← 斐洛斯脱拉德

书信与讲演集

§1.57-1.60

劝顺情爱与剃须驻颜及对酌酒佳人的赞颂

述话者借神话与历史先例劝导青年放下羞耻接纳情爱,赞许剃须留发以延驻青春的举措,诉说对心上人避往乡间的恐惧并立誓相随劳作,最后赞美酒肆中佳人的举止与残留有其温热气息的佳酿。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.57

νζ πέπεισαι μέν, ὡς εἰκάζειν ἔχω, τοῦ δὲ ἔργου τὴν αἰσχύνην ὀκνεῖς. εἶτα πρᾶγμα ἀποδιδράσκεις, ἀφʼ οὗ τις φίλος γίγνεται; οὐκ ἐντεῦθεν ἐπληρώθη καλῶν τὰ Ὁμήρου ἔπη τὸν Νιρέα, τὸν Ἀχιλλέα ἐς Τροίαν ἄγοντος; οὐκ ἐντεῦθεν Ἁρμόδιοι καὶ Ἀριστογείτονες, οἵ γε φίλοι καὶ μέχρι τῶν ξιφῶν; ὁ δὲ Ἀπόλλων οὐκ Ἀδμήτῳ καὶ Βράγχῳ ἐθήτευσεν; ὁ δὲ Ζεὺς οὐ τὸν Γανυμήδην ἥρπασεν, ᾧ χαίρει καὶ πρὸ τοῦ νέκταρος; μόνοι γὰρ ὑμεῖς οἱ καλοὶ καὶ τὸν οὐρανὸν οἰκεῖτε ὡς πόλιν. μὴ φθονήσῃς ἐραστοῦ σεαυτῷ δοῦναι μὲν ἀθανασίαν οὐκ ἔχοντος, τὴν δὲ αὑτοῦ ψυχὴν προτείνοντος.1 εἰ δὲ ἀπιστεῖς, ἕτοιμος ἀποθνήσκειν, ἂν ἐπιτάττῃς τοῦτο νυνί. εἰ δὲ πλέκω τὸν βρόχον, ἀπάνθρωπε, οὐκ ἀφαιρήσεις;

依我推测,你心中早已信服,却因顾惜此事的羞耻而犹豫不决。难道你竟要逃避那能让人成为挚友的事物吗?将尼柔斯与阿喀琉斯引向特洛伊的荷马,其诗篇之所以充斥着英俊的青年,难道不正是由此而起吗?哈尔摩狄俄斯与阿里斯托革顿乃至刀剑之际仍为挚友,难道不也是由此而起吗?阿波罗难道未曾作为雇工服侍过阿德墨托斯与布兰科斯?宙斯难道不曾抢夺伽倪墨得斯,且喜爱他甚于琼浆玉露?因为唯有你们这些美丽的青年,方能将苍穹亦视同城邦般栖居。请不要吝惜为自己接纳一位爱慕者——他纵然无法赐你永生,却愿献出自己的灵魂。倘若你心存怀疑,只要你此刻下令,我便甘愿赴死。然而,无情的人啊,若我编好绳套,你难道不会将它解开吗?

§1.58

νη ἐπαινῶ σε ἀντισοφιζόμενον τῷ χρόνῳ καὶ περικόπτοντα τὰ γένεια, ὃ γὰρ ἀπῆλθε φύσει, τοῦτο μένει τέχνῃ, ἡδίστη δὲ ἡ τῶν ἀπολλυμένων ἀνάκτησις, ὥστʼ, εἰ ἐμοὶ συμβουλεύοντι πείθοιο, τῇ μὲν κεφαλῇ κόμα καὶ μελέτω σοι τῶν βοστρύχων, ὡς τοὺς μὲν ταῖς παρειαῖς συγκαταβαίνειν ἠρέμα, τοὺς δὲ τοῖς ὤμοις ἐπικαθῆσθαι, καθάπερ φησὶν Ὅμηρος τοὺς Εὐβοεῖς ὄπισθεν κομᾶν — κεφαλὴ γὰρ ἀνθοῦσα ἡδίων παρὰ πολὺ τοῦ τῆς Ἀθηνᾶς φυτοῦ, εἴπερ γε δεῖ καὶ ταύτην τὴν ἀκρόπολιν μὴ ψιλὴν ὁρᾶσθαι μηδὲ ἀκόσμητον — τὰ δὲ γένειά σοι ψιλὰ ἔστω καὶ μηδὲν ἐνοχλείτω τῷ φωτὶ τούτῳ μήτε νεφέλη μήτε ἀχλύς. ὡς γὰρ οὐχ ἡδὺ θέαμα κεκλεισμένα ὄμματα, οὕτως οὐδὲ γένεια καλοῦ κομῶντα. εἴτε οὖν φαρμάκοις εἴτε μαχαίραις λεπταῖς εἴτε ἄκροις δακτύλοις εἴτε ῥύμμασι καὶ πόαις εἴτε ἄλλῃ τινὶ μηχανῇ, πρᾶττε σεαυτῷ τὸ κάλλος μακρότερον.2 οὕτω γὰρ ἔσῃ μιμούμενος τοὺς ἀγήρως θεούς.

