- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg006.humanitext-grc2:1.10-1.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
诉说者抒发少年的美貌如何深驻双眸并在万物中显现,感叹情爱由目入心所引发的如焚焦灼,并劝诫少年在胡须生长、青春芳华逝去之前及早回应爱意。
ι τοὺς ὄρνις αἱ καλιαὶ δέχονται, τοὺς ἰχθύας αἱ πέτραι, τὰ ὄμματα τοὺς καλούς, κἀκεῖνα μὲν πλανᾶται μεθιστάμενα καὶ μετοικοῦντα ἄλλοτε ἐπʼ ἄλλους τόπους — ἄγουσι γὰρ αὐτοὺς ὡς ἄγουσιν οἱ καιροί1 — κάλλος δὲ ἅπαξ ἐπʼ ὀφθαλμοὺς ῥυὲν οὐκ ἄπεισιν ἐκ τούτου τοῦ καταγωγίου. οὕτω κἀγώ σε ὑπεδεξάμην καὶ φέρω πανταχοῦ τοῖς τῶν ὀμμάτων δικτύοις, κἂν ἐπὶ θάλατταν ἔλθω, ἀνάγει σε ἡ θάλαττα, ὥσπερ τὴν Ἀφροδίτην ὁ μῦθος, ἄν τε ἐπὶ λειμῶνα, αὐτῶν τῶν ἀνθέων ἐξέχεις. καὶ τί γὰρ ἐκεῖ τοιοῦτον φύεται; καὶ γὰρ εἰ καλὰ καὶ χαρίεντα, ἀλλὰ μιᾶς ἡμέρας. ἀπιδών δὲ ἐς οὐρανὸν τὸν μὲν ἥλιον ἡγοῦμαι κατιέναι καὶ κάτω που βαδίζειν, ἀντʼ ἐκείνου δὲ σὲ φαίνειν. εἰ δὲ καὶ νὺξ γένηται, δύο βλέπω μόνους ἀστέρας, τὸν ἕσπερον καὶ σέ.
10 巢穴接纳鸟类,岩礁接纳游鱼,双目接纳俊美之人;然而前者迁徙流转,不时迁移至不同的地方——因时令与机缘随意引领着它们——但美一旦流入双目,便绝不离开这处居所。我也正是如此接纳了你,并将你随身携带于双目的网罗之中:我若行至海滨,大海便将你托出,如同神话中的阿佛洛狄忒;我若行至草地,你便超拔于百花之上。草地之上何曾生长过这般尤物?纵然百花娇美可爱,亦不过朝生暮死。我仰望苍穹,便以为太阳已经沉沦,正行于地下何处,而代之以你在此照耀。即便黑夜降临,我所见的星辰亦唯有两颗:长庚星与你。
ια ποσάκις σοι τοὺς ὀφθαλμοὺς ἀνέῳξα, ἵνα ἀπέλθῃς, ὥσπερ οἱ τὰ δίκτυα ἀναπτύσσοντες τοῖς θηρίοις ἐς ἐξουσίαν τοῦ φυγεῖν; καὶ σὺ μένεις ἑδραῖος κατὰ τοὺς δεινοὺς ἐποίκους, οἳ χώραν ἅπαξ ἀλλοτρίαν καταλαβόντες οὐκέτι δέχονται τὴν ἀπανάστασιν. καὶ δὴ πάλιν, ὥσπερ εἴωθα, ἐπαίρω τὰ βλέφαρα· ἀπόπτηθι ἤδη ποτὲ καὶ τὴν πολιορκίαν λῦσον καὶ γενοῦ ξένος ἄλλων ὀμμάτων. οὐκ ἀκούεις, ὅς γε καὶ μᾶλλον ἔχῃ τοῦ πρόσω2 καὶ μέχρι τῆς ψυχῆς. καὶ τίς ὁ καινὸς ἐμπρησμός; κινδυνεύω, αἰτῶ ὕδωρ, κοιμίζει δὲ οὐδείς, ὅτι τὸ σβεστήριον ἐς ταύτην τὴν φλόγα ἀπορώτατον, εἴτε ἐκ πηγῆς κομίζοι τις, εἴτε ἐκ ποταμοῦ λαμβάνοι. καὶ γὰρ αὐτὸ τὸ ὕδωρ ὑπὸ ἔρωτος κᾴεται.
