- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg006.humanitext-grc2:1.43-1.50
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
一组收录了诸多主题的简短书简,涉及坚忍之爱的美德、对名妓行为的评骘、无核石榴与蔷薇寝榻的赠答,以及借助神话谱系对冷酷妇人的控诉,并将情爱的致命俘获比作卡律布狄斯之涡。
μγ τὸ ἐρῶντα καρτερεῖν σωφρονέστερον τοῦ μηδὲ ἐρασθῆναι,1 καὶ γὰρ δὴ καὶ τὰ πολεμικὰ ἄνδρες οὐχ οἱ μὴ τρωθέντες, ἀλλʼ οἱ νικῶντες ἐν τραύμασιν.
身陷爱河而能坚忍,比从未坠入情网更为节制自持;因为在战事之中,勇士亦非那些从未负伤之人,而是身带创伤却依然克敌制胜之人。
μδ Ἀρηναίδι. τὸ μὲν μὴ ἐρῶντι χαρίζεσθαι, Λυσίου δόξα, τὸ δὲ ἐρῶντι δοκεῖ Πλάτωνι, σοὶ δὲ καὶ ἐρῶντι καὶ μὴ ἐρῶντι. τοῦτο δὲ σοφὸς μὲν οὐδείς, Λαὶς δέ, οἶμαι, ἐπῄνει.
致阿勒奈伊斯。委身于不爱之人,乃是吕西亚斯的见解;委身于相爱之人,则是柏拉图的主张;而你却是既委身于爱者,亦委身于不爱者。对此智者无一人称许,但我以为,莱伊斯定会大加赞赏。
με Διοδώρῳ. τὰς ἀπυρήνους ῥοιὰς Ἐρυθραὶ κηπεύουσιν οἰνοχοούσας νᾶμα πότιμον, ὥσπερ τῶν βοτρύων οἱ εὖ πράττοντες· δέκα σοι τούτων τρυγήσας ἔπεμψα, χρῶ δὲ αὐταῖς σιτούμενος μὲν ὡς οἴνῳ, μεθύων δὲ ὡς σίτῳ.
致狄奥多罗斯。厄律特赖培植着无核石榴,它们宛如长势极佳的葡萄串一般,流淌出宜于畅饮的汁液。我采摘了十枚馈赠与你;请享用它们,在进食时当作美酒,在痛饮时当作干粮。
μς εὖ πεποίηκας στρωμνῇ χρησάμενος τοῖς ῥόδοις· ἡ γὰρ πρὸς τὰ πεμφθέντα ἡδονὴ σημεῖον μέγα τῆς πρὸς τὸν πέμψαντα τιμῆς, ὥστε κἀγώ σου δι’ αὐτῶν ἡψάμην, καὶ γάρ ἐστιν ἐρωτικὰ καὶ πανοῦργα καὶ κάλλει χρῆσθαι εἰδότα. δέδοικα δέ, μὴ οὐδʼ ἡσυχίαν ἤγαγεν,2 ἀλλʼ ἠνώχλει σοι καθεύδοντι, ὥσπερ τῇ Δανάῃ ὁ χρυσός. εἰ δὲ βούλει τι φίλῳ χαρίζεσθαι, τὰ λείψαντα αὐτῶν ἀντίπεμψον μηκέτι πνέοντα ῥόδων μόνον, ἀλλὰ καὶ σοῦ.
