- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg006.humanitext-grc2:1.31-1.36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
述者论述了偷情的险境与报偿,并以神话和感官意象极力赞美酌酒佳人的双眸、嘴唇与天然赤足,劝勉她莫要穿履遮掩天赐的美貌。
λα ὁ μοιχὸς καὶ πείσας σφαλερώτατον ἀνάλωμα καὶ ὀδυνηρὸν μὴ τυγχάνων,1 τῆς μὲν γὰρ εὐπραγίας κίνδυνος ὁ νόμος, τῆς δὲ λύπης μισθὸς ὁ ἔρως. φοβεῖσθαι δὲ ἄμεινον τυχόντα ὧν βούλεταί τις ἢ ἀνιᾶσθαι ἀμελούμενον.
31私通者即便得手,亦是一桩极其危险的代价;而若不得所愿,更是一桩痛苦之事。盖因侥幸得手的凶险乃是律法,而悲苦的报偿却是爱情。然而,求得所愿而怀抱恐惧,总好过遭人冷落而徒自悲伤。
λβ τὰ μὲν ὄμματά σου διαυγέστερα τῶν ἐκπωμάτων, ὡς δύνασθαι διʼ αὐτῶν καὶ τὴν ψυχὴν ἰδεῖν, τὸ δὲ τῶν παρειῶν ἐρύθημα εὔχρουν ὑπὲρ αὐτὸν τὸν οἶνον, τὸ δὲ λινοῦν τοῦτο χιτώνιον ἀντιλάμπει ταῖς παρειαῖς, τὰ δὲ χείλη βέβαπται τῷ ῥόδων αἵματι, καί μοι δοκεῖς καὶ τὸ ὕδωρ φέρειν ὡς ἀπὸ πηγῶν τῶν ὀμμάτων καὶ διὰ τοῦτο εἶναι Νυμφῶν μία. πόσους ἱστᾷς ἐπειγομένους; πόσους κατέχεις παρατρέχοντας; πόσους μὴ φθεγξαμένη καλεῖς; ἐγὼ πρῶτος, ἐπειδὰν ἴδω σε, διψῶ καὶ ἵσταμαι μὴ θέλων, τὸ ἔκπωμα κατέχων· τὸ μὲν οὐ προσάγω τοῖς χείλεσι, σοῦ δʼ οἶδα πίνων.2
32你的双眸比杯盏更为澄澈,透过它们甚至能窥见灵魂本身;面颊的红晕艳丽无比,更胜美酒;这袭亚麻短袍映衬着你的双颊;双唇宛如以玫瑰的热血染就。在我看来,你汲水宛如取自你那双眸的泉眼,正因如此你当是宁芙仙女之一。你令多少步履匆匆之人驻足不前?你挽留了多少疾步走过的过客?你未吐一字,又唤住了多少人?我便是第一个:每当我见到你,便口渴难耐,手擎酒杯却身不由己地驻足不前;我并不将杯凑近双唇,却分明感知自己饮下的正是你。
λγ ἐξ ὑέλου μὲν τὰ ἐκπώματα, αἱ δὲ σαὶ χεῖρες ἀργυρᾶ αὐτὰ ποιοῦσι καὶ χρυσᾶ, ὡς τούτοις τὸ βλέπειν ὑγρῶς παρὰ τῶν σῶν ὀμμάτων εἶναι· ὥστε ἐκεῖνα μὲν κατάθου καὶ χαίρειν ἔα τά τε ἄλλα καὶ διὰ τὸν ἐν τῷ σφαλερῷ τῆς ὕλης φόβον, ἐμοὶ δὲ μόνοις πρόπινε τοῖς ὄμμασιν, ὧν καὶ ὁ Ζεὺς γευσάμενος καλὸν οἰνοχόον παρεστήσατο. εἰ δὲ βούλει, τὸν μὲν οἶνον μὴ παραπόλλυε, μόνου δὲ ἐμβαλοῦσα ὕδατος καὶ τοῖς χείλεσι προσφέρουσα πλήρου φιλημάτων τὸ ἔκπωμα καὶ οὕτως δίδου τοῖς δεομένοις. ἔστι γὰρ ἀνέραστος οὐδεὶς οὕτως, ὡς ποθεῖν ἔτι τὴν Διονύσου χάριν μετὰ τὰς τῆς Ἀφροδίτης ἀμπέλους.
