← 斐洛斯脱拉德

书信与讲演集

§1.27-1.30

论不加修饰之美异邦恋人与偷情之乐

作者赞美不假修饰的疏懒之美,为垂青外邦情人辩护,揭示心灵受制于双眸的痴迷困境,并阐述暗中偷情因凶险而反增销魂之乐。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.27

κζ ὡς δύσερί σοι καὶ φιλόνεικον τὸ κάλλος· ἀμελούμενον μᾶλλον ἀνθεῖ, καθάπερ τῶν φυτῶν ὅσα τῇ φύσει θαρροῦντα καὶ τῆς τῶν γεωργῶν ὀλιγωρίας μὴ χρῄζοντα· οὐχ ἵππον ἀναβαίνεις, οὐκ ἐς παλαίστραν ἀπαντᾷς, οὐχ ἡλίῳ δίδως σεαυτόν, ἀλλʼ αὐχμηρὸς περίει καὶ ῥυπῶν καὶ σεαυτῷ μαχόμενος. ἐξηπάτησαι· καλὸς εἶ, κἂν μὴ θέλῃς, καὶ πάντας ἕλκεις τῷ λίαν ἀμελουμένῳ,1 ὥσπερ οἱ βότρυς καὶ τὰ μῆλα καὶ εἴ τι ἄλλο αὐτόματον καλόν. οὕτω καὶ ὁ Ἀπόλλων ποιμένων ἤρα καὶ ἡ Ἀφροδίτη βουκόλων ἤρα καὶ ἀγροίκων καὶ ἡ Δημήτηρ τῶν τὰ ἀστεῖα οὐκ εἰδότων. οὐδεὶς οὐδὲ ἀστέρας εἶδε κοσμουμένους οὐδὲ ὄρνιθας, οὐδὲ ἵππους καλλωπιζομένους χρυσῷ ἢ ἐλέφαντι λανθάνειν μηχανωμένους τὸ γαῦρον.

​27你的美貌是何等好斗且好胜!因它越是被疏于照料,便越发绽放,正如那些全凭天性、无需农夫任何照拂的草木。你既不骑马,亦不涉足角力场,更不将自己置于阳光之下,反倒蓬头垢面、满身污垢地四处游荡,与自身相抗拒。你受蒙骗了:纵使你百般不愿,你依旧是俊美的,且恰恰以这极度的不修边幅吸引着众人,正如那一串串葡萄、苹果以及凡属浑然天成的美好之物。昔日阿波罗便是这般钟情于牧羊人,阿佛洛狄忒钟情于牧牛人与乡野村夫,德墨忒尔亦钟情于不知城邦雅趣之人。从未有人见过星辰受过修饰,亦未见过飞鸟受过妆点,更未见过良驹以黄金或象牙自加梳饰、巧作机谋来掩藏其天生的傲岸。

§1.28

κη τὴν καλὴν ἀπὸ τοῦ τρόπου δεῖ ποιεῖσθαι τῶν ἐραστῶν τὸν κατάλογον, οὐκ ἀπὸ τοῦ γένους, καὶ γὰρ ξένος ἐπιεικὴς δύναται γενέσθαι καὶ πολίτης κακός, ὅσῳ καὶ τοῦ φρονεῖν ἐγγύτερός ἐστιν. ὁ μὲν οὖν ἐγχώριος οὐδὲν διαφέρει λίθων καὶ παντὸς τοῦ μένοντος, ᾧ τὸ ἑδραῖον ἀνάγκῃ πρόσεστιν, ὁ δὲ ξένος ἔοικε τοῖς ὀξυτάτοις θεοῖς Ἡλίῳ καὶ ἀνέμοις καὶ ἄστροις καὶ Ἔρωτι, ὑφʼ ὧν κἀγὼ πτηνὸς γενόμενος δεῦρο ἐλήλυθα κινηθεὶς προφάσει κρείττονι. μή μου τῆς ἱκεσίας ὑπερίδῃς· οὐδὲ τὸν Πέλοπα ἡ Ἱπποδάμεια ἠτίμησε ξένον ὄντα καὶ βάρβαρον, οὐδὲ ἡ Ἑλένη τὸν διʼ αὐτὴν παρόντα, οὐδὲ ἡ Φύλλις τὸν ἐκ θαλάττης ʽἥκονταʼ, οὐδὲ ἡ Ἀνδρομέδα τὸν πρὸς αὐτὴν καταπτάντα. ᾔδεσαν γάρ, ὡς παρὰ μὲν τῶν ἐγχωρίων μίαν πόλιν λαμβάνουσι, παρὰ δὲ τῶν ξένων πολλάς. καὶ μὴν κἀγὼ τοῦ ἔρωτος ξένος καὶ σὺ τοῦ κάλλους, οὐ γὰρ ἡμεῖς πρὸς αὐτὰ ἀπήλθομεν, ἀλλʼ αὐτὰ πρὸς ἡμᾶς κατῆλθε, καὶ τὴν παρουσίαν αὐτῶν δεδέγμεθα ἡδέως, ὡς τὴν τῶν ἄστρων οἱ πλέοντες. εἰ δʼ ἐμοὶ τὸ ξένῳ εἶναι οὐ γίγνεται πρὸς τὸν ἔρωτα ἐμποδών, μηδὲ σοὶ κώλυμα ἔστω πρὸς τὸ συνεῖναι τοῖς ἐρῶσιν. ταχύ γʼ ἂν φυγάδα εἵλου νυμφίον,2 ὥσπερ Ἄδραστος τὸν Πολυνείκην καὶ τὸν Τυδέα, οὓς γαμβροὺς ἐποιήσατο ἐπὶ τῆς βασιλείας τὴν ἔκτισιν. μὴ λακώνιζε, ὦ γύναι, μηδὲ μιμοῦ τὸν Λυκοῦργον, ξενηλασίαν γὰρ ἔρως οὐκ ἔχει.