你将蔷薇作为卧榻垫褥,实乃妙举;盖因对所赠之物的欣悦,正是对赠予者敬重的绝佳明证,以至于我也借由花瓣触碰了你,因为蔷薇本就多情、顽皮,且深谙领略芳华之道。但我亦担忧,它们不仅未曾保持安静,反而在你沉睡时扰你清梦,正如那黄金困扰达那厄一般。倘若你愿对友人稍施恩惠,便请将它们的残枝遗瓣寄还予我,让它们不再仅散发着蔷薇的气息,更蕴含着你的馨香。
μζ εἰ Λάκαινα ἦσθα, ὦ καλή, Ἑλένης ἂν ἐμνημόνευσας καὶ τῆς νεώς, εἰ Κορινθία τῶν Λαίδος κώμων, εἰ Βοιωτία, τῶν Ἀλκμήνης γάμων, εἰ τῶν ἐξ Ἤλιδος, οὐκ ἤκουσας τὸν Πέλοπος δρόμον; οὐκ ἐζήλωσας τὴν ἐκ θεάτρου γαμηθεῖσαν; οὐκ ἐθαύμασας τὸν Ἀλφειόν; οὐκ ἔπιες τοῦ νυμφίου; ἡ δὲ Τυρὼ τῷ Ἐνιπεῖ ἐπενήξατο καὶ Αἰγαίωνι ἐπὶ θάλατταν ʽἐλθοῦσἀ συνεπλάκη. ἦν γὰρ ἀγαθὴ καὶ μεγάλων ἐραστῶν ἀξία. δοκεῖς δέ μοι μηδὲ Θεσπιακή τις εἶναι, πάντως γὰρ ἂν τῷ Ἔρωτι ἔθυες, μηδὲ Ἀττική, τὰς γὰρ παννυχίδας καὶ τὰς ἑορτὰς καὶ τὰ Μενάνδρου δράματα οὐκ ἄν ποτε ἠγνόησας. ἀλλʼ εἰ καὶ βάρβαρος εἶ καὶ μία τῶν ἀπὸ Θερμώδοντος ποταμοῦ παρθένων, ἀλλὰ καὶ ταύτας λόγος νεανίσκοις συμπλέκεσθαι καὶ τίκτειν ἐκ κλοπῆς. ἀλλὰ μὴ Θρᾷττα καὶ Σιδωνία; καὶ μὴν καὶ τούτων ἔρως ἥψατο, καὶ ἡ μὲν τῷ Νυσίῳ συνεπλάκη, ἡ δὲ τῷ Βοιωτῷ Διί. ἔοικα εὑρηκέναι σε, εἰ μὴ κακός εἰμι καὶ φαῦλος φυσιογνωμονεῖν· Δαναός σοι πατὴρ καὶ χεὶρ ἐκείνη καὶ λῆμα φονικόν· ἀλλὰ κἀκείνων τις τῶν ἀνδροφόνων παρθένων νεανίσκου φιλοῦντος ἐφείσατο. οὐχ ἱκετεύω σε, οὐ δακρύω, πλήρωσον τὸ δρᾶμα, ἵνα μου ψαύσῃς κἂν ξίφει.3
佳人啊,倘若你是斯巴达女子,定会忆起海伦与那艘海船;倘若是科林斯女子,定会想起莱伊斯的狂欢盛宴;倘若是玻俄提亚女子,定会念及阿尔克墨涅的婚礼。倘若你来自伊利斯,难道不曾听闻珀罗普斯的赛车?难道不曾羡慕那自剧场被迎娶的女子?难道不曾赞叹阿尔斐俄斯河?难道不曾饮过那新郎之泉?堤罗游向厄尼佩乌斯河,奔赴大海与埃该翁交合;盖因她是高贵的女子,配得上伟大的情人。然而在我看来,你甚至不是忒斯庇埃女子,否则你必定会向厄洛斯献祭;你亦非阿提卡女子,否则断不会对彻夜狂欢、诸般节庆以及米南德的戏剧一无所知。纵然你是蛮族女子,是热尔莫冬河畔的贞女之一,然而相传就连她们也会与青年交接并暗结珠胎。抑或你是色雷斯或西顿的女子?然而爱欲亦曾触及她们,前者与纽西奥斯交合,后者则归于玻俄提亚的宙斯。若非我不谙相人之术而愚钝拙劣,我似乎已然洞悉你的身世:达那俄斯乃是你的生父,那双狠手与那颗残暴嗜杀之心亦完全承袭于他;然而在那些弑夫的贞女之中,尚且有一人放过了钟情于她的青年。我不乞求你,亦不垂泪;请演完这出戏剧吧,好让你触碰我,哪怕是用利刃。
μη καὶ σὺ πονηρὸς οὕτως, ὡς μηδένα ἄλλον ἐλεεῖν, κἀγὼ δυστυχὴς οὕτως, ὡς μηδὲ παρʼ ἄλλου λαβεῖν, καὶ πάνυ χαίρω τῇ κακοπραγίᾳ βουλόμενος μὴ παύσασθαι διαμαρτάνων, ἵνα παύσῃ μηδὲ σὺ τῆς ἐπὶ τῷ μιαρῷ τοῦ τρόπου κακοδοξίας, τὸ μὲν γὰρ ἐμὸν μιᾶς ἔργον ἡδονῆς, τὸ δὲ σὸν κοινὸν ἐς διαβολὴν τῆς παρὰ πάντων αἰτίας.
