← 斐洛斯脱拉德

书信与讲演集

§1.70-1.73

致友人书信及向皇太后为智者派辩护

作者致信友人处理日常事务,并在致尤利亚皇太后的长信中为智者派辩护,论证柏拉图与色诺芬等古典先贤乃是出于良性竞争而非嫉妒而效法高吉亚等人的修辞,并恳请皇太后劝阻普鲁塔克对智者与高吉亚的攻击。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.70

ο Κλεοφῶντι καὶ Γαίῳ. ὑπὲρ ὧν ἐπεστείλατε, τὰ μὲν ἤδη γέγονε, τὰ δὲ αὐτίκα ἔσται· ἐγὼ γὰρ Λήμνιος ὢν πατρίδα ἐμαυτοῦ καὶ τὴν Ἴμβρον ἡγοῦμαι, συνάπτων εὐνοίᾳ καὶ τὰς νήσους ἀλλήλαις καὶ ἐμαυτὸν ἀμφοτέραις.

致克勒奥芬与盖尤斯:关于你们致信所托之事,一部分业已办妥,其余亦将即刻完成。盖因我虽为利姆诺斯人,却亦将因布罗斯视作故土,以善意将二岛彼此联结,亦将自己与二者相系。

§1.71

οα Πλεισταρετιανῷ. τὸ ποιητικὸν ἔθνος πολλοὶ καὶ πλείους ἢ οἱ τῶν μελιττῶν ἑσμοί,1 βόσκουσι δὲ τὰς μὲν λειμῶνες, τοὺς δὲ οἰκίαι καὶ πόλεις, ἀνθεστιῶσί τε αἱ μὲν κηρίοις, οἱ δὲ ὀψοποιίᾳ λαμπρᾷ. εἰσὶ δὲ τῶν ποιητῶν οἱ καὶ τραγήμασιν ἑστιῶντες, τούτους δὲ ἡγώμεθα τοὺς τῶν ἐρωτικῶν ποιητάς, ὧν εἷς καὶ Κέλσος οὗτος ᾠδαῖς παραδεδωκὼς τὸν ἑαυτοῦ βίον, ὥσπερ οἱ χρηστοὶ τέττιγες. ὡς δʼ ἂν μὴ δρόσῳ, ἀλλὰ σιτίοις ἀληθινοῖς τραφείη, πεπίστευκά σοι μελήσειν.

致普莱斯塔勒提亚努斯:诗人群体人数众多,较蜜蜂之群尤盛;然而原野滋养蜜蜂,宅邸与城邦则滋养诗人,作为回报,前者以蜂巢款待,后者则以华美珍馐设席。诗人群体中亦有以蜜饯点心待客者,且让我们视其为抒写情爱的诗人,这位凯尔苏斯亦是其中之一,他如同高洁的蝉一般,将自身生命奉献于歌咏。为了使他不至以露水、而得以真正的食物为养,我相信这必会成为你挂心之事。

§1.72

οβ Ἀντωνίνῳ. οἱ πελαργοὶ τὰς πεπορθημένας πόλεις οὐκ ἐσπέτονται κακῶν πεπαυμένων ἠχὼ φεύγοντες,2 σὺ δὲ οἰκίαν οἰκεῖς, ἣν αὐτὸς ἐπόρθησας καὶ θεοῖς τοῖς ἐν αὐτῇ θύεις, ὥσπερ οὐκ οὖσιν, ἢ οὖσι μέν, ἐκλελησμένοις δέ, ὅτι καὶ τὰ ἐκείνων ἔχεις.

致安东尼努斯:鹳鸟绝不飞入已被洗劫的城池,以避开那已平息灾难之余响;你却居住在一座你自己所洗劫的宅邸中,向其中的神祇献祭,仿佛神明并不存在,抑或即便存在,亦全然忘却了你正霸占着原本属于他们之物。

