← 斐洛斯脱拉德

书信与讲演集

§1.7-1.9

为贫穷与异乡身份辩护及枯萎的蔷薇

作者驳斥了因自身贫困与异邦人身份而招致的轻慢,阐述了其真挚爱情的优势,最后解释所赠蔷薇因被少年的美貌与香气压倒而立时枯萎。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.7

ζ ὅτι πένης εἰμί, ἀτιμότερός σοι δοκῶ· καὶ μὴν καὶ αὐτὸς ὁ Ἔρως γυμνός ἐστι καὶ αἱ Χάριτες καὶ οἱ ἀστέρες. ὁρῶ δὲ ἐγὼ τὸν Ἡρακλέα ἐν ταῖς γραφαῖς δορὰν θηρίου περιβεβλημένον καὶ τὰ πολλὰ χαμαὶ καθεύδοντα, τὸν δὲ Ἀπόλλωνα καὶ ὑψηλῷ ζώσματι1 ἢ δισκεύοντα ἢ τοξεύοντα ἢ τρέχοντα, οἱ δὲ Περσῶν βασιλεῖς τρυφῶσι καὶ μετέωροι κάθηνται τῷ πολλῷ χρυσίῳ περιβαλλόμενοι· τοιγαροῦν ἔπασχον κακῶς ὑπὸ τῶν πενήτων Ἑλλήνων νικώμενοι. ἦν πτωχὸς ὁ Σωκράτης, ἀλλʼ ὑπέτρεχε τὸν τρίβωνα αὐτοῦ ὁ πλούσιος Ἀλκιβιάδης. ἄπιδε πρὸς τὸ θέατρον· πενήτων ὁ δῆμος. ἄπιδε πρὸς τὰ δικαστήρια· πένητες κάθηνται. ἄπιδε ἐπὶ τὰς μάχας· οἱ μὲν πολυτελεῖς καὶ χρυσοῖ τοῖς ὅπλοις λείπουσι τὰς τάξεις, ἡμεῖς δὲ ἀριστεύομεν. ἐν αὐτοῖς τε τοῖς πρὸς τοὺς καλοὺς ὑμᾶς σκέψαι πόσον τὸ μεθόριον· ὑβρίζει τὸν πεισθέντα ὁ πλούσιος ὡς ἐωνημένος, ὁ πένης οἶδε χάριν ὡς ἐλεούμενος. πάλιν ὁ λαμπρὸς τὸ πεπραγμένον ἐς ἐξουσίαν ἀναφέρει τῆς οἰκείας δυνάμεως, ὁ δὲ πένης ἐς τὴν τοῦ δόντος φιλανθρωπίαν. ὁ πλούσιος ἄγγελον πέμπει κόλακα καὶ παράσιτον, μάγειρον καὶ τοὺς ἐκ τῆς τραπέζης, ὁ πένης δὲ ἑαυτόν. καὶ τί δεῖ τὰ πολλὰ λέγειν; ὁ πλούσιος καλεῖ σε ἐρώμενον, ἐγὼ δὲ κύριον· ἐκεῖνος ὑπηρέτην, ἐγὼ δὲ θεόν· ἐκεῖνος μέρος τῶν αὑτοῦ κτημάτων, ἐγὼ δὲ πάντα, ὅθεν ἄλλου πάλιν ἐρασθεὶς ὅμοιος πρὸς ἐκεῖνον ἔσται, πένης δὲ ἅπαξ ἐρᾷ. τίς δύναται παραμεῖναι νοσοῦντι; τίς αὑτὸν προτάξαι πεμπομένου βέλους; τίς ὑπὲρ σοῦ πεσεῖν; ἐν τούτοις πᾶσι πλουτῶ.