我称赞你能够智胜时光,修剪起自己的髭须;盖因依自然之道逝去之物,凭技巧得以存留,而失而复得乃是最甘美之事。因此,你若听从我的劝告,便让头顶秀发长垂,悉心打理你的卷发,使一部分轻柔地垂于两颊,另一部分散落于双肩,正如荷马所言欧波亚人留着后垂的长发——因为一头繁茂的秀发,远比雅典娜的神木更为悦目,倘若这座卫城亦绝不可被目睹为光秃与未经修饰的话。然而,你的下颔应当光滑,莫让阴云或迷雾侵扰这片光芒。因为正如紧闭的双眸并非赏心悦目的景象,美丽的青年髭须蓬乱亦同样不雅。因此,无论借助药物,抑或薄刃剃刀,或是指尖拔除,或是香皂药草,亦或任何其他巧计,务必为你自己延缓美貌的驻留。因为如此一来,你方能化作不老神明的摹本。

§1.59

νθ ἐχθὲς συγκλείσας τὰ βλέφαρα ὅσον ἡσυχῆ σκαρδαμύξαι πολὺν ἡγούμην τὸν χρόνον· ἀμέλει τοῖς ὀφθαλμοῖς ὡς ἀνεράστοις ἐνεκάλουν· τί δὴ αὐτῆς ἐπελάθεσθε; τί δὲ τὴν φρουρὰν ἐξελίπετε; ποῦ δέ ἐστι καὶ τί γέγονε; κἂν τοῦτο αὐτὸ μηνύσατε. νομίσας δὲ ἀκούειν ἀπῆλθον ἔνθα σε ὄψεσθαι ᾠόμην καὶ τοῦτο ἐκεῖνο ἐζήτουν ὡς ἡρπαγμένην.3 τί οὖν μέλλω ποιεῖν, ἐὰν ἐξελάσῃς ἐς ἀγρόν, ὡς πέρυσι, καὶ πολλῶν ἡμερῶν τὰς ἐν ἄστει διατριβὰς καταλίπῃς; ἡγοῦμαι ἀναγκαῖον σαφῶς ἀπολωλέναι μηδὲν ἔχοντα ἡδὺ μήτε ἀκούειν μήτε ὁρᾶν. ἐγὼ μὲν γὰρ ἕψεσθαί σοι νομίζω τὴν πόλιν ἐξιούσῃ καὶ αὐτοὺς τοὺς ἐν ἄστει θεοὺς ἑλκομένους ὑπὸ τῆς θέας. τί γὰρ ἐνταῦθα μόνοι ποιοῦσιν; εἰ δὲ κἀκεῖνοι κατὰ χώραν μενοῦσιν, ἀλλʼ ἔγωγε οὐκ ἀπολειφθήσομαι τοῦ Ἔρωτος ἐφόλκιον· εἰ δὲ καὶ σκάπτειν δέοι, λήψομαι τὴν δίκελλαν, εἴτε κλᾶν, θεραπεύσω τὰς ἀμπέλους, εἴτε ἐπάγειν λαχάνοις ὕδωρ, ὁδοποιήσω τὸν δρόμον. τίς γὰρ οὕτω τυφλὸς ποταμός, ὡς σὴν γῆν μὴ γεωργεῖν; ἓν ἐξόμνυμαι τῶν ἐν ἀγροῖς εἰθισμένων, ἀμέλγειν γάλα. μόνων ἡδέως τῶν σῶν μαστῶν ἅπτομαι.

