← 斐洛斯脱拉德

书信与讲演集

§1.37-1.42

赞赤足诫敷粉与致雅典诺多罗斯信札

作者借摩摩斯挑剔阿佛洛狄忒的神话赞颂赤足之美,为女子不顾世俗非议的放达大胆辩护,以流亡者之身恳求垂怜,告诫切莫施加人工粉饰,最后致信雅典诺多罗斯,讽刺仅凭道听途说的恋情与盲目无知的喝彩。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.37

λζ ὁ Μῶμος τῶν μὲν ἄλλων οὐδὲν ἔφη τῆς Ἀφροδίτης αἰτιάσασθαι, τί γὰρ ἂν καὶ ἐμέμψατο; ἓν δὲ μόνον δυσχεραίνειν ἔφη, ὅτι τρύζοι αὐτῆς τὸ ὑπόδημα καὶ λίαν εἴη λάλον καὶ τῷ ψόφῳ ὀχληρόν, εἰ δὲ ἀνυπόδετος ἐβάδιζεν, ὥσπερ ἀνέσχεν ἐκ τῆς θαλάττης, οὐκ ἄν ποτε ηὐπόρησε σκωμμάτων οὐδὲ κωμῳδίας ὁ ἀλιτήριος, καί μοι δοκεῖ μηδὲ μοιχευομένη διὰ τοῦτο μόνον λαθεῖν, ὅτι πάντα ὁ Ἥφαιστος ἔγνω τὰ κεκρυμμένα, τοῦ σανδαλίου διαβαλόντος.1 ταῦτα μὲν ἡμῖν ὁ μῦθος, σὺ δὲ καὶ τῆς Ἀφροδίτης ἔοικας βουλεύεσθαι ἄμεινον χρωμένη τοῖς ποσίν, ὡς ἐτέχθης καὶ φεύγουσα τοῦ Μώμου τὰ ἐγκλήματα. ὦ ἄδετοι πόδες, ὦ κάλλος ἐλεύθερον, ὦ τρισευδαίμων ἐγὼ καὶ μακάριος, ἐὰν πατῇ με.

摩摩斯曾言,他对阿佛洛狄忒在其他各方面皆无可指责——盖因他究竟还能挑剔什么呢?——唯独对一事表示不悦:她的鞋履吱嘎作响,过于饶舌,因其噪音而惹人生厌。倘若她如自沧海升起时那般赤足而行,那个恶棍便绝无可能觅得讥刺与戏谑的把柄;而在我看来,她在私通时之所以未能瞒过众人,亦仅仅是因为鞋履泄露了秘密,致使赫淮斯托斯探知了一切隐秘。神话传与我们的便是如此;而你以天生赤裸的双足行步,逃避了摩摩斯的指控,足见你在谋划上甚至胜过阿佛洛狄忒。啊,不受拘束的双足,啊,自由自在的至美,倘若你能踩在我身上,我将是何等三生有幸与福祉无疆!

§1.38

λη ὃ τοῖς ἄλλοις ἐπίρρητον δοκεῖ καὶ μέμψεως ἄξιον, ὅτι ἀναίσχυντος εἶ καὶ θρασεῖα καὶ εὔκολος, τοῦτο μάλιστα ἐγώ σου φιλῶ. καὶ γὰρ ἵππους θαυμάζομεν τοὺς φρονήματι χρωμένους καὶ ὄρνιθας τοὺς μὴ νεύοντας κάτω. οὐδὲν οὖν οὐδὲ σὺ καινὸν ποιεῖς, εἰ γυνὴ οὖσα πολλῶν ὥρᾳ κρατοῦσα ὑψηλόν τε ὁρᾷς καὶ μετέωρον βαδίζεις, εἴπερ τις ἐστὶ καὶ κάλλους ἀκρόπολις πολὺ κρείττων τῶν βασιλείων. μισθώματα λαμβάνεις· καὶ γὰρ ἡ Δανάη χρυσόν. καὶ στεφάνους δέχῃ· τοῦτο μὲν καὶ Ἄρτεμις ἡ παρθένος. καὶ γεωργοῖς παρέχεις σεαυτήν· ἡ δὲ Ἑλένη καὶ ποιμέσι καὶ κιθαρῳδοῖς· μηδὲ δούλων καταφρονήσῃς, ἵνα κἂν διὰ σὲ δοκῶσιν ἐλεύθεροι, ἀλλὰ μηδὲ ναυτῶν· ταχέως μὲν ἀπίασιν, ἀλλʼ ὁ Ἰάσων οὐκ ἄτιμος ὁ πρῶτος κατατολμήσας θαλάττης· οὔτε γὰρ πῦρ θερμὸν οὕτως ὥς σου τὸ ἆσθμα, οὔτε αὐλὸς ἡδὺ ἄκουσμα οὕτως, ὡς τὰ σὰ ῥήματα.