​7 因我贫穷,在你眼中便显得卑微;然而爱神自身亦赤身裸体,美惠女神与星辰亦然。在图画中我见赫拉克勒斯身披兽皮,大抵席地而卧;阿波罗亦身着高系束带的短袍,或掷铁饼,或射箭,或疾奔;而波斯的王者们骄奢淫逸,裹着滚滚黄金高高在上;因此他们惨遭不幸,被贫困的希腊人击败。苏格拉底虽为乞儿,富有的阿尔喀比亚德却钻进他的粗斗篷之下。请看剧场,民众皆是穷人;请看法庭,端坐者皆是穷人;请看战场,那些兵器上耗资奢华、金光闪烁之人弃阵而逃,而我们却斩获英勇之冠。在对待你们这些美少年自身的事情上,试看界线有多么悬殊:富人侮辱顺从了他的人,仿佛那是买来的玩物;穷人则心怀感恩,仿佛蒙受了怜悯。再者,显贵之人将所得之事归因于自身势力的特权,穷人却归因于赐予者的恩慈。富人派逢迎之徒、帮闲食客、厨师和席上酒肉之友充当信使,穷人却亲自前往。何须多言?富人唤你作心爱之人,我却唤你作主人;彼唤你作仆从,我却唤你作神明;彼视你为产业的一部分,我却视你为全部。正因如此,彼若另结新欢,亦会如此待那人;穷人却一生只爱一次。当你卧病之时,谁能陪伴左右?飞箭射来之时,谁挺身在前?谁愿为你殒命?在这一切事上,我皆是富足的。

§1.8

η εἰ ξένος ὢν ἐρῶ σου, μὴ θαυμάσῃς· οὐκ ἔστιν ὀφθαλμοὺς ξενίας ἁλῶναι,2 καὶ γὰρ κάλλος αὐτῶν ὁμοίως καὶ πῦρ ἀνάπτεται. οὐ μὴν ὁ Βράγχος ἔφευγε τὸν Ἀπόλλωνα ὡς ξένον, οὐδὲ ὁ Πάτροκλος τὸν Ἀχιλλέα, οὐδὲ ὁ Χρύσιππος τὸν Λάιον. ἤρα καὶ Σμερδίου Πολυκράτης ὁ Σάμιος καὶ τοῦ Πέρσου μειρακίου ὁ Ἀγησίλαος, εἰ καὶ τὸ ὄνομα τοῦ μειρακίου ἀγνοῶ· ξένοι καὶ ὄμβροι τῆς γῆς καὶ ποταμοὶ τῆς θαλάσσης καὶ ὁ Ἀσκληπιὸς Ἀθηναίων καὶ ὁ Ζεὺς ἡμῶν καὶ ὁ Νεῖλος Αἰγυπτίων καὶ ὁ Ἥλιος πάντων. ξένη καὶ ἡ ψυχὴ τοῦ σώματος καὶ ἡ ἀηδὼν τοῦ ἔαρος καὶ ἡ χελιδὼν τῆς οἰκίας καὶ ὁ Γανυμήδης τοῦ οὐρανοῦ καὶ ἡ ἀλκυὼν τῆς πέτρας καὶ ὁ ἐλέφας Ῥωμαίων καὶ ὁ ὄρνις ὁ φοῖνιξ τῶν Ἰνδῶν τῶν μυρεψικῶν· οὗτος μὲν ὁ ξένος καὶ βραδύς, τὸν δὲ πελαργὸν οἱ πρῶτον θεασάμενοι καὶ προσκυνοῦσι. ξένα καὶ τὰ γράμματα, ἐκ Φοινίκης γὰρ ἦλθε, καὶ Σηρῶν ὑφαὶ καὶ μάγων θεολογία, οἷς πᾶσιν ἥδιον χρώμεθα ἢ τοῖς ἐγχωρίοις, ὅτι τῶν μὲν σπάνιον τὸ ἐπίκτητον, τῶν δὲ ὀλίγωρον τὸ οἰκεῖον· ἀμείνων καὶ ἐραστὴς ὁ ξένος, ὅσῳ καὶ ἀνύποπτος τῇ ἀγνωσίᾳ καὶ πρὸς τὸ λαθεῖν ἀφανέστερος.

