← 斐洛斯脱拉德

书信与讲演集

§1.61-1.69

哀悼秀发被剪与爱情赠礼及虚名之空妄

信件包括哀悼女子秀发被剪、以刻字金苹果传递爱意、赞叹因佳人肌肤甘露而复苏的蔷薇,以及劝人莫守严苛节制当及时行乐;随后的简短书信则分别告诫警惕民众、嘲讽死后虚名、引荐悲剧演员、称道艳情诗于暮年的益处,并警示莫被大众掌声冲昏头脑。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.61

ξα τίς σε, ὦ καλή, περιέκειρεν; ὡς ἀνόητος καὶ βάρβαρος ὁ μὴ φεισάμενος τῶν Ἀφροδίτης δώρων. οὐδὲ γὰρ γῆ κομῶσα ἡδὺ οὕτω θέαμα ὡς γυνὴ κατάκομος. φεῦ ἀναιδοῦς παλάμης· ὄντως πάντα τὰ ἐκ πολεμίων πέπονθας· ἐγὼ δὲ οὐκ ἂν οὐδὲ αἰχμάλωτον περιέκειρα τιμῶν τὸ κάλλος ὡς οὐχ ἡδέως ἀμελούμενον. ἀλλʼ ἐπεὶ τετέλεσται τὰ δεινά, κἂν μήνυσον τὰς κόμας, ποῦ κεῖνται, ποῦ τέτμηνται, πῶς αὐτὰς ὑποσπόνδους λάβω,1 πῶς φιλήσω χαμαὶ κειμένας. ὦ πτερὰ Ἔρωτος, ὦ κεφαλῆς ἀκροθίνια, ὦ κάλλους λείψανα.

美丽的女子啊,是谁剪去了你的秀发?那不曾爱惜阿佛洛狄忒馈赠的人,是何等愚昧与野蛮!因为纵使草木葱茏的大地,亦不及长发飘拂的女子那般赏心悦目。痛惜那只无耻之手!你委实承受了敌手所施加的一切残酷遭遇;然而即便对待女战俘,我亦绝不会剪其秀发,我敬重美,绝不愿令其横遭冷落。然而既然惨祸已成,至少请告诉我那些青丝的下落:它们留在何处,在何处被剪落,我当如何依据停战协定将其赎回,又当如何亲吻委弃于地的秀发。啊,爱神的羽翼,啊,秀顶的初熟之物,啊,美的残迹!

§1.62

ξβ ὅτε δὲ ἔκρινε καὶ τὰς θεὰς ὁ Ἀλέξανδρος, οὔπω παρῆν ἡ ἐκ Λακεδαίμονος, εἰ δʼ οὖν,2 μόνην ἂν καλὴν ἀπεφήνατο, ἣν αὐτὸς ἐβούλετο. ὅπερ οὖν ἐκείνῳ τότε πρὸς τὴν κρίσιν ἐλλιπῶς ἔσχεν, ἐμοὶ νῦν ἐπανορθωθήσεται· μὴ κάμνετε, ὦ θεαί, μηδὲ ἐρίζετε, ἔχω γάρ, ἰδού, τὸ μῆλον. λάβε, ὦ καλή, ἣ καὶ νικᾷς τὰς θεάς, καὶ ἀνάγνωθι τὰ γράμματα. τά τε ἄλλα καὶ ἐπιστολῇ τῷ μήλῳ κέχρημαι· ἐκεῖνο Ἔριδος, τοῦτο Ἔρωτος, ἐκεῖνο ἐσιώπα, τοῦτο φθέγγεται. μὴ ῥίψῃς, μὴ φάγῃς· οὐδὲ ἐν πολέμῳ πρεσβευτὴς παρανομεῖται. τί οὖν ἐπέσταλκα; αὐτὸ ἐρεῖ· Εὐίππη, φιλῶ σε· ὑπόγραψον ἀναγνοῦσα κἀγὼ σέ. δέχεται τὸ μῆλον καὶ ταῦτα τὰ γράμματα.