你狠毒至此,以致不怜悯任何他人;我亦不幸至此,以致无法自任何别处获得怜悯;而我对这厄运深感欣喜,甘愿屡遭挫败而不止息,好让你亦永难摆脱因天性残虐而招致的恶名。盖因我的作为只关乎一己之欢,你的行径却成了招致万民中伤与谴责的由头。
μθ ἔπεμψά σοι σῦκα ἠρινά, θαυμάζοις δʼ ἂν αὐτῶν ἢ τὸ ἤδη ἢ τὸ ἔτι.4
我寄去了春季的无花果;你或会为其早熟而称奇,或会为其晚存而惊叹。
ν τί τὸ καινὸν ἀνδρολήψιον τοῦτο; τίς ἡ τυραννίς; ἕλκεις με ἀπὸ τῶν ὀμμάτων καὶ σύρεις μὴ θέλοντα, ὥσπερ τοὺς πλέοντας ἡ Χάρυβδις ἀνερρόφει. ἦσαν ἄρα καὶ ἔρωτος πέτραι καὶ ὀφθαλμῶν πνεύματα, οἷς τις ἅπαξ ἐνσχεθεὶς καταδύεται. τοῦτο μὲν οὖν οὐκ εἶχεν ἡ Χάρυβδις· ἐμπρόθεσμον ἐκεῖνο τὸ ναυάγιον καὶ μικρόν τις ἀναμείνας σωτηρίας ηὐπόρει δένδρον εὑρὼν ἐν πελάγει, ὁ δὲ ἐς ταύτην ἅπαξ τὴν θάλατταν καταρρυεὶς οὐκ ἔτι ἐξέρχεται.
这亘古未有的拿捕究为何事?这般专横暴虐又是何意?你以目光牵引我,将不情愿的我生生拖拽,宛如卡律布狄斯吞噬航海之人。原来爱欲亦有礁石,双眸亦有风暴,人一旦受困其间便会沉沦灭顶。至少卡律布狄斯尚不至于此:那场海难尚有定期,稍作等待之人尚能在汪洋中攀援浮木而觅得生路;可一旦陷落入这片汪洋,便再也无法脱身而出了。
- 1.43τὸ ἐρῶντα καρτερεῖν σωφρονέστερον τοῦ μηδὲ ἐρασθῆναι
带冠词的不定式 τὸ καρτερεῖν 作主语,宾格分词 ἐρῶντα 作其逻辑主语。属格短语 τοῦ μηδὲ ἐρασθῆναι 是由比较级 σωφρονέστερον 所要求的比较属格,构成了两个不定式短语之间的对比。
- 1.46δέδοικα δέ, μὴ οὐδʼ ἡσυχίαν ἤγαγεν
在表示担忧的动词 δέδοικα 之后,由 μή 引导的从句采用了直陈语气不定过去时(ἤγαγεν)。该结构并非表达对将来之事的忧虑,而是对既成之事实表示揣测或担忧(即“恐怕实际上连安静都未能保持……”)。
- 1.47ἵνα μου ψαύσῃς κἂν ξίφει
κἂν(源自 καὶ ἄν 或 κἂν εἰ 的省略)在此作副词用,具有限制性涵义,意为“哪怕”、“至少”。它修饰工具与格 ξίφει,表述“哪怕仅仅是用剑来触碰我”。
- 1.49θαυμάζοις δʼ ἂν αὐτῶν ἢ τὸ ἤδη ἢ τὸ ἔτι
αὐτῶν 为关系属格(“关于它们/在它们身上”)。由中性冠词与副词结合而成的并列短语 ἢ τὸ ἤδη ἢ τὸ ἔτι 作 θαυμάζοις ἄν 的宾语,将反季节的两种属性——早熟(“已然成实”)与晚延(“尚且留存”)——形成了简洁有力的对比。