§1.73

ογ Ἰουλίᾳ Σεβαστῇ. οὐδὲ ὁ θεσπέσιος Πλάτων τοῖς σοφισταῖς ἐβάσκηνεν, εἰ καὶ σφόδρα ἐνίοις δοκεῖ τοῦτο, ἀλλὰ φιλοτίμως πρὸς αὐτοὺς εἶχεν, ἐπειδὴ διεφοίτων θέλγοντες μικράς τε καὶ μείζους πόλεις τὸν Ὀρφέως καὶ Θαμύρου τρόπον, τοῦ δὲ βασκαίνειν ἀπεῖχε τοσοῦτον, ὅσον φιλοτιμία φθόνου· φθόνος μὲν γὰρ τρέφει τὰς μοχθηρὰς φύσεις, φιλοτιμία δὲ τὰς λαμπρὰς ἐγείρει, καὶ βασκαίνει μέν τις τὰ μὴ ἑαυτῷ ἐφικτά, ἃ δὲ ἄμεινον ἢ μὴ χεῖρον διαθήσεται, φιλοτιμεῖται πρὸς ταῦτα. ὁ γοῦν Πλάτων καὶ ἐς τὰς ἰδέας τῶν σοφιστῶν ἵεται καὶ οὔτε τῷ Γοργίᾳ παρίησι τὸ ἑαυτοῦ ἄμεινον γοργιάζειν πολλά τε κατὰ τὴν Ἱππίου καὶ Πρωταγόρου ἠχὼ φθέγγεται. ζηλωταὶ δὲ ἐγένοντο ἄλλοι μὲν ἄλλων, καὶ γὰρ δὴ καὶ ὁ τοῦ Γρύλλου3 φιλοτιμεῖται πρὸς τὸν τοῦ Προδίκου Ἡρακλέα, ὁπότε ὁ Πρόδικος τὴν κακίαν καὶ τὴν ἀρετὴν ἄγει παρὰ τὸν Ἡρακλέα καλούσας αὐτὸν ἐς βίου αἵρεσιν, Γοργίου δὲ θαυμασταὶ ἦσαν ἄριστοί τε καὶ πλεῖστοι· πρῶτον μὲν οἱ κατὰ Θετταλίαν Ἕλληνες, παρʼ οἷς τὸ ῥητορεύειν γοργιάζειν ἐπωνυμίαν ἔσχεν, εἶτα τὸ ξύμπαν Ἑλληνικόν, ἐν οἷς Ὀλυμπίασι διελέχθη κατὰ τῶν βαρβάρων ἀπὸ τῆς τοῦ νεὼ βαλβῖδος. λέγεται δὲ καὶ Ἀσπασία ἡ Μιλησία τὴν τοῦ Περικλέους γλῶτταν κατὰ τὸν Γοργίαν θῆξαι, Κριτίας δὲ καὶ Θουκυδίδης οὐκ ἀγνοοῦνται τὸ μεγαλόγνωμον καὶ τὴν ὀφρὺν παρʼ αὐτοῦ κεκτημένοι, μεταποιοῦντες δὲ αὐτὸ ἐς τὸ οἰκεῖον ὁ μὲν ὑπʼ εὐγλωττίας, ὁ δὲ ὑπὸ ῥώμης. καὶ Αἰσχίνης δὲ ὁ ἀπὸ τοῦ Σωκράτους, ὑπὲρ οὗ πρώην ἐσπούδαζες ὡς οὐκ ἀφανῶς τοὺς διαλόγους κολάζοντος, οὐκ ὤκνει γοργιάζειν ἐν τῷ περὶ τῆς Θαργηλίας λόγῳ, φησὶ γάρ που ὧδε· Θαργηλία Μιλησία ἐλθοῦσα εἰς Θετταλίαν ξυνῆν Ἀντιόχῳ Θετταλῷ βασιλεύοντι πάντων Θετταλῶν. αἱ δὲ ἀποστάσεις αἵ τε προσβολαὶ τῶν λόγων Γοργίου ἐπεχωρίαζον πολλαχοῦ μέν, μάλιστα δὲ ἐν τῷ τῶν ἐποποιῶν κύκλῳ. πεῖθε δὴ καὶ σύ, ὦ βασίλεια, τὸν θαρσαλεώτερον τοῦ Ἑλληνικοῦ Πλούταρχον4 μὴ ἄχθεσθαι τοῖς σοφισταῖς, μηδὲ ἐς διαβολὰς καθίστασθαι τοῦ Γοργίου. εἰ δὲ οὐ πείθεις, σὺ μέν, οἵα σου σοφία καὶ μῆτις, οἶσθα, τί χρὴ ὄνομα θέσθαι τῷ τοιῷδε, ἐγὼ δὲ εἰπεῖν ἔχων οὐκ ἔχω.5