昨日,我合上双睑,仅仅静静眨了眨眼,便觉得时间漫长难耐;我立刻责怪双眸毫无爱意:“你们为何将她遗忘?为何擅离职守?她究竟身在何处,遭遇了何事?哪怕只把这一点告知于我!”我以为听到了回答,便动身前往料想能见到你的地方,仿佛你遭人掠去一般,惊呼着“果真出事了”四处找寻。倘若你如去年一般驱车前往乡间,撇下城中的盘桓许多时日,我又该如何是好?我想,既无可听亦无可观之悦事,我定然难逃毁灭。因为依我看来,当你离去时,整座城邦都会随你而去,连城里的神祇亦会被你的容貌所吸引;否则他们独自留在此处又有何作为?纵使神祇驻守原地,我无论如何绝不会掉队,甘愿作爱神拖曳的小舟。若需掘地,我便操起双齿锄;若需修剪,我便侍弄葡萄藤;若需引水灌溉蔬菜,我便开辟水路。究竟何等盲目的河流,竟会不灌溉你的田地?唯独乡村习俗中的一事,我发誓拒绝:挤奶。我唯愿欣喜地抚触你的酥胸。

§1.60

ξ πάντα με αἱρεῖ τὰ σά, καὶ ὁ λινοῦς χιτών, ὡς ὁ τῆς Ἴσιδος, καὶ τὸ καπηλεῖον, ὡς Ἀφροδίσιον, καὶ τὰ ἐκπώματα, ὡς Ἥρας ὄμματα, καὶ ὁ οἶνος, ὡς ἄνθος, καὶ τῶν τριῶν δακτύλων αἱ συνθέσεις, ἐφʼ ὧν ὀχεῖται τὸ ποτήριον, ὥσπερ αἱ τῶν φύλλων τῶν ἐν τοῖς ῥόδοις ἐκβολαί, κἀγὼ μὲν φοβοῦμαι, μὴ πέσῃ, τὸ δὲ ἕστηκεν ὀχυρῶς, ὡς γνώμῃ ἐρηρεισμένον, καὶ τοῖς δακτύλοις συμπέφυκεν. εἰ δὲ καὶ ἀποπίοις ποτέ,4 πᾶν τὸ καταλειπόμενον γίγνεται θερμότερον τῷ ἄσθματι, ἥδιον δὲ τοῦ νέκταρος. κάτεισι γοῦν ἐπὶ τὴν φάρυγγα ἀκωλύτοις ὁδοῖς, ὥσπερ οὐκ οἴνῳ κεκραμένον, ἀλλὰ φιλήμασιν.

你的一切皆令我倾倒:你那宛如伊西斯神衣般的亚麻短袍,那宛若阿佛洛狄忒神殿般的酒馆,那如同赫拉双眸般的酒杯,那宛如繁花般的佳酿,以及托着杯盏的三指并拢的姿态,恰似蔷薇花瓣舒展的形态。我唯恐杯盏坠落,它却稳稳矗立,仿佛深具心志般坚固,与你的玉指浑然一体。倘若你曾浅啜一口,杯中残存的一切便因你的吐息而愈发温热,胜过琼浆玉露之甘甜。它沿着畅通无阻的通道流入咽喉,仿佛调和的并非葡萄酒,而是亲吻。

语法注4 条
  1. 1.57μὴ φθονήσῃς ἐραστοῦ σεαυτῷ δοῦναι μὲν ἀθανασίαν οὐκ ἔχοντος, τὴν δὲ αὑτοῦ ψυχὴν προτείνοντος

    动词 φθονέω 后接表示对象与获益者的与格(σεαυτῷ)以及表示被吝惜/拒绝给予之物的属格(ἐραστοῦ,起分离/剥夺属格的作用)。分词短语 δοῦναι μὲν ἀθανασίαν οὐκ ἔχοντος, τὴν δὲ αὑτοῦ ψυχὴν προτείνοντος 作 ἐραστοῦ 的定语。核心句意为“切莫为你自己拒绝一位……的爱人”。

  2. 1.58πρᾶττε σεαυτῷ τὸ κάλλος μακρότερον

    动词 πράττω 在此处与利益与格 σεαυτῷ 连用,具有“促成”、“谋求”或“使之持久”的含义。τὸ κάλλος 为直接宾语(宾格),比较级形容词 μακρότερον 作宾语补足语,整个句式意为“为你自己使得这美貌更加长久”。

  3. 1.59τοῦτο ἐκεῖνο ἐζήτουν ὡς ἡρπαγμένην

    短语 τοῦτο ἐκεῖνο 是一句常见的口语惯用语,意为“这正是那一出!”或“果然出事了!”,用以表达警觉、惊慌或预感的证实。此处在句中起到副词性/插入性的作用,刻画了说话者焦急慌乱的心态:“就如同你遭人拐走了一般,喊着‘果然出事了’到处找寻。”

  4. 1.60εἰ δὲ καὶ ἀποπίοις ποτέ

    动词 ἀποπίνω 根据语境可指“喝光”或“啜饮一部分”。由于后文紧接着提到杯中所遗留之物(πᾶν τὸ καταλειπόμενον),此处显然指“抿上一口”或“浅啜”。希求法 ἀποπίοις 表示经常性重复或假设性的泛指条件。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg006.humanitext-grc2:1.57-1.60