​28佳人理当依照品性而非门第来编列情人的名册;盖因外邦人亦可温厚端方,而本邦公民亦可卑劣下流,越是接近明智思虑便越是如此。本邦之人实与顽石及一切静止之物无异,固守原地乃是其不得不承受的必然;而外邦人则酷肖行动最迅捷的诸神——太阳、风、星辰与厄洛斯。我亦是受这些神明所催动,化作生翼之身,因一个更为高尚的由头而来到此处。切莫轻慢我的祈求:珀罗普斯虽为外邦人且属异族,希波达弥亚却未曾轻视他;海伦未曾轻视那位为她而来的男子;菲莉丝未曾轻视自海上而至之人;安德洛墨达亦未曾轻视那向她飞降而来的英雄。盖因她们深知,从本土男子处所获不过一座城邦,从外邦人处所获却有诸多城邦。况且,我对于爱情乃是外邦人,你对于美貌亦是外邦人;因并非我们主动走向它们,而是它们降临至我们身上,我们欣然接纳它们的临在,宛如航海之人迎候星辰的显现。倘若对于我而言,身为外邦人并未成为爱情的阻碍,那么于你而言,这亦不该成为与钟情者相契合的羁绊。你准会爽快地选择一位流亡者作为新郎,正如阿德剌斯托斯接纳了波吕涅刻斯与堤丢斯,立他们为女婿以图复兴王权。妇人啊,切莫效仿斯巴达人的严酷,亦莫要师法吕库古,盖因厄洛斯绝无驱逐外邦人之举。

§1.29

κθ τὰ μὲν σὰ ὄμματα φιλῶ, τὰ δὲ ἐμὰ οὐ φιλῶ, τοῖς μὲν γὰρ σύνεσιν πολλὴν συνέγνωκα, τοῖς δὲ δεινὴν περιεργίαν· ἀναίσχυντά ἐστιν, ἀλλὰ καὶ κρύπτειν οὐδὲν δυνάμενα ὧν ἑώρακεν ἅπαξ. οὐκ ἀφέστηκεν οὖν μου τῆς ψυχῆς λέγοντα· οὐκ εἶδες τὴν εὔκομον, τὴν εὐπρόσωπον; ἧκε, ἀνάβηθι, ἀλλὰ καὶ κλαῦσον καὶ γράψον καὶ δεήθητι. ἡ δὲ εὖ μάλα πείθεται, παρακούειν μὴ δυναμένη λίχνων δορυφόρων, καὶ γὰρ μὴ βουλομένην σύρουσιν ἔξω καὶ βιάζονται ὅσα αὐτοὶ προλαβόντες ἐπῄνεσαν.3 ἀμέλει πρὶν ἔρωτα ἐς γῆν καταπτῆναι μόνον τὸν ἥλιον ἠπίστατο καλὸν ἡ ψυχὴ καὶ τοῦτο αὐτῆς τὸ θέαμα καὶ θαῦμα ἦν, γευσαμένη δὲ ὥρας ἀνθρωπίνης ἔκαμε καὶ τῆς σπουδῆς ἐκείνης κατέπεσεν, ἐς δὲ θητείαν μετήχθη πικράν.

