← 斐洛斯脱拉德

书信与讲演集

§1.51-1.56

蔷薇之美与爱欲辩护及被美人俘获的哲学灵魂

书信第51至56封分别向克勒俄尼得斯盛赞蔷薇与容颜、向尼克塔斯为爱欲辩护并称不爱者盲目,劝勉佳人舒展双眉,托付蔷薇充当使者依偎爱人,阐发蔷薇与爱神的相似及韶华之短促,并叙述曾沉思宇宙天体的哲学灵魂如何被美人的双眸俘获而一心沉醉于爱人的形象。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.51

να Κλεονίδῃ. ἡ Σαπφὼ τοῦ ῥόδου ἐρᾷ καὶ στεφανοῖ αὐτὸ ἀεί τινι ἐγκωμίῳ τὰς καλὰς τῶν παρθένων ἐκείνῳ ὁμοιοῦσα, ὁμοιοῖ δὲ αὐτὸ καὶ τοῖς τῶν Χαρίτων πήχεσιν, ἐπειδὰν ἀποδύσῃ σφῶν τὰς ὠλένας. ἐκεῖνο μὲν οὖν εἰ καὶ κάλλιστον ἀνθέων, βραχὺ τὴν ὥραν, παρέπεται γὰρ τοῖς αὔοις ἐννεάσαν τῷ ἦρι, τὸ δὲ σὸν εἶδος ἀεὶ τέθηλεν, ὅθεν ὀφθαλμοῖς ἐμμειδιᾷ καὶ παρειαῖς οἷον τι ἔαρ τὸ μετόπωρον τοῦ κάλλους.1

致克勒俄尼得斯。萨福钟爱蔷薇,总是以赞辞为它加冕,将美丽的少女比作蔷薇;每当她褪去美惠女神们的手臂衣饰时,亦将蔷薇比作她们的肘臂。那花朵纵然是百花中最娇艳者,其盛期却甚为短促,因其在春日绽放之后,便随枯萎的花叶同归于尽;然而你的容貌却永葆青春,故而你美貌的残秋映照在眼眸与面颊上,宛如化作了明媚的春光。

§1.52

νβ Νικήτῃ. οὐ τὸ ἐρᾶν νόσος, ἀλλὰ τὸ μὴ ἐρᾶν, εἰ γὰρ ἀπὸ τοῦ ὁρᾶν τὸ ἐρᾶν τυφλοὶ οἱ μὴ ἐρῶντες.

致尼克塔斯。陷入爱河并非疾病,不爱才是疾病;因为若爱欲源于凝视,那么不爱之人便是盲目之人。

§1.53

νγ τὴν νεφέλην τῶν ὀφρύων ἀφαιρεῖν ἄμεινον, ὡς μηδὲν κατηφὲς εἴη σοι περὶ τὴν ὥραν, αὐτῶν τε γὰρ τῶν ὡρῶν ἡδίους αἱ ἀνειμέναι καὶ γελῶσαι, καὶ τοῦ κάλλους ἡδονὴν ὥσπερ ἐκ κατόπτρου ἐμφαίνει τὰ τῆς περὶ τῷ προσώπῳ γαλήνης, ἣν εἰ μὴ θολώσεις, ἄστρον ὑπέρτατον ἐν ἁμέρᾳ βλεπόμενον δόξεις. εἰ δὲ ἐκ Πινδάρου ταῦτα, κἀκεῖνό που κατὰ Πίνδαρον τὸ τὴν ἀκτῖνα τὴν ἀπὸ σοῦ πηδῶσαν εἶναι τῶν ἐμῶν ὀφθαλμῶν μητέρα.2

拂去双眉间的阴云实乃上策,免得你的芳华蒙上一丝沮丧与阴郁;因为在诸季之中,唯有温和欢畅的季节最为甘美,而面容的宁静宛如明镜一般,辉映出美貌的欢悦;倘若你不使之浑浊,便会被视作白昼里所见最崇高的星宿。倘若这些话出自品达,那么从你身上迸射而出的光芒是我双眸之母这一说法,想必亦符合品达之意。

§1.54

νδ εἰ κἀμὲ φεύγεις, ἀλλʼ ὑπόδεξαι κἂν τὰ ῥόδα ἀντʼ ἐμοῦ, καί σου δέομαι μὴ στεφανοῦσθαι μόνον, ἀλλὰ καὶ κοιμηθῆναι ἐπʼ αὐτῶν, καὶ γάρ ἐστιν ἰδεῖν μὲν καλά, οἵαν τὸ πῦρ ἔχει τὴν ἀκμήν, ἅψασθαι δὲ μαλακὰ καὶ πάσης στρωμνῆς ἁπαλώτερα ὑπὲρ τὸν Βαβυλώνιον κόκκον καὶ τὴν Τυρίαν πορφύραν, καὶ γὰρ εἰ σπουδαῖα ἐκεῖνα, ἀλλʼ οὐ πνεῖ καλόν. ἐνετειλάμην αὐτοῖς καὶ τὴν δειρήν σου φιλῆσαι καὶ τοῖς μαστοῖς ἐπελθεῖν καὶ ἀνδρίσασθαι, ἂν ἐφῇς, καί, οἶδα, ἀκούσεται. ὦ μακάρια, οἵαν γυναῖκα περιβάλλειν μέλλετε. ἀλλὰ δεήθητε αὐτῆς ὑπὲρ ἐμοῦ καὶ πρεσβεύσατε καὶ πείσατε, ἐὰν δὲ παρακούῃ, κατακαύσατε.

纵使你躲避我,也请代我收下这些蔷薇;我恳求你不仅要将其戴作花冠,更要卧于其上。因为它们观之明艳,具烈火般的灿烂;抚之柔嫩,比任何褥垫都更加细腻,胜过巴比伦的绯红织物与推罗的紫袍;纵然那些织物名贵非凡,却无法散发怡人的馨香。我已吩咐它们去亲吻你的玉颈,攀附你的酥胸,倘若你应允,便像男子汉一般行事;我知道,它们定会听从。幸福的花儿啊,你们将要拥抱何等绝美的女子!请代我向她恳求,充当说客并说服她;但倘若她置若罔闻,便将她彻底焚尽。

§1.55

νε ὄντως τὰ ῥόδα Ἔρωτος φυτά, καὶ γὰρ νέα, ὡς ἐκεῖνος, καὶ ὑγρά, ὡς αὐτὸς ὁ Ἔρως, καὶ χρυσοκομοῦσιν ἄμφω καὶ τἆλλʼ αὐτοῖς ὅμοια τὰ ῥόδα τὴν ἄκανθαν ἀντὶ βελῶν ἔχει, τὸ πυρρὸν ἀντὶ δᾴδων, τοῖς φύλλοις ἐπτέρωται, χρόνον δὲ οὔτε Ἔρως οὔτε ῥόδα οἶδεν, ἐχθρὸς γὰρ ὁ θεὸς καὶ τῇ κάλλους ὀπώρᾳ καὶ τῇ ῥόδων ἐπιδημίᾳ. εἶδον ἐν Ῥώμῃ τοὺς ἀνθοφόρους τρέχοντας καὶ τῷ τάχει μαρτυροῦντας τὸ ἄπιστον τῆς ἀκμῆς, ὁ γὰρ δρόμος διδασκαλία χρήσεως· εἰ μὲν οὖν ἅψῃ ταχέως τῶν ῥόδων, μένει, εἰ δὲ μελλήσεις, ἀπελήλυθε. μαραίνεται καὶ γυνὴ μετὰ ῥόδων, ἂν βραδύνῃ. μὴ μέλλε, ὦ καλή· συμπαίξωμεν, στεφανωσώμεθα τοῖς ῥόδοις, συνδράμωμεν.

蔷薇确乎是厄洛斯的花木:宛如爱神一般稚嫩,如厄洛斯自身一般温润娇艳,二者皆生有金发,在其他方面亦彼此相仿;蔷薇以荆棘为箭镞,以赤红为火炬,以花瓣为羽翼;然而厄洛斯与蔷薇皆不知持久为何物,因为这位神祇既厌恶容颜的晚秋,亦憎恶蔷薇的逗留。我在罗马曾见卖花人一路疾跑,以其迅疾见证芳华的难以凭信;盖因这奔跑正是在教人及时行乐。倘若你敏捷地采撷蔷薇,它便能留存;倘若你迟疑犹疑,它早已逝去。女子若耽搁迟延,亦会与蔷薇一同枯萎。切莫迟疑,佳人啊;让我们一同嬉戏,一同戴上蔷薇花冠,一同奔跑吧。