在旁人眼中看似可耻且应受谴责之事——即你肆无忌惮、大胆妄为而又易于委身——这恰恰是我在你身上最为钟爱之处。盖因我们赞赏意气风发的骏马,亦赞赏从不低垂头颅的飞鸟。因此,你身为一名以青春之美压倒众人的女子,纵使昂首顾盼、高视阔步,亦绝非标新立异,若真有一座美之卫城,它自当远胜于帝王之宫阙。你收受报酬;达那厄亦曾受纳黄金。你接纳花冠;贞洁的阿耳忒弥斯亦是如此。你将自身委于农夫;海伦亦曾委身于牧人与琴师。切莫蔑视奴隶,好使他们因你之故亦得宛如自由之人;亦切莫轻视水手:他们虽旋即离去,然那率先向大海逞勇的伊阿宋却绝非无足轻重。盖因烈火亦不如你的喘息温热,长笛之音亦不如你的言辞悦耳动听。

§1.39

λθ μηδὲ γράφειν φυγάδα ἀνέξῃ; ἀλλʼ ἐπίνευε φιλοῦσιν. ἔφευγε καὶ Ἀριστείδης, ἀλλʼ ἐπανήρχετο, καὶ Ξενοφῶν, ἀλλʼ οὐ δικαίως, ἔφευγε καὶ Θεμιστοκλῆς, ἀλλʼ ἐτιμᾶτο καὶ παρὰ βαρβάροις, καὶ Ἀλκιβιάδης, ἀλλὰ καὶ παρετείχιζε τὰς Ἀθήνας, καὶ Δημοσθένης, ἀλλʼ ὁ φθόνος αἴτιος. φεύγει καὶ θάλαττα, ὅταν ὑφʼ ἡλίῳ ἐλαύνηται, καὶ ὁ ἥλιος, ὅταν νὺξ καταλαμβάνῃ, φεύγει καὶ μετόπωρον χειμῶνος προσελθόντος καὶ χειμὼν ἄπεισιν ἔαρος διώκοντος, καὶ συνελόντα εἰπεῖν αἱ τῶν πρεσβυτέρων καιρῶν ἐπιδημίαι τῶν νεωτέρων καιρῶν εἰσὶ φυγάδες. ἐδέξαντο καὶ Ἀθηναῖοι Δήμητραν φεύγουσαν καὶ Διόνυσον μετοικοῦντα καὶ τοὺς Ἡρακλέους παῖδας ἀλωμένους, ὅτε καὶ τὸν Ἐλέου ἐστήσαντο βωμόν, ὡς τρισκαιδεκάτου θεοῦ, οὐκ οἴνου σπένδοντες αὐτῷ, ἀλλὰ δακρύων. ἀνάστησον καὶ σὺ τὸν βωμὸν καὶ κακῶς πράττοντα ἐλέησον ἄνθρωπον, μὴ δὶς γένωμαι φυγὰς καὶ τῆς πατρίδος στερηθεὶς καὶ τοῦ πρὸς σὲ ἔρωτος σφαλείς· ἐὰν γὰρ ἐθελήσῃς, κατελήλυθα.2

难道你连流亡者写信亦不容许吗?请向钟情于你之人颔首垂青吧。阿里斯泰德亦曾遭流放,但他终得归返;色诺芬亦曾流亡,却实属不公;地米斯托克利亦曾流离,却在异族之中备受尊荣;阿尔基比亚德亦曾亡命,却反修壁垒以围逼雅典;狄摩西尼亦曾放逐,然嫉妒乃是祸端。当烈日逼凌之时沧海亦会退避,当黑夜追及之际日轮亦会逃遁;当严冬临近时秋光亦会退隐,当新春紧追之刻冬寒亦会离散;简而言之,先时之居留,于后时而言皆是流亡。雅典人当年亦接纳了逃难的德墨忒尔、徙居的狄奥尼索斯以及流离失所的赫拉克勒斯诸子,彼时他们更将怜悯之坛立为第十三位神明,向其献祭的并非美酒,而是泪水。请你也筑起那座祭坛,怜悯一个陷入厄运之人吧,免得我既被剥夺了祖国,又见负于对你的爱意,从而沦为双重的流亡者。盖因只要你心怀眷顾,我便已然从流亡中荣归故里。