33杯盏虽是琉璃所制,你的玉手却使其化作金银,杯中那流转的明泽仿若得自你的双眸。因此,姑且将那些杯盏放下并弃置一旁吧,除却其他缘由,亦因其材质脆弱易碎而令人担忧;请仅以你的双眸为我祝饮,宙斯亦是在品味了这般眸光之后,才令俊美的斟酒侍童常伴左右。若你愿意,亦无需平白倒掉美酒,只需单单注入清水,贴近双唇使杯中盈满亲吻,如此递给祈求之人。盖因绝无何人会如此不解风情,在领略了阿佛洛狄忒的葡萄藤之后,仍去渴求狄奥尼索斯的恩泽。
λδ οὐκ οἶδα, τί σου μᾶλλον ἐπαινέσω· τὴν κεφαλήν; ἀλλʼ ὢ τῶν ὀμμάτων. τοὺς ὀφθαλμούς; ἀλλʼ ὢ τῶν παρειῶν. τὰς παρειάς; ἀλλὰ τὰ χείλη με ἐπάγεται καὶ δεινῶς κᾴει κεκλεισμένα μὲν διʼ εὐκοσμίαν, ἀνοιχθέντα δὲ διʼ εὐωδίαν.
34我不知该更多赞美你的何处:是你的头部?然而,啊,那双眼眸!是你的眼睛?然而,啊,那双粉颊!是你的面颊?然而闭合时因端庄、微启时因芬芳的双唇,深深吸引着我,令我炽烈难耐。
λε ἡ Δανάη χρυσὸν ἐλάμβανεν, ἡ Λήδα ὄρνιθας, ἡ Εὐρώπη τὰ ἐξ ἀγέλης, ἡ Ἀντιόπη ὅσα ὄρεια, ἡ Ἀμυμώνη ὅσα θαλάττια, οἱ δὲ ποιηταὶ τὰ δῶρα μύθους ἐποίησαν παράγοντες τὴν ἀλήθειαν ψυχαγωγίᾳ ψευσμάτων. λάβε, λάβε καὶ σὺ τὸν ἀκκισμὸν ἀφελοῦσα τοῦ μεγαλογνώμονος καὶ τὴν εἰρωνείαν ἀφεῖσα τοῦ σώφρονος,3 ἵνα κἀγὼ Ζεὺς γένωμαι καὶ Ποσειδῶν, διδοὺς μὲν ἃ θέλεις, ἃ δὲ θέλω λαμβάνων.
35达那厄受纳了黄金,勒达受纳了飞禽,欧罗巴受纳了牛群之物,安提俄珀受纳了山野之兽,阿密摩涅受纳了沧海之物;而诗人们却将这些赠礼化作神话,以虚妄的蛊惑偏离了真相。接纳吧,收下吧,请你也摒弃骄矜者的娇嗔作态,敛去持重者的矫揉谦逊,好让我亦能化身宙斯与波塞冬,奉上你所希冀的,取走我所渴望的。
λς μὴ ὑποδήσῃ ποτέ, μηδὲ κρύψῃς τὰ σφυρὰ ἐψευσμένοις καὶ δολεροῖς δέρμασιν, ὧν ἀπατηλὸν τὸ κάλλος ἐν τῇ βαφῇ. εἰ μὲν γὰρ λευκὸν φοροίης, συγχεῖς τὴν τῶν ποδῶν λευκότητα, τὸ γὰρ ὅμοιον ἐν τῷ ὁμοίῳ οὐ φαίνεται, εἰ δὲ ὑακίνθινον, τῷ μέλανι λυπεῖς, εἰ δὲ φοινικοβαφῆ, φοβεῖς, ὡς ῥέοντος ἐκεῖθέν ποθεν αἵματος. εἰ δέ σου καὶ τὰ ἄλλα πάντα ἐφαίνετο, καὶ πολὺ κρείττων ἂν ἦς, ἐμπίπτουσα ὅλη ταῖς τῶν ὁρώντων θήραις.4 ἀλλὰ τῶν μὲν ἄλλων μερῶν ποιοῦ τινα, εἰ θέλεις, φειδὼ καὶ μήτε σκέπης αὐτοῖς φθονήσῃς, μήτε προβλημάτων τῶν ἀναγκαίων, τοὺς δὲ πόδας κατάλιπε γυμνοὺς ὡς δειρήν, ὡς παρειάς, ὡς κόμας, ὡς καὶ ῥῖνα καὶ ὄμματα, ὅπου μὲν γάρ τι ἡμαρτήθη τῇ φύσει, σοφισμάτων δεῖ πρὸς τὴν βλάβην, ἵνα κρύψῃ τὸ ἐλλιπὲς ἡ τέχνη, ὅπου δὲ ἀρκεῖ τὸ κάλλος ἐπιδείξει οἰκείᾳ, περιττὰ τὰ φάρμακα. θάρσησον σεαυτῇ καὶ πίστευσον τοῖς ποσί· τούτων φείσεται καὶ πῦρ, τούτων καὶ θάλαττα, κἂν ποταμὸν θελήσῃς περᾶσαι, στήσεται, κἂν κρημνοὺς ὑπερβῆναι, λειμῶνας δόξεις πατεῖν. οὕτω καὶ τὴν Θέτιν ἀργυρόπεζαν εἶπεν ὁ πάσας ἀκριβῶς εἰδὼς τὰς κάλλους ὑπεροχάς, οὕτω καὶ τὴν Ἀφροδίτην γράφουσιν οἱ ζωγράφοι τὴν ἀνασχοῦσαν ἐκ τῆς θαλάττης. μὴ βασάνιζε, ὦ καλή, τὼ πόδε, μηδὲ κρύπτε οὐδὲν ἔχοντας τοῦ λαθεῖν ἄξιον, ἀλλὰ βάδιζε μαλακῶς καὶ κατάλειπε σεαυτῆς ἴχνος, ὡς μέλλουσά τι χαρίζεσθαι καὶ τῇ γῇ.
36切莫着履,切莫以虚饰而狡黠的皮革遮掩脚踝,其美貌全凭染料之欺罔。倘若着白履,你便混淆了双足的皓白,盖因同色相映则不显;若着紫绀之色,便以暗黑之气损其明媚;若着绯红染就之色,便令人惶恐,仿若血自何处流淌而出。倘若你的全身余处亦皆显露,你必将更为出类拔萃,整个人完全落入观者的捕获之中。不过,对于其他部位,若你愿意,尽可留有几分节制,既莫吝惜蔽体之衣,亦莫拒绝必要之遮掩;唯独让双足如粉颈、如面颊、如青丝、如鼻梁与双眸那般袒露吧。盖因凡造化有所瑕疵之处,方需技巧以补其损,由人工掩其不足;而在美貌凭借天然之显露已然充足之处,人工的妆点便属赘疣。请笃信自身,信赖你的双足:烈火亦会对它们宽宥,大海亦会对它们留情;纵使你欲渡江河,水流亦将止步;纵使欲攀悬崖,亦宛若漫步草甸。如此,洞悉一切至美绝伦之人亦称忒提斯为‘银足’;画家们描摹自沧海升起的阿佛洛狄忒,亦是如此作画。美眷啊,切莫折磨你那双足,切莫遮蔽毫无隐匿之理的双足,只管轻柔移步,留下你的足迹,仿若亦欲向大地施予一份恩惠。
- 1.31ὁ μοιχὸς καὶ πείσας σφαλερώτατον ἀνάλωμα καὶ ὀδυνηρὸν μὴ τυγχάνων
系动词 ἐστίν 省略的名词性谓语句。分词 πείσας 与 μὴ τυγχάνων 作让步或条件状语使用,构成对比:即便说服得手亦是极其凶险的代价,若不得所愿则是痛苦之事。
- 1.32σοῦ δʼ οἶδα πίνων
动词 οἶδα 搭配补充成分分词 πίνων,表示“知晓/意识到自己正在饮用”。属格代词 σοῦ 作动词 πίνω 的宾语,具部分属格与隐喻功能,意即“饮下你”。
- 1.35τὸν ἀκκισμὸν ἀφελοῦσα τοῦ μεγαλογνώμονος καὶ τὴν εἰρωνείαν ἀφεῖσα τοῦ σώφρονος
名词化形容词 τοῦ μεγαλογνώμονος 与 τοῦ σώφρονος 均为指代人物的阳性属格(“傲岸自负之人”与“审慎持重之人”),分别作为主格性属格修饰 ἀκκισμός(娇嗔/假意推拒)和 εἰρωνεία(佯作不知/装模作样)。
- 1.36ταῖς τῶν ὁρώντων θήραις
θήρα 既可表示能动的“狩猎、捕获”,亦可表受动的“猎物、网罗”;此处连同主体属格 τῶν ὁρώντων(观者们),隐喻为“观者目光所布下的捕猎/网罗”。
