἀγαλματοποιούσης τε κατὰ τὸν νόμον2 καὶ τὰς νεφέλας ἐς εἴδη ζῴων ἀγούσης· βλέψαντι γοῦν ἐς αὐτὰς λύκοις τε ὁμοιοῦνται καὶ παρδάλεσι καὶ κενταύροις καὶ ἅρμασι, καὶ οὐδὲ ὁ κύκλος τῆς σελήνης ἄσημος, ἀλλὰ κἀκείνῳ τι ἐντετύπωται πρόσωπον οἷον γραφῆς ἀρρήτου· ἐμοὶ δὲ νόμος καὶ φύσις οὐ μόνον οὐκ ἐναντίω φαίνεσθον, ἀλλὰ καὶ ξυγγενεστάτω καὶ ὁμοίω καὶ διήκοντε ἀλλήλοιν· νόμος τε γὰρ παριτητέος ἐς φύσιν καὶ φύσις ἐς νόμον καὶ καλοῦμεν αὐτοῖν τὸ μὲν ἀρχήν, τὸ δʼ ἑπόμενον, κεκληρώσθω δὲ ἀρχὴν μὲν φύσις, νόμος δὲ τὸ ἕπεσθαι, οὔτε γὰρ ἂν νόμος ἐτειχοποίησεν ἢ ὑπὲρ τείχους ὥπλισεν, εἰ μὴ φύσις ἔδωκεν ἀνθρώπῳ χεῖρας, οὔτʼ ἂν ἡ φύσις ʽτἰ τῶν ἐνεργούντων ἔδειξεν, εἰ μὴ τέχναι ἐνομίσθησαν, ἔδωκέ τε φύσις μὲν νόμῳ θάλατταν αἰθέρα ἄστρα, νόμος δὲ αὖ φύσει γεωργίαν ναυτιλίαν ἀστρονομίαν καὶ ὀνόματα κεῖσθαι ταῖς ὥραις, ἄργυρόν τε καὶ χρυσὸν καὶ ἀδάμαντα καὶ μάργαρον καὶ τὰ ὧδε σπανιστὰ φύσις μὲν εὗρε, νόμος δʼ ἐτίμησε. περιωπήσαις δʼ ἂν καὶ τὰ ἀνθρώπου ὁμοίως ἔχοντα· φύσις μὲν ἔννουν δημιουργεῖ τὸν ἄνθρωπον καὶ λογικὸν καὶ εὐφυᾶ πάντα, νόμος δὲ παιδεύει καὶ ὁπλίζει καὶ ὑποδεῖ καὶ ἀμφιέννυσιν, ἐπειδὴ γυμνὸς αὐτῷ παρὰ τῆς φύσεως πέμπεται, προτίθησι δὲ ὁ νόμος καὶ ἀρετῆς ἆθλα ἀνθρώποις, οἷον τιμῶν τὴν φύσιν. καὶ μὴ τὸν νόμον ἀφαιρώμεθα τὸν τοῦ ἀθανάτου λόγον,3 καὶ γὰρ εἰ καὶ φθαρτὰ ἐργάζεται, ἀλλʼ ἀθάνατά γε αὐτὰ ποιεῖ, ὄνομα δὲ αὐτῷ τέχνη. ἠπείρου δὲ ἀπορραγεῖσα νῆσος καὶ νήσῳ ξυμβαλοῦσα ἤπειρος καὶ Πηνειὸς Ὀλύμπου διεκπεσὼν οὐ φύσεως ταῦτα οὐδὲ νόμου ἔργα· ἔστι τι ἀμφοῖν μέσον, ὃ καλεῖται συμβεβηκός, ὑφʼ οὗ ὁ νόμος ὁμοιοῦται φύσει καὶ φύσις μεταβάλλει ἐς νόμον.