11 我曾多少次为你张开双眼,好让你离去,正如人们为野兽张开罗网以予其逃遁之机?而你却岿然不动,宛如那些顽固凶悍的殖民者,一旦侵占了他人的土地,便绝不再接受迁离。如今,我一如既往地再次抬起眼帘:快飞走吧,解除这围困,去成为别人双眸中的过客。难道你充耳不闻,反而更加向深处挺进,直逼灵魂深处?这又是何等新鲜的火灾?我危在旦夕,乞求清水,却无人能将其扑灭,因为熄灭这股烈焰的手段最是难以寻觅,无论人从泉源汲取,还是从江河舀取。盖因连水本身亦在情爱的驱动下熊熊燃烧。
ιβ πόθεν μου τὴν ψυχὴν κατέλαβες; ἢ δῆλον ὅτι ἀπὸ τῶν ὀμμάτων, ἀφʼ ὧν μόνων κάλλος ἐσέρχεται; ὥσπερ γὰρ τὰς ἀκροπόλεις οἱ τύραννοι καὶ τὰ ἐρυμνὰ οἱ βασιλεῖς καὶ τὰ ὑψηλὰ οἱ ἀετοὶ καταλαμβάνουσιν, οὕτω καὶ ὁ ἔρως τὴν τῶν ὀφθαλμῶν ἀκρόπολιν, ἣν οὐ ξύλοις, οὐδὲ πλίνθοις, ἀλλὰ μόνοις βλεφάροις τειχίσας ἡσυχῆ καὶ κατὰ μικρὸν ἐς τὴν ψυχὴν ἐσδύεται, ταχέως μέν, ὡς πτηνός, ἐλευθέρως δέ, ὡς γυμνός, ἀμάχως δέ, ὡς τοξότης. τὰ δὲ ὄμματα, ἐπεὶ πρῶτα συνίησι κάλλους, διὰ τοῦτο μάλιστα καὶ κᾴεται, θεοῦ τινος, οἶμαι, θελήσαντος αὐτοῖς τὴν αὐτὴν ὁδὸν καὶ τῆς ἐς τὸ βλέπειν ἡδονῆς εἶναι καὶ τῆς ἐς τὸ λυπεῖσθαι προφάσεως. τί γάρ, ὦ κακοὶ δᾳδοῦχοι ἔρωτος καὶ τῆς τῶν σωμάτων ὥρας περίεργοι μάρτυρες πρῶτοι μὲν τὸ κάλλος ἡμῖν ἐπυρσεύσατε, πρῶτοι δὲ μνησθῆναι τὴν ψυχὴν ἐποιήσατε τῆς ἔξωθεν ἐπιρροῆς, πρῶτοι δὲ ἐβιάσασθε τὸν ἥλιον καταλιπόντα πῦρ ἀλλότριον ἐπαινεῖν;3 τοιγαροῦν ἀγρυπνεῖτε καὶ κᾴεσθε, ἀπαλλαγὴν ὧν εἵλεσθε εὑρεῖν μὴ δυνάμενοι.
