← 斐洛斯脱拉德

书信与讲演集

§1.22-1.26

赞纯真自然之美与戒怒容损颜

作者赞美不施粉黛的纯然之美胜过人工修饰,愿以品德而非金钱奉献爱慕,告诫愤怒与阴郁会毁损容颜之美,并恳求所爱之人莫要禁止观瞻。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.22

κβ ἡ καλλωπιζομένη γυνὴ θεραπεύει τὸ ἐλλιπὲς φοβουμένη φωραθῆναι ὃ οὐκ ἔχει ἡ φύσις, ἡ δὲ καλὴ οὐδενὸς δεῖται τῶν ἐπικτήτων ἀρκοῦσα ἑαυτῇ πρὸς πᾶν τὸ ὁλόκληρον· ὀφθαλμῶν δὲ ὑπογραφὴ καὶ κόμης προσθέσεις καὶ γραφαὶ παρειῶν καὶ χειλέων βαφαὶ καὶ εἴ τι ἐκ κομμωτικῆς φάρμακον καὶ εἴ τι ἐκ φύκους δολερὸν ἄνθος, πρὸς ἐπανόρθωσιν τοῦ ἐνδεοῦς εὑρέθη· τὸ δὲ ἀκόσμητον ἀληθῶς καλόν, ὥστε εἰ μάλιστα πεπίστευκας σεαυτῇ, διὰ τοῦτό σε μάλιστα ἀγαπῶ μαρτύριον τὸ ἄπραγμον ἡγούμενος τῆς ἐν εὐμορφίᾳ πίστεως. οὐ γὰρ κονιᾷς τὸ πρόσωπον, ἀλλʼ ἀδόλως εἶ καλή, οἷαι καὶ αἱ πρότεραι ἦσαν, ὧν χρυσὸς ἤρα καὶ βοῦς καὶ ὕδωρ καὶ ὄρνιθες καὶ δράκοντες.1 τὸ δὲ φῦκος καὶ ὁ κηρὸς καὶ τὸ ταραντινίδιον καὶ οἱ ἐπικάρπιοι ὄφεις καὶ αἱ χρυσαῖ πέδαι Θαίδος καὶ Λαίδος καὶ Ἀρισταγόρας φάρμακα.

​22精心梳妆的妇人是在弥补自身的缺憾,唯恐天资的欠缺被人识破;然而天生丽质的佳人却无需任何后天的修饰,因其自身已足称圆满。描眼、假发、敷颊、染唇,以及一切出自修容之术的脂膏,乃至取自海藻的虚饰之花,皆是为矫正缺憾而创制的。然而洗净铅华之物才真正称得上美丽;因此,倘若你最信赖自己,我便因这同一缘由而最倾心于你,将这份浑然天成视为你对自身形貌之信心的明证。盖因你并未将脂粉涂饰于面上,而是天真纯然地绝美,正如昔日那些为黄金、牡牛、流水、飞鸟与巨龙所爱恋的古代丽人。海藻、香蜡、塔兰托薄绡、腕上的蛇镯以及黄金的脚镣,不过是泰丝、莱斯与阿里斯塔戈拉的惑人之药。

§1.23

κγ εἰ μὲν δέῃ χρημάτων, πένης εἰμί, εἰ δὲ φιλίας καὶ χρηστοῦ τρόπου, πλουτῶ. ἔστι δὲ οὐχ οὕτως ἐμοὶ δεινὸν τὸ μὴ ἔχειν, ὡς σοὶ πρὸς αἰσχύνην τὸ μισθοῦ φιλεῖν·2 ἑταίρας μὲν γὰρ ἔργον προσίεσθαι τοὺς τὰς σαρίσσας ἔχοντας καὶ τὰς σπάθας ὡς ἑτοίμως διδόντας, γυναικὸς δὲ ἐλευθέρας πρὸς τὸ βέλτιστον ἀεὶ βλέπειν καὶ τὸ χρηστὸν ἐν εὐνοίᾳ τίθεσθαι. πρόσταξον, ὡς βούλει, καὶ πείθομαι· πλεῖν κέλευσον· ἐμβαίνω. πληγὰς ὑπομεῖναι· καρτερῶ. ῥῖψαι τὴν ψυχήν· οὐκ ὀκνῶ. δραμεῖν διὰ πυρός· οὐ κᾴομαι. τίς ταῦτα πλούσιος ποιεῖ;

​23倘若你需要金钱,我乃是赤贫之人;但若你需要情谊与淳良的品行,我便甚为富足。对我而言,身无分文并非可怕之事,但于你而言,为财卖笑才是蒙羞之举。盖因迎纳手执长矛与佩剑之徒,仅因他们慷慨付资,乃是名妓的行径;然而自由妇人的本分,则是始终仰望至善之物,并将德行寄托于善意之中。任凭你如何吩咐,我都听从:命我启航,我便登舟;命我受笞,我便忍耐;命我舍弃性命,我绝不迟疑;命我蹈火而行,我不受焚灼。有哪位富豪能做得到这些?

