- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg006.humanitext-grc2:1.1-1.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在第1至6封信中,写信人致信美少年,恳求其接纳如飞而至的蔷薇,借由神话先例与少年自身超群的美貌解释赠花或未曾赠花的缘由,并斥责少年的冷酷顽梗,甘愿领受爱的创伤,追问其决绝与拒绝之不公。
α τὰ ῥόδα ὥσπερ πτεροῖς τοῖς φύλλοις ἐποχούμενα ἐλθεῖν παρὰ σὲ σπουδὴν ἐποιήσαντο. ὑπόδεξαι αὐτὰ εὐμενῶς, ἢ ὡς Ἀδώνιδος ὑπομνήματα, ἢ ὡς Ἀφροδίτης βαφήν, ἢ ὡς γῆς ὄμματα. ἀθλητῇ μὲν οὖν κότινος πρέπει καὶ βασιλεῖ μεγάλῳ ἡ ὀρθὴ τιάρα καὶ στρατιώτῃ λόφος, καλῷ δὲ μειρακίῳ ῥόδον καὶ διὰ συγγένειαν εὐωδίας καὶ διὰ τὸ οἰκεῖον τῆς χροιᾶς. περιθήσῃ δὲ οὐ σὺ τὰ ῥόδα, ἀλλʼ αὐτὰ σέ.
1 蔷薇如乘双翼般依托着花瓣,匆匆奔赴你处。请善意地接纳它们吧,无论是作为阿多尼斯的纪念物,抑或阿佛洛狄忒的染料,或是大地之眼目。野橄榄枝固然适于竞技者,直立冠冕适于伟大的王者,羽冠适于士兵,然而对于俊美的少年而言,无论因香气的相通,还是因色泽的契合,蔷薇都最为相宜。并且,并非你佩戴上蔷薇,而是蔷薇将你披戴在身。
β πέπομφά σοι στέφανον ῥόδων, οὐ σὲ τιμῶν, καὶ τοῦτο μὲν γάρ,1 ἀλλʼ αὐτοῖς τι χαριζόμενος τοῖς ῥόδοις, ἵνα μὴ μαρανθῇ.
2 我寄给你一顶蔷薇花冠,并非为了尊崇你——虽然这也确是缘由——而是为了向蔷薇自身施一份恩惠,使它们不致枯萎。
γ οἱ Λακεδαιμόνιοι φοινικοβαφεῖς ἐνεδύοντο χιτῶνας, ἢ ἵνα ἐκπλήττωσι τοὺς ἐναντίους τῷ φοβερῷ τῆς χροιᾶς, ἢ ἵνα ἀγνοῶσι τὸ αἷμα τῇ κοινωνίᾳ τῆς βαφῆς· ὑμᾶς δὲ δεῖ τοὺς καλοὺς ῥόδοις μόνοις ὁπλίζεσθαι καὶ ταύτην λαμβάνειν παρὰ τῶν ἐραστῶν τὴν πανοπλίαν. ὑάκινθος μὲν οὖν λευκῷ μειρακίῳ πρέπει καὶ νάρκισσος μέλανι, ῥόδον δὲ πᾶσιν, ὡς καὶ μειράκιον τὸ πάλαι ὂν καὶ ἄνθος καὶ φάρμακον καὶ μύρον. ταῦτα Ἀγχίσην ἀνέπεισε, ταῦτα Ἄρην ἀπέδυσε, ταῦτα Ἄδωνιν ἐλθεῖν ἀνέμνησε, ταῦτα ἦρος κόμαι, ταῦτα γῆς ἀστραπαί, ταῦτʼ ἔρωτος λαμπάδες.
3 拉刻代蒙人身着猩红染就的长袍,或是为了以其色泽之可怖震慑敌手,或是为了借染料的混同而不察觉血迹;然而你们这些美少年,理当唯独以蔷薇武装自己,并从爱慕者那里领受这具全副铠甲。风信子适于肤白之少年,水仙适于肤黑之少年,唯有蔷薇适于众人,因它古时便曾兼为少年、花朵、疗方与香膏。正是它们说服了安喀塞斯,正是它们解除了阿瑞斯的甲胄,正是它们提醒阿多尼斯归来;这些是春日的发丝,是大地的闪电,是爱神的火炬。
δ αἰτιᾷ με, ὅτι σοι ῥόδα οὐκ ἔπεμψα· ἐγὼ δὲ οὔτε ὡς ὀλίγωρος τοῦτο ἐποίησα οὔτε ὡς ἀνέραστος ἄνθρωπος, ἀλλʼ ἐσκόπουν, ὅτι ξανθὸς ὢν καὶ ῥόδοις ἰδίοις στεφανούμενος ἀλλοτρίων ἀνθέων οὐ δέῃ. οὐδὲ γὰρ Ὅμηρος τῷ ξανθῷ Μελεάγρῳ στέφανον περιέθηκεν, ἐπεὶ τοῦτο ἂν ἦν ἄλλο πῦρ ἐπὶ πυρὶ καὶ δαλὸς ἐπʼ ἐκείνῳ διπλοῦς, ἀλλʼ οὐδὲ τῷ Ἀχιλλεῖ, οὐδὲ τῷ Μενελάῳ, οὐδὲ ἄλλοις, ὅσοι παρʼ αὐτῷ κομῶσι. φθονερὸν γὰρ δεινῶς τὸ ἄνθος καὶ ὠκύμορον καὶ παύσασθαι ταχύ, λέγεται δʼ αὐτοῦ καὶ τὴν πρώτην γένεσιν ἐκ λυπηροτάτης ἄρξασθαι προφάσεως· ἡ γὰρ ἄκανθα τῶν ῥόδων παριοῦσαν τὴν Ἀφροδίτην ἔκνισεν, ὡς Κύπριοι λέγουσι καὶ Φοίνικες. ἀλλὰ τί; μὴ στεφανούμεθα ἄνθος, ὃ οὐδὲ Ἀφροδίτης φείδεται;2
4 你责怪我不曾寄给你蔷薇;但我这样做既非出于轻忽,亦非出于不解风情,而是考虑到你身为金发之人,头戴自身的蔷薇,本就不需要外来的花朵。荷马甚至不曾为金发的梅列阿格罗斯戴上花冠,因为那将是火上加火,在原先的火炭上复加一重炭木;他亦不曾为阿喀琉斯、墨涅拉俄斯,或任何在其诗篇中以秀发自豪者戴冠。因为这花极其妒忌、短寿且迅速凋零,据说其最初的诞生亦始于极可悲的缘由:因如塞浦路斯人与腓尼基人所说,蔷薇的荆棘曾刺伤路过的阿佛洛狄忒。然而又当如何呢?难道我们会以这连阿佛洛狄忒亦不宽贷的花朵为冠吗?