那些将习惯法令与自然相对立、视二者截然不同的人声称,这两者相互对抗,正如白之于黑、疏之于密、甘之于苦、寒之于温;他们认为,自然的产物是生物、星辰、河流、山林、平原、地峡、海峡,总而言之是一切超越技艺之物;而法令的产物则是城墙、船坞、舟楫、盾牌、庄稼,以及一切受人手支配之物。他们还认为,自然之物在亘古之中永不朽坏:海洋存留如其初生之广,大地存留如其划定之界,以太存留如其本具之性,星辰与时序亦如彼等循环所示;至于自然中关乎生物的部分,受生的个体自身虽会朽灭,然而永恒生生不息者却为自然提供了完好不损的依据。相反,属于法令之物则是可朽的,且为时间所捕获;因为城墙与庙宇,或被攻陷,或随时间消逝,而建造精良的房屋显然不能永存,打造的船舶亦不可靠,因为连大海对人类而言都绝非稳固可靠;一切木作与锻造之术,皆为法令制造着可朽之物。此外,法令绝无法造出任何有灵之生物,也无法造出星辰、以太或任何其他如此神圣伟大之物;然而自然却在许多地方仿效法令的形态:因为自然以比人工修筑更为稳固的峭壁来防守要隘,开凿出比房屋更为怡人的常春藤覆盖的洞窟,并且在某处也赋予岩石一尊浑然天成、酷似萨堤洛斯或潘神的造像,将山峦与峰峦模拟成生物的形态,例如它在利姆诺斯岛的巨蟒、在克里特岛的雄狮,以及赤奥斯岛附近的牛头峰;自然甚至依循法令的手法雕造偶像,将云彩引向动物的形态。诚然,若举目望向云层,它们便肖似苍狼、花豹、人马与战车;甚至月轮也并非全无印记,而是隐约印有一副面容,犹如一幅妙不可言的画作。但在我看来,法令与自然不仅并非针锋相对,反而极其同质、彼此相似且相互交融。盖因法令当通向自然,自然亦当通向法令;在二者之中,我们称其一为本原,另一为随行者;不妨认定自然担当本原,而法令担当随行之职。因为若非自然赐予人类双手,法令既不能建造城墙,亦不能为了城墙而武装众人;若非技艺被确立为规范,自然亦无法在功用之物中显出任何功效。自然赋予法令以海洋、以太与星辰,法令则反过来赋予自然以农耕、航海、天文学,以及为时节赋予名号;白银、黄金、金刚石、珍珠等诸如此类稀世之宝,自然发现了它们,而法令评定了它们的价值。人们亦可观察到,关涉人之事物亦复如是:自然将人塑造得聪慧、具备理性且处处富于天赋;然而,鉴于人是赤裸裸地从自然那儿被遣送至法令跟前,法令便对他施以教化、予以装备、授之以履、施之以衣;法令甚至为人类设立美德的奖赏,宛如在礼赞自然。我们切不可剥夺法令所享有的不朽之理,因为即便它加工的是可朽之物,却终将它们化为不朽,其名即为技艺。然而,自大陆断裂而出的岛屿、与岛屿接壤的大陆,以及穿破奥林匹斯山奔腾而过的珀纽斯河,这些既非自然的产物,亦非法令的作为;在这两者之间存在某种居中之物,被称为‘偶发变异’,因其作用,法令乃酷似自然,自然亦转变为法令。

语法注3 条
  1. 2.2τὸ ἐπὶ ζῷα δὲ αὐτῆς ἧκον

    中性单数宾格的分词短语名词化用法,在此充当提宾作用的话题限定短语(“至于其关涉生物的部分”),引出随后的带宾格的不定式结构;在后续的从句中,不定式的主语被拆分为对应的两部分:αὐτὰ τὰ τικτόμενα 与 τὸ ἀεὶ τίκτον。

  2. 2.2ἀγαλματοποιούσης τε κατὰ τὸν νόμον

    属格独立结构。阴性单数现在分词 ἀγαλματοποιούσης 与 ἀγούσης 承前承接“自然”(φύσις)作为其未明言的逻辑主语,为前文一系列不定式(如 ὁμοιοῦν 等)增添修饰方式或伴随情态。

  3. 2.2καὶ μὴ τὸν νόμον ἀφαιρώμεθα τὸν τοῦ ἀθανάτου λόγον

    第一人称复数现在时虚拟语气,用于劝勉(hortatory subjunctive),带否定词 μή。动词 ἀφαιρέομαι 支配双重宾格:被剥夺者(τὸν νόμον)与被剥夺的事物(τὸν τοῦ ἀθανάτου λόγον)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg006.humanitext-grc2:2.2