当亚历山大审判众女神时,来自拉刻代蒙的女子尚未在场;假若她在场,他定会判定唯独他所欲求的她是至美者。因此,昔日他于审判中所欠缺的,如今将由我来弥补:休要劳碌,众女神啊,亦莫再争执;看哪,金苹果正在我手中!收下吧,美丽的女子,你甚至胜过了众女神,请读一读上面的文字。尤其是我已将这只苹果当作书信:那一只属于不和女神,这一只属于爱神;那一只缄默无言,这一只开口发声。莫要将它丢弃,莫要将它吞食;纵在战时,使节亦不受侵害。那么我写了什么呢?它自会道出: “欧伊庇,我爱你。” 读罢之后,请在下方写下: “我也爱你。” 因为这只苹果亦能容纳这些字迹。

§1.63

ξγ ἐπυθόμην, ὡς τὰ ῥόδα ἐλθόντα παρὰ σὲ ὅσα χρέος ἀπέλαυεν, ἐγώ τε γὰρ ἐνετειλάμην αὐτοῖς, καὶ ὡς ἐκπιόντα ἀκηράτου χρωτὸς τῆς σῆς δρόσου κατέσχον τὴν ψυχὴν ἐξιοῦσαν καὶ δυσανασχετοῦσαν. καλῶς ἐποιήσατε, ὦ ῥόδα, ἀναβιώσαντα, καὶ δέομαι, μείνατε, ἔστʼ ἂν ἔλθω. μαθεῖν γὰρ ἔγνωκα, εἴ τι παρʼ ἀλλήλων εἰλήφατε ἐς εὐωδίαν αὐτὴ καὶ ὑμεῖς ἐς χρόνον.

我得知,那些蔷薇来到你身边后,尽享了应得之乐;因为这正是我对它们的嘱托,而且它们饱饮了你纯洁肌肤上的甘露,挽留住了那原本将逝且痛苦挣扎的生命。蔷薇啊,你们复苏过来,做得甚好;我恳求你们,留存到我到来之时!因为我决心知晓,她在香气上、你们〔蔷薇〕在时日上,是否从彼此那里有所获取。

§1.64

ξδ τὴν σωφροσύνην, ἐφʼ ᾗ μέγα δὴ φρονεῖς, οὐκ οἶδα, τί εἴπω· πότερον ἀγριότητα ἀντίπαλον τῶν φύσεως ἐπιταγμάτων; ἢ φιλοσοφίαν ἀγροικίᾳ πεπυργωμένην; ἢ αὐθάδη πρὸς ἡδονὰς δειλίαν; ἢ σεμνὴν ὀλιγωρίαν τῶν τοῦ βίου τερπνῶν; ὅ τι δʼ ἂν ᾖ καὶ δοκῇ τοῖς σοφισταῖς, δόξῃ μέν ἐστι καλόν, ἔργῳ δὲ ἀπανθρωπότερον. τί γὰρ δὴ μέγα, πρὶν ἀπελθεῖν τοῦ βίου, νεκρὸν εἶναι σώφρονα; στεφάνωσαι, πρὶν ὅλως ἀπανθεῖν, καὶ χρίσαι, πρὶν σαπῆναι, καὶ κτῆσαι φίλους, πρὶν ἔρημον γενέσθαι. καλὸν νυκτὶ προλαβεῖν τὴν νύκτα ἐκείνην,3 πρὶν διψῆν, πιεῖν, πρὶν πεινῆν, φαγεῖν. ποίαν δοκεῖς ἡμέραν σεαυτοῦ; τὴν χθές; τέθνηκε. τὴν τήμερον; οὐκ ἔστι. τὴν ἐπιοῦσαν; οὐκ οἶδα, εἰ παρέσται σοι· καὶ σὺ κἀκεῖνα τῆς τύχης.

对于你极为自矜的节制,我不知该如何评说:是视其为与自然旨意相抗衡的野蛮?还是用粗鄙筑起壁垒的哲学?抑或是面对欢愉时顽固的怯懦?还是对人生乐事高傲的蔑视?无论它究竟为何物、在智者眼中如何,在名声上固然美好,在实情上却极其冷酷。在告别生命之前,充当一具节制的尸体,究竟有何伟大可言?在完全凋零前戴上花冠吧,在腐朽前涂抹香膏吧,在变得孤独前结交朋友吧。借由黑夜抢先占有那个黑夜,在口渴前饮酒,在饥饿前饱食,方为美事。你以为哪一天是属于你自己的?昨日?它已死去。今日?它并不存在。来日?我不知它是否会属于你;无论是你还是那些日子,皆操于命运之手。

§1.65

ξε Ἐπικτήτῳ. φοβοῦ δῆμον, παρʼ ᾧ πολλὰ δύνασαι.