§1.24

κδ ὁ Ἀγαμέμνων, ὅτε μὲν ὀργῆς ἐκράτει, καλὸς ἦν καὶ οὐχ ἑνὶ θεῷ, ἀλλὰ πολλοῖς ὅμοιος ὄμματα καὶ κεφαλὴν ἴκελος Διὶ τερπικεραύνῳ Ἄρει δὲ ζώνην, στέρνον δὲ Ποσειδάωνι,3 ὅτε δὲ ἐνησχημόνει τῇ γλυκύτητι τοῦ θυμοῦ καὶ πρὸς τοὺς ἑταίρους ἠγρίωτο, ἔλαφος καὶ κύων ἐνομίζετο καὶ τὰ τοῦ Διὸς ὄμματα οὐδαμοῦ· σῦς μὲν γὰρ ὀργίζονται καὶ κύνες καὶ ὄφεις καὶ λύκοι καὶ ὅσα ἄλλα οὐ χρῆται λογισμῷ θηρία, καλὸς δὲ ἄνθρωπος καὶ μὴ γελάσας λυπεῖ, μήτοι γε σκυθρωπότερος ἑαυτοῦ γενόμενος. οὐ πρέπει δὲ οὐδὲ ἡλίῳ τὸ πρόσωπον νεφέλῃ καλύπτεσθαι. τίς ἡ κατήφεια αὕτη, τίς ἡ νύξ, τί τὸ στυγνὸν σκότος; μειδίασον, κατάστηθι, ἀπόδος ἡμῖν τὴν τῶν ὀμμάτων ἡμέραν.

​24阿伽门农在克制怒气之时原是俊美的,且非仅似于一位神明,而是酷肖诸神:其双眸与头颅宛若喜好雷霆的宙斯,腰肢似阿瑞斯,胸膛似波塞冬。然而当他沉溺于激愤的甘美并向同袍施露凶暴之时,便被视为鹿与狗,而宙斯那般的双眸亦荡然无存。盖因野猪、犬、蛇、狼,以及一切不具理性的野兽皆会发怒;但一位英俊之人即便仅仅不苟言笑亦会令人感伤,更遑论变得比寻常的自己更为阴郁。即便对于太阳而言,面庞被云层遮蔽亦是不相宜的。这般沮丧为何而来?这片黑夜为何而来?这般阴惨的黑暗又是为何?微笑吧,平静下来吧,将你双眸的白昼归还给我们!

§1.25

κε χθές σε ὀργιζομένην κατέλαβον καὶ ἔδοξα ἄλλην βλέπειν. τούτου δὲ αἴτιον ἡ τοῦ θυμοῦ ἔκστασις ἀκριβῶς σου συγχέουσα τὴν τοῦ προσώπου χάριν· μὴ δὴ μεταποίει τὴν γνώμην μηδὲ ἄγριον βλέπε. οὐδὲ γὰρ τὴν σελήνην ἔτι λαμπρὰν δοκοῦμεν,4 ὅταν ᾖ συννεφής, οὐδὲ τὴν Ἀφροδίτην καλήν, ὅταν ὀργίζηται ἢ δακρύῃ, οὐδὲ τὴν Ἥραν βοῶπιν, ὅτε χαλεπαίνει τῷ Διί, οὐδὲ τὴν ἅλα δῖαν, ὅτε ταράττεται. ἡ δὲ Ἀθηνᾶ καὶ ἔρριψε τὸν αὐλὸν ὡς τὸ πρόσωπον αὐτῆς συγχέαντα. ἤδη καὶ τὰς Ἐρινῦς Εὐμενίδας καλοῦμεν, ὡς τὸ σκυθρωπὸν ἀρνουμένας, καὶ ταῖς ἀκάνθαις τῶν ῥόδων χαίρομεν, ὅτι ἐξ ἀγρίου θάμνου καὶ λυπεῖν καὶ κεντεῖν εἰδότος γελῶσιν ἐν τοῖς ῥόδοις. ἄνθος δέ ἐστι καὶ γυναικὶ ἡ τοῦ προσώπου γαλήνη. μὴ τραχεῖα γίγνου, μὴ φοβερά, μὴ ἀποστεροῦ τὸ κάλλος, μὴ ἀφαιροῦ ῥόδων σεαυτήν, ἃ ταῖς καλαῖς ὑμῖν ἐν τοῖς ὄμμασι φύεται. εἰ δὲ ἀπιστεῖς οἷς λέγω, τὸ κάτοπτρον λαβοῦσα ἴδε σου τὸ πρόσωπον ἠλλαγμένον· εὖγε, ὅτι ἀπεστράφης.