​29我倾心于你的双眸,却厌恶我自己的眼睛;盖因在你的眼中我察觉到了洞察入微,而在我自己的眼中却只见可怕的妄窥妄动。它们厚颜无耻,且一旦见过了什么,便再也无法掩饰丝毫。因此它们绝不离开我的心灵,喋喋不休地说道: ‘你未曾见到那位美发的女子、那位生着秀丽面庞的佳人吗?来吧,上去吧,痛哭吧,写信吧,去恳求吧!’ 而心灵全然顺从,无法违抗那些贪婪的贴身侍卫;盖因纵使心灵心怀抗拒,它们仍强行将其拽出,逼迫它趋向它们自身先行窥见并赞许的一切。诚然,在厄洛斯尚未飞降大地之前,心灵只知太阳是美丽的,且这便是它的观照与惊叹所在;然而一旦尝过了凡尘青春的芳华,它便心力交瘁,从那份高尚的热望中跌落,沦入了苦涩的奴役。

§1.30

λ τὸ μὲν ἔργον ἕν, ἄν τε ἐπὶ ἀνδρὸς ἄν τε ἐπὶ μοιχοῦ γένηται, τὸ δὲ τῷ κινδύνῳ σφαλερώτερον τῇ χάριτι μεῖζον·4 οὐχ οὕτω γὰρ εὐφραίνει τὸ φανερὸν τῆς ἐξουσίας ὡς τὸ ἀπόρρητον τῆς ἡδονῆς, πᾶν δὲ τερπνότερον τὸ κεκλεμμένον. οὕτω καὶ Ποσειδῶν ὑπῆλθε πορφύρῳ κύματι καὶ βοὶ Ζεὺς καὶ χρυσῷ ὕδατι καὶ δράκοντι καὶ ἄλλοις προκαλύμμασιν, ἀφʼ ὧν Διόνυσος καὶ Ἀπόλλων καὶ Ἡρακλῆς καὶ οἱ ἐκ μοιχείας θεοί. λέγει δὲ Ὅμηρος καὶ τὴν Ἥραν ἰδεῖν αὐτὸν τότε ἡδέως, ὅτε αὐτῇ συνῄει λάθρα, τὴν γὰρ ἀνδρὸς ἐξουσίαν μετέθηκεν ἐς κλοπὴν μοιχείας.

​30那桩行为本身并无二致,无论发生于夫妻之间还是奸夫之间;然而在危险中更为凶险的事物,在欢悦的魅力上反倒更为宏大。盖因名正言顺之权力的明朗,远不及欢愉的隐秘那般令人沉醉,凡是偷窃得来的事物皆更为销魂。昔日波塞冬亦是化作紫浪悄然潜入,宙斯化作牡牛、黄金之水、巨龙及其他遮掩之形,狄奥尼索斯、阿波罗、赫拉克勒斯以及诸多出自私通的神明皆由此而生。而荷马言及,他〔宙斯〕即便是对赫拉,也是在那一时刻欢喜地注视——正是当他与她暗中相合之时;因他将身为丈夫的法定权利,转化成了私通的偷窃。

语法注4 条
  1. 1.27τῷ λίαν ἀμελουμένῳ

    由副词 λίαν 修饰的中性被动分词 ἀμελουμένῳ 实词化,表示“极度被疏忽/不修边幅的状态”这一抽象概念。作手段或原因与格,修饰动词 ἕλκεις。

  2. 1.28ταχύ γʼ ἂν φυγάδα εἵλου νυμφίον

    小词 ἄν 与直陈式不定过去时(εἵλου)结合,构成对过去相反的虚拟或带有讽刺意味的潜在表达(“你准会毫不犹豫地挑选一位流亡者作为新郎”),与随后列举的阿德剌斯托斯之神话先例相呼应。

  3. 1.29καὶ βιάζονται ὅσα αὐτοὶ προλαβόντες ἐπῄνεσαν

    动词 βιάζομαι 以承前省略的心灵(μὴ βουλομένην)作宾语,意为“强迫”,而关系代词从句 ὅσα... 则充当内动宾格(同族宾语性质),规定了逼迫的方向与内容,即“逼迫不情愿的心灵去迎合它们自己先行窥见并赞许的事物”。

  4. 1.30τὸ δὲ τῷ κινδύνῳ σφαλερώτερον τῇ χάριτι μεῖζον

    与前半句(τὸ μὲν ἔργον ἕν)构成对比的对称句结构。系动词 ἐστί 被省略,τῷ κινδύνῳ 与 τῇ χάριτι 均为表示限制或原因的与格(“在危险方面”、“在销魂魅力方面”),整句意为“因危险而愈显凶险之物,在魅惑的欢愉上反倒愈为宏大”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg006.humanitext-grc2:1.27-1.30