致埃庇克泰托:要畏惧民众,你在他们当中虽握有大权。

§1.66

ξς Χαρίτωνι. μεμνήσεσθαι τῶν σῶν λόγων οἴει τοὺς Ἕλληνας, ἐπειδὰν τελευτήσῃς· οἱ δὲ μηδὲν ὄντες, ὁπότε εἰσίν, τίνες ἂν εἶεν, ὁπότε οὐκ εἰσίν;

致卡里同:你以为希腊人在你死后还会铭记你的言论吗?然而在存在时便算不得什么的人,在不存在时又能算得什么呢?

§1.67

ξζ Φιλήμονι. τὸν τραγῳδὸν Διοκλέα, εἰ μὲν ἤδη γιγνώσκεις, ἐπαινεῖς δήπου, εἰ δὲ ἀγνοεῖς, ἐν τοῖς καλῶς ἐπαινουμένοις γράφε καὶ γενοῦ περὶ αὐτὸν οἷον εἰκὸς ἢ τὸν πεπεισμένον ἢ τὸν μὴ ἀπιστοῦντα.

致菲利蒙:关于悲剧演员狄奥克利斯,你若已熟知,想必自会称赞;若尚不知晓,便将他列入深获赞誉之人中,对待他时,当如一个已信服者或不怀疑者所宜有的态度。

§1.68

ξη Κτησιδήμῳ. οἱ ἐρωτικοὶ τῶν ποιητῶν ἀγαθὴ ἀκρόασις καὶ ἐξώροις, ἄγουσι γὰρ αὐτοὺς ἐς ἔννοιαν τοῦ ἐρᾶν ὥσπερ ἀνηβηκότας. μὴ δὴ νόμιζε σαυτὸν ὑπερήμερον τῆς τούτων ἀκροάσεως· ἡ γὰρ ξυνουσία τῶν τοιῶνδε ποιητῶν ἢ οὐκ ἐπιλήσει σε ἀφροδισίων ἢ ἀναμνήσει.

致克特西得摩斯:抒写情爱的诗人,即便是对年岁已高之人亦是极佳的听闻对象,因为诗人们引导他们萌生爱意,仿佛重获青春一般。切莫以为自己已过了听闻这些诗篇的时限;盖因与这类诗人交往,要么令你不致忘却风月之事,要么令你重新忆起。

§1.69

ξθ Ἐπικτήτῳ. οἱ τελούμενοι τῇ Ῥέᾳ μαίνονται πληγέντες τὰ ὦτα κτύποις ὀργάνων. ἀλλʼ ἐκεῖνα μὲν κυμβάλων καὶ αὐλῶν ἔργα, σὲ δὲ οὕτως ἐκπλήττουσιν Ἀθηναῖοι κροτοῦντες, ὡς ἐκλανθάνεσθαι, τίς εἶ καὶ τίνων γέγονας.

致埃庇克泰托:加入瑞亚秘仪的人,双耳受乐器轰鸣震击而陷入狂乱。然而那些乃是铙钹与长笛所致,而为你鼓掌欢呼的雅典人竟令你如此惊惶失措,以至忘却了自己是谁、出身于何人。

语法注3 条
  1. 1.61πῶς αὐτὰς ὑποσπόνδους λάβω

    ὑποσπόνδους 作修饰 αὐτάς(被剪下的青丝)的谓词性形容词。此处借用了“依休战协定收回阵亡者遗体”的军事用语,将落地的秀发比作阵亡尸体而作隐喻性化用。

  2. 1.62εἰ δʼ οὖν

    承接前句的 οὔπω παρῆν ἡ ἐκ Λακεδαίμονος,省略了条件从句中的谓语动词(παρῆν)的反事实假设紧缩结构(“但若[她在场]的话”)。其与后方归结从句中的 μόνην ἂν καλὴν ἀπεφήνατο(ἄν + 不定过去时直陈语气)相呼应。

  3. 1.64καλὸν νυκτὶ προλαβεῖν τὴν νύκτα ἐκείνην

    此处借由同源词格变构成修辞对照:与格 νυκτί(手段或时间与格,“凭借黑夜/在夜间”,指夜间的纵情欢愉)与宾格宾语 τὴν νύκτα ἐκείνην(“那个黑夜”,指死亡之夜)相对立,意指用生时的欢愉之夜抢先预支并抗衡死之夜。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg006.humanitext-grc2:1.61-1.69