§1.40

μ ἡ πυρσαίνουσα μίλτος τὰ χείλη καὶ τὴν παρειὰν ὑπογράφουσα κώλυμα φιλημάτων, κατηγορεῖ δὲ καὶ γῆρας τοῦ προσώπου, ὑφʼ οὗ πελιδνὸν μὲν τὸ στόμα, ῥυσὴ δὲ ἡ παρειὰ καὶ ἔξωρος. ἴσχε δὴ χρωματοποιίαν καὶ μηδὲν ἐπιποίει τῷ κάλλει, μὴ καὶ γράψωμαί σε γήρως ἐπὶ τῇ τοῦ προσώπου γραφῇ.3

那染红双唇、勾勒粉颊的红赭,乃是亲吻的阻隔,亦是对容颜衰老的昭告;在岁月侵蚀下,口唇苍白,面颊干瘪而色衰。快停下这敷色之举吧,切莫再对天然之美妄加雕琢,免得我因你脸庞上的涂绘,而就老丑之罪对你提起控告。

§1.41

μα Ἀθηνοδώρῳ. οἱ ὀφθαλμοὶ ξύμβουλοι τοῦ ἐρᾶν, σὺ δʼ ἀκοὴν σπάσας ἐρᾷς Ἰωνικοῦ μειρακίου οἰκῶν Κόρινθον· τουτὶ δὲ μαντικὸν φαίνεται τοῖς οὔπω εἰδόσιν, ὅτι νοῦς ὁρᾷ.

致雅典诺多罗斯。双目乃是爱欲之顾问,而你身居科林斯,仅凭耳食传闻,便钟情于一位伊奥尼亚少年;在那些尚不知晓唯有心智方能视物之人眼中,此举委实宛如神占之术。

§1.42

μβ τῷ αὐτῷ. εἰ κρότῳ ἀνοήτῳ χαίρεις, καὶ τοὺς πελαργούς, ἐπειδὰν παριόντας ἡμᾶς κροτῶσιν, ἡγοῦ δῆμον τοσούτῳ σωφρονέστερον τοῦ Ἀθηναίων, ὅσῳ μηδὲ αἰτοῦσι μηδὲν ὑπὲρ τοῦ κροτεῖν.

致同前人。倘若你因盲目无知的喝彩而欣喜,那么每当我们走过、鹳鸟向我们振翼鸣喙之时,你大可将这群鹳鸟视作远比雅典民众明智理性的国民,毕竟它们鸣击欢呼,却从未索取过丝毫报酬。

语法注3 条
  1. 1.37τοῦ σανδαλίου διαβαλόντος

    属格独立结构,在此充当原因状语,修饰主句动词 ἔγνω(知晓)。动词 διαβάλλω 意为“揭发、告密、出卖”,将鞋履拟人化,指其发出的声响向赫淮斯托斯泄露了阿佛洛狄忒的私情。

  2. 1.39ἐὰν γὰρ ἐθελήσῃς, κατελήλυθα

    与表示未来条件的从句 ἐὰν ἐθελήσῃς(不定过去时虚拟式)相对,主句采用了完成时 κατελήλυθα(“我已归来”)。这是一种修辞性的预取完成时(proleptic perfect),生动地表明只要心上人首肯,流亡者回归的结果便如同已然彻底实现般确凿无疑。

  3. 1.40μὴ καὶ γράψωμαί σε γήρως ἐπὶ τῇ τοῦ προσώπου γραφῇ

    中间位虚拟式 γράψωμαι 是一法律用语,意为“提起诉讼、指控”,其后接表示罪名的属格(γήρως,“衰老”)。而介词短语 ἐπὶ τῇ τοῦ προσώπου γραφῇ(依据面容之涂画)中的 γραφῇ 则指“描画、施色”,作者借此巧妙利用了名词 γραφή 兼具“公诉起诉状”与“图画/绘饰”的双重语义,构成了双关修辞(paronomasia)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg006.humanitext-grc2:1.37-1.42