ε πόθεν εἶ, μειράκιον; εἰπέ, ὅτι οὕτως ἀτέγκτως πρὸς ἔρωτας ἔχεις; ἐκ Σπάρτης ἐρεῖς; οὐκ εἶδες οὖν Ὑάκινθον, οὐδʼ ἐστεφανώσω τῷ τραύματι; ἀλλʼ ἐκ Θεσσαλίας; οὐκ ἐδίδαξεν οὖν σε οὐδʼ ὁ Φθιώτης; ἀλλʼ Ἀθήνηθεν; τὸν Ἁρμόδιον καὶ τὸν Ἀριστογείτονα οὐ διέβης; ἀλλʼ ἀπʼ Ἰωνίας; καὶ τί τῆς γῆς ἐκείνης ἁβρότερον, ὅπου Βράγχοι καὶ Κλάροι οἱ Ἀπόλλωνος καλοί; ἀλλʼ ἐκ Κρήτης, ὅπου πλεῖστος Ἔρως ὁ τὰς ἑκατὸν πόλεις περιπολῶν; Σκύθης μοι δοκεῖς καὶ βάρβαρος εἶναι ἀπʼ ἐκείνου τοῦ βωμοῦ καὶ τῶν ἀξένων θεαμάτων.3 ἔξεστιν οὖν σοι τὸν πάτριον μιμήσασθαι νόμον· εἰ δὲ σώζειν οὐ θέλεις, λάβε τὸ ξίφος· οὐ παραιτοῦμαι, μὴ φοβηθῇς· ἐπιθυμῶ κἂν τοῦ τραύματος.
5 少年啊,你来自何方?告诉我,你为何对爱情如此铁石心肠?你会说来自斯巴达吗?难道你不曾见过许阿铿托斯,不曾以那道伤口为冠?还是来自色萨利?难道连那位佛提亚人都不曾教导你?还是来自雅典?难道你不曾经过哈尔摩狄奥斯与阿里斯托格同的身旁?还是来自爱奥尼亚?哪有比那片土地更温存之乡,那里有阿波罗的美少年布兰科斯与克拉罗斯;还是来自克里特,那里巡历百城的爱神最为充沛?在我看来,你倒像个斯基泰人、蛮族人,出自那座祭坛与不容异客之景。那么,你尽可效法父祖的风俗:若你不愿饶我性命,便拔出利剑吧;我绝不推辞,你无须恐惧,我甚至渴望那道创伤。
ς εἰ σωφρονεῖς, διὰ τί ἐμοὶ μόνῳ; εἰ δὲ χαρίζῃ, διὰ τί μὴ κἀμοί;
6 若你持守贞洁,为何偏偏唯独对我?若你施予恩惠,为何偏偏不包括我?
- 1.2καὶ τοῦτο μὲν γάρ
跟随在否定句 οὐ σὲ τιμῶν(“并非为了尊崇你”)之后的插入性让步短语。其含义为“因为此点诚然亦在其中”,借此缓和先前的否定,并引向随后 ἀλλά 所引导的核心对比(“为了蔷薇自身”)。
- 1.4μὴ στεφανούμεθα ἄνθος, ὃ οὐδὲ Ἀφροδίτης φείδεται;
由现在时直陈语气 στεφανούμεθα 与预期否定回答的疑问词 μή 构成反问句:“难道我们会以那连阿佛洛狄忒亦不宽贷的花朵为冠吗?”
- 1.5ἀπʼ ἐκείνου τοῦ βωμοῦ καὶ τῶν ἀξένων θεαμάτων
介词短语 ἀπό 表示起源或归属,修饰前方的表语名词 Σκύθης... καὶ βάρβαρος(“斯基泰人与蛮族”),暗指陶里克阿耳忒弥斯祭坛屠戮外邦异客的非人习俗。