​8 我虽为异邦人而爱你,你切莫称奇;双目绝不可能被判定为非法入境的外邦人,因目中之美正如火焰般燃烧。布兰科斯未尝因阿波罗是异乡人而逃避,帕特洛克罗斯亦未避阿喀琉斯,克律西波斯亦未避拉伊俄斯。萨摩斯的波吕克拉忒斯亦爱斯墨耳狄斯,阿格西劳斯亦爱那波斯少年,纵然我不知少年的芳名。对于大地而言雨水是异邦客,对于大海而言江河是异邦客,阿斯克勒庇俄斯于雅典人、宙斯于我们、尼罗河于埃及人、太阳于万民,皆是异邦客。灵魂之于肉体,夜莺之于春日,燕子之于屋舍,伽倪墨得斯之于苍穹,翡翠鸟之于礁石,大象之于罗马人,凤凰之于贩卖香料的印度人,皆是异邦客;这凤凰虽是罕至的异邦客,但人们初见白鹳时甚至亦会顶礼膜拜。文字亦是外来的,因它来自腓尼基;塞里斯人的织锦与拜火教僧侣的神学亦然;我们享用这一切皆乐于本土之物,因外得之物稀罕,而熟悉之物常遭轻慢。身为异邦人的爱慕者胜过本土之人,更因其面生而不惹人怀疑,欲图匿迹亦更为隐蔽。

§1.9

θ τί παθόντα τὰ ῥόδα,3 πρὶν μὲν παρὰ σοὶ γενέσθαι, καλὰ ἦν καὶ ῥόδα — οὐ γὰρ ἂν αὐτὰ οὐδὲ ἔπεμψα, εἰ μή τι ἀξιόκτητον εἶχεν — ἐλθόντα δὲ εὐθὺς ἐμαράνθη καὶ ἀπέπνευσε; τὸ μὲν σαφὲς οὐκ οἶδα τῆς αἰτίας, οὐ γάρ μοί τι εἰπεῖν ἠθέλησαν, ὡς δʼ εἰκάσαι ῥᾴδιον, οὐκ ἤνεγκε παρευδοκιμούμενα, οὐδὲ ἠνέσχετο τῆς πρὸς σὲ ἁμίλλης, ἀλλʼ ὁμοῦ τε ἔθιγεν εὐωδεστέρου χρωτὸς καὶ ἀπώλετο. οὕτω καὶ λύχνος πίπτει πυρὸς μείζονος ἡττηθεὶς καὶ ἄστρα ἀμαυρά, ὅταν ἀντιβλέπειν ἡλίῳ μὴ δύνηται.

​9 蔷薇究竟遭逢何事,以致在来到你身旁之前,尚且娇艳而名副其实——若非含有值得占有的特质,我本不会寄出——一经到来却立时枯萎而断绝了气息?确凿的缘由我无从知晓,因它们不肯对我吐露分毫;但正如易于推测的那样,它们不堪见绌于你,亦忍受不了同你的较量,甫一触碰更为芬芳的肌肤,便随即衰亡了。正如灯火在更大的烈火前受挫而熄灭,暗弱的星辰在无法正视太阳之时亦会失去光华。

语法注3 条
  1. 1.7τὸν δὲ Ἀπόλλωνα καὶ ὑψηλῷ ζώσματι

    该句承前省略了前文的动词 ὁρῶ 及状语 ἐν ταῖς γραφαῖς。τὸν Ἀπόλλωνα 为其宾语,与格 ὑψηλῷ ζώσματι 作方式/修饰与格(“以高系束带之姿”),与后面的并列分词 δισκεύοντα ἢ τοξεύοντα ἢ τρέχοντα 共同修饰阿波罗的状态。

  2. 1.8ὀφθαλμοὺς ξενίας ἁλῶναι

    此处 ὀφθαλμούς 为不定词 ἁλῶναι(ἁλίσκομαι 的不定过去被动态)的主格代用对格主语,ξενίας 为表示指控罪名的属格。该表述化用了雅典法中指控非法冒充公民身份的诉讼(γραφή ξενίας),意为“双眼绝不可能被判犯有外邦人罪”。

  3. 1.9τί παθόντα τὰ ῥόδα

    系惯用疑问表达 τί παθών...;(“遭遇了何事/出于何种变故……?”)的中性复数分词形式(τί παθόντα),与主语 τὰ ῥόδα 一致。句子随后经由 πρὶν μὲν... ἐλθόντα δὲ 的对比从属结构,最终连接至主要动词 ἐμαράνθη καὶ ἀπέπνευσε(中性复数主语与单数动词搭配)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg006.humanitext-grc2:1.7-1.9