§1.56

νς ἀπέκλειόν σοι τὰ ὄμματα. πῶς σοι; εἴπω·3 ὡς οἱ πολιορκούμενοι τὰς πύλας. καὶ σὺ τὴν φρουρὰν λαθὼν ἔνδον εἶ. λέγε, τίς σε ἐσήγαγεν, εἰ μὴ τι τὰ ὄμματα ʽπαρεῖδενʼ. ἦν ἄρα πάθος ἐρωτικὸν καὶ κατὰ τῆς ψυχῆς γενόμενον, ἥγε πάλαι μὲν μόνα ἐνεθυμεῖτο, ἃ ἤθελε,4 καὶ περὶ τὰ κάλλιστα ἐσπουδάκει φιλοσοφοῦσα, καὶ ἦν αὐτῆς ὁ ἔρως τὰ οὐρανοῦ νῶτα ὁρᾶν καὶ περὶ τῆς κατὰ ταῦτα οὔσης οὐσίας πολυπραγμονεῖν καὶ τίνες αἱ τοῦ παντὸς περίοδοι καὶ τίς ἡ ταῦτα ἄγουσα ἀνάγκη, καὶ τὸ σκέμμα ἐδόκει χαριέστατον ἡλίῳ συνδραμεῖν καὶ σελήνῃ, συγκινδυνεῦσαι μὲν ἀπιούσῃ, συνησθῆναι δὲ πληρουμένῃ τῷ τε ἄλλῳ χορῷ τῶν ἀστέρων συμπλανηθῆναι καὶ μηδὲν ἄβατον μηδὲ ἀθέατον καταλιπεῖν τῶν ὑπὲρ τὴν γῆν μυστηρίων, ἀφʼ οὗ δὲ ἀνθρωπίνῳ πλησιάσασα ἔρωτι ἑάλω κάλλους ὄμμασι, πάντων ἀμελήσασα ἐκείνων περὶ ἓν τοῦτο ἐσπούδακε, καὶ ὅσον ἂν τῆς ἔξω μορφῆς σπάσῃ, τοσοῦτον ἔνδον συντίθησι καὶ μνήμῃ ταμιεύεται, τὸ δὲ ἔσω παρελθὸν φῶς μέν ἐστιν ἐν ἡμέρᾳ, νύκτωρ δὲ ὄναρ γίγνεται.

我曾对你紧闭双眸。你问如何闭上?且听我说:正如被围困之人紧闭城门一般。然而你却避开守卫,潜入了我的内心。说吧,若非双眸有所疏漏,究竟是谁引你进来的?原来爱欲的激情亦能降临于灵魂之上;这灵魂往昔只思索自己所愿之事,在探求智慧中专注于最美好的事物,其爱欲乃是仰观苍穹之巅,探究存在于其间的本质,宇宙的运转周期为何,引导演进的必然律又是何者;与日月同行,在月亏时分担其危难,在月盈时共享其欣喜,随星辰的群舞一同漫游,对大地之上的诸般奥秘不留一丝未涉之境与未睹之象,曾被视作最为优雅惬意的沉思。然而,自它靠近人世的情爱而被美貌的眼眸俘获以来,便抛弃了昔日的一切,唯独倾心于这唯一之事;凡它所吸纳的外部容貌,皆在内心细致重构并珍藏于记忆之中;那潜入内部的身影,白昼便是一道光明,入夜则化作一场幽梦。

语法注4 条
  1. 1.51τὸ μετόπωρον τοῦ κάλλους

    在句末“οἷον τι ἔαρ τὸ μετόπωρον τοῦ κάλλους”中,“τὸ μετόπωρον τοῦ κάλλους”(美貌之秋)充当主语,而“οἷον τι ἔαρ”(宛如一种春日)作为主语补足语或表语修饰成分。此句以反讽般的赞辞表明,即便对方容颜已入熟秋,展现出来的却宛若初春。

  2. 1.53τὸ τὴν ἀκτῖνα τὴν ἀπὸ σοῦ πηδῶσαν εἶναι τῶν ἐμῶν ὀφθαλμῶν μητέρα

    带冠词不定式短语“τὸ ... εἶναι ...”充当指示代词“κἀκεῖνό”的同位语,具体解释其内容。此处化用了品达将太阳光芒称为“眼睛之母”的著名诗句,并将其转用于恋人眼中迸射的光芒赋予自己凝视之力。

  3. 1.56ἀπέκλειόν σοι τὰ ὄμματα. πῶς σοι; εἴπω·

    与格“σοι”在此充当受损与格(dativus incommodi)或关涉与格,意为“针对你关上双眼/为了防备你而闭目”。省略句“πῶς σοι;”(对你如何关上?)通过自问自答引出带有推敲或决意意味的虚拟语气“εἴπω”(且让我道来),从而引申出下文的围城之喻。

  4. 1.56ἥγε πάλαι μὲν μόνα ἐνεθυμεῖτο, ἃ ἤθελε

    由关系代词引导的自“ἥγε ...”至“μνήμῃ ταμιεύεται”的长句,其核心骨架是由“πάλαι μέν”(往昔)与“ἀφʼ οὗ δέ”(自……以来)构成的鲜明对照。前半部分铺陈了灵魂此前自由参悟天体奥秘的哲学境界,与后文被凡人美色俘获后的单一执念形成强烈反差。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg006.humanitext-grc2:1.51-1.56