致尤利亚皇太后:即便是神圣的柏拉图,亦不曾嫉恨智者们,纵使在某些人看来大抵如此;相反,他对他们怀有竞争之心,因为他们如奥尔弗斯和萨密里斯那般,辗转周游于大小城邦、魅惑万民。然而他与嫉恨相去之远,恰如竞争心与妒忌之别:盖因妒忌滋养邪恶秉性,竞争心则唤醒璀璨才具;人所嫉恨者乃自身所不能及之事,对于自己能做得更好或不输于人者,则怀有竞争之心。柏拉图至少亦投身于智者们的修辞文体之中,未尝在以高吉亚风格言谈上逊色于高吉亚本人,且依循希庇阿斯与普罗泰戈拉的余韵发表了诸多论述。众人亦各有效法对象:格律罗斯之子亦与普罗狄科斯的《赫拉克勒斯》相抗衡,即普罗狄科斯将美德与恶德引至赫拉克勒斯面前、呼召他抉择人生之路的段落。高吉亚更拥有极卓异且最广大的崇慕者:首先是色萨利全境的希腊人,在他们那里,演说竟获得了“作高吉亚言”的称谓;继而是全体希腊人,他在奥林匹亚的神殿台阶上,向他们发表了抗击蛮族的演说。据说米利都的阿斯帕齐娅亦曾按照高吉亚的风格砥砺伯里克利的辞锋;克里提亚斯与修昔底德从他那里习得宏大意境与庄严气度,亦为人所共知,前者借由辩才、后者借由刚劲,将其化为己有。甚至苏格拉底的弟子埃斯基涅斯——你日前尚热心赞赏他将对话录雕琢得极为精妙——在论及萨尔格莉亚的演说中,亦未尝犹豫于作高吉亚之语;他于某处如是言道: “米利都的萨尔格莉亚来到色萨利,与统辖全体色萨利人的色萨利人安提奥库斯同居。” 高吉亚言辞的顿挫与凌厉锋芒流布极广,而在史诗诗人群体中尤为显著。因此,王后啊,请你也劝说那位比寻常希腊人更为大胆的普鲁塔克,莫对智者们心怀怨恚,亦莫要倾身于对高吉亚的毁谤。假若你未能劝服他,凭你的智慧与明哲,自当知晓该给此等之人冠以何种名称;而我纵然能够道出,亦不忍言说。

语法注5 条
  1. 1.71τὸ ποιητικὸν ἔθνος πολλοὶ καὶ πλείους ἢ οἱ τῶν μελιττῶν ἑσμοί

    按意义一致构句(constructio ad sensum):中性单数集合名词短语 τὸ ποιητικὸν ἔθνος 搭配了阳性复数谓语形容词 πολλοὶ καὶ πλείους,指向构成该群体的个体诗人们。

  2. 1.72κακῶν πεπαυμένων ἠχὼ φεύγοντες

    虽然 κακῶν πεπαυμένων 在形式上可似属格独立结构,但在此处句法上最自然的是作宾格名词 ἠχώ 的限定属格(“避开已平息灾难之余响”)。

  3. 1.73ὁ τοῦ Γρύλλου

    “格律罗斯之子”,即色诺芬的习用代称,此处指他在《回忆苏格拉底》中对普罗狄科斯著名寓言“赫拉克勒斯的抉择”的改写与模仿。

  4. 1.73τὸν θαρσαλεώτερον τοῦ Ἑλληνικοῦ Πλούταρχον

    比较级形容词 θαρσαλεώτερον 搭配名词化的中性属格 τοῦ Ἑλληνικοῦ(“希腊人之常情/希腊性格”)作比较属格,意为“比通常希腊人所宜有者更大胆的普鲁塔克”。

  5. 1.73εἰπεῖν ἔχων οὐκ ἔχω

    一种由 ἔχω + 不定词(“有能力说/能够说出”)与否定主动词 οὐκ ἔχω(“无法说出口/不忍说出”)构成的矛盾修辞惯用表达,意为“我虽有话可说,却无法说出口”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg006.humanitext-grc2:1.70-1.73