12 你究竟是从何处攻占了我的灵魂?岂不明摆着是从双目——美唯独从此进入?正如僭主攻占卫城,王者攻占要塞,雄鹰占据高巅,爱神亦攻占这双目的卫城;他不用木材,亦不用砖石,仅以眼睑为壁垒,便悄然、点滴地潜入灵魂——疾速如飞鸟,自在如赤身之神,无可抵挡如引弓之射手。而双目因最先领悟美,故而亦被灼烧得最甚;我想,这定是某位神祇的意旨,让双目通往观瞧之乐的途径,恰好亦是招致痛苦的因由。你们这些手执情爱火把的恶劣引路者,肉体盛期的多事见证人啊,为何你们最先以火光向我们传递美的讯号,最先使灵魂意识到自外而来的涌入,又最先强迫舍弃了太阳的我赞美这异己的火焰?因此,你们只能彻夜不眠,饱受煎熬,无法从自己选定的命运中求得解脱。
ιγ ὁ καλὸς ἂν μὲν ᾖ θηριώδης, πῦρ ἐστιν, ἂν δὲ ἥμερος, φῶς· μὴ κᾷε οὖν, ἀλλὰ σῶζε καὶ τὸν Ἐλέου βωμὸν ἐν τῇ ψυχῇ ἔχε ἀντιλαβὼν βέβαιον φίλον ὠκυμόρου δωρεᾶς4 καὶ φθάσας τὸν χρόνον, ὃς μόνος καταλύει τοὺς καλούς, ὥσπερ οἱ δημοτικοὶ τοὺς τυράννους. ὡς δέδοικά γε — ὃ φρονῶ γὰρ εἰρήσεται — μὴ μέλλοντός σου καὶ βραδύνοντος τὰ γένεια ἐπέλθῃ καὶ τὴν τοῦ προσώπου συσκιάσῃ χάριν, ὥσπερ εἴωθε τὸν ἥλιον κρύπτειν ἡ νεφῶν συσκευή. τί δέδοικα, ἅπερ ἔστιν ἤδη βλέπειν; ἕρπει μὲν ὁ ἴουλος, αἱ δὲ παρειαὶ χλοάζουσι, τὸ δὲ πρόσωπον ὅλον ἀνθεῖ. πρὶν οὖν σου τὸ ἔαρ ἀπελθεῖν ὅλον καὶ χειμῶνα ἐπιστῆναι, δὸς αὐτοῦ5 πρὸς Ἔρωτος, πρὸς τούτων τῶν γενείων, ἃ δεῖ με αὔριον ὀμνύναι.
13 美少年若野蛮暴戾,便是烈火;若温和文雅,便是明光。因此切莫将我焚毁,而当施以拯救,并在灵魂中常设一座“怜悯之坛”,以短暂易逝的馈赠换得一位忠贞不渝的挚友,并抢先于“时间”之前采取行动——唯有“时间”能推翻美少年,恰如平民推翻僭主。我何其担忧——心中所想终须直言——唯恐在你犹疑迟延之际,胡须便悄然滋生,遮蔽了面庞的娇容,正如同云层的聚拢惯于遮蔽太阳一般。但我为何担忧那些如今已然肉眼可见之事?短绒已然蔓延,双颊泛起微须,整张面庞正处在绽放之时。因此,在你的春光完全逝去、寒冬降临之前,看在爱神的份上,看在这明日我便须对其起誓的胡须的份上,赐予其中的一部分吧。
- 1.10ἄγουσι γὰρ αὐτοὺς ὡς ἄγουσιν οἱ καιροί
重复动词 ἄγουσι 的惯用结构(“时令/境遇如何引领他们,他们便如何被引领”),表示顺应季节变化或外界机缘的流转,而非出自自觉的意图。
- 1.11ὅς γε καὶ μᾶλλον ἔχῃ τοῦ πρόσω
关系代词 ὅς 搭配小词 γε 带有因果或让步色彩(“而你竟然……”)。ἔχῃ 为动词 ἔχω 的不及物或中动态用法,支配方向性属格 τοῦ πρόσω,意为“向前推进/向更深处挺进”。
- 1.12τὸν ἥλιον καταλιπόντα πῦρ ἀλλότριον ἐπαινεῖν
由 ἐβιάσασθε 所支配的不定式 ἐπαινεῖν 的主语是由分词短语 τὸν ἥλιον καταλιπόντα 所指代的人。句法上,阳性单数宾格分词 καταλιπόντα 修饰的是语境中省略的说话者(ἐμέ),τὸν ἥλιον 是其直接宾语,即“强迫[舍弃了太阳的我]赞美异己之火”,而非修饰太阳本身。
- 1.13ἀντιλαβὼν βέβαιον φίλον ὠκυμόρου δωρεᾶς
ὠκυμόρου δωρεᾶς 是由 ἀντιλαβών 支配的表示交换或代价的属格(“以短暂易逝的馈赠换得一位忠贞不渝的挚友”)。
- 1.13δὸς αὐτοῦ
与祈使语气不定过去时 δός 搭配的 αὐτοῦ 作部分属格,指代前文的 σου τὸ ἔαρ(“赐予其中[春光]的一部分”)。亦有解作地点/时间副词 αὐτοῦ(“当场/立刻”)的可能,但在情书语境中作部分属格更为贴切自然。