​25昨日我撞见你正在发怒,竟仿佛是在注视另一个女子。造成此景的缘由,正是怒火的迷乱彻彻底底搅乱了你面庞的温雅。切莫改变心性,亦莫要显露凶光。盖因当明月笼罩于阴云之下,我们便不再认为她是明亮的;当阿佛洛狄忒发怒或垂泪之时,我们便不认为她是美丽的;当赫拉对宙斯含愠之时,我们便不认为她是牛眸的;当大海激荡不安之时,我们便不认为它是神圣的。就连雅典娜亦抛弃了长笛,只因它扭曲了她的容颜。如今我们甚至将复仇女神唤作‘友善女神’,仿佛在否认她们的阴鸷;我们亦欣喜于玫瑰的荆棘,因其虽生长于懂得伤人与刺痛的野丛,却在玫瑰花丛中含笑绽放。面容的宁谧对于妇人而言亦是一种繁花。切莫变得乖戾,切莫变得狰狞,切莫剥夺这份美貌,切莫使自身脱离了那盛开于你们美人眼眸之中的玫瑰。倘若你不信我言,便取过镜子端详你那面目全非的容颜吧——太好了,你终究转过了脸去!

§1.26

κς κελεύεις μοι μὴ βλέπειν5 κἀγὼ σοὶ μὴ βλέπεσθαι. τίς τοῦτο κελεύει νομοθέτης; τίς δὲ καὶ ἐκεῖνο; εἰ δὲ μηδέτερον κεκώλυται, μήτε ἑαυτὴν ἀφαιροῦ τῆς ἐς ἐπίδειξιν εὐδοκιμήσεως, μήτε ἐμὲ τῆς ἐς τέρψιν ἐξουσίας. οὐδὲ πηγὴ λέγει μὴ πίῃς, οὐδὲ ὀπώρα μὴ λάβῃς, οὐδὲ λειμὼν μὴ προσέλθῃς. ἕπου καὶ σὺ τοῖς νόμοις καὶ διψῶντα παῦσον.

​26你命我莫要看,而我命你莫要受人看。有哪位立法者曾颁布这一条?又有哪位立法者曾颁布那一条?倘若二者皆未遭禁绝,你便既莫要剥夺自身展示美名的荣耀,亦莫要剥夺我享受愉悦的权能。清泉未曾说过‘休饮’,果实未曾说过‘休摘’,草甸亦未曾说过‘休临’。愿你亦顺应这些法则,使干渴之人止息其渴吧。

语法注5 条
  1. 1.22ὧν χρυσὸς ἤρα καὶ βοῦς καὶ ὕδωρ καὶ ὄρνιθες καὶ δράκοντες

    关系代词 ὧν 指向先行词 αἱ πρότεραι(昔日的丽人们),并在动词 ἤρα(ἐράω 的未完成时)的支配下作宾语而采用属格。并列的主语“黄金、牡牛、流水、飞鸟与巨龙”借喻了神明(尤其是宙斯)为追求凡间美女而幻化出的各种神话变形物。

  2. 1.23τὸ μισθοῦ φιλεῖν

    在由冠词 τὸ 引导的定指不定式结构中,μισθοῦ 作“价值/代价属格”(genitive of price),修饰不定式 φιλεῖν,意为“为了报酬/换取金钱而爱”。

  3. 1.24ὄμματα καὶ κεφαλὴν ἴκελος Διὶ... Ἄρει δὲ ζώνην, στέρνον δὲ Ποσειδάωνι

    ὄμματα、κεφαλήν、ζώνην 与 στέρνον 均为“关系/限制对格”(accusative of respect),用于限定主语与相应神明在哪些身体部位上相似。此句直接化用了荷马《伊利亚特》第2卷第478–479行的诗句。

  4. 1.25οὐδὲ γὰρ τὴν σελήνην ἔτι λαμπρὰν δοκοῦμεν

    动词 δοκοῦμεν 在此带双对格(τὴν σελήνην 与 λαμπράν),作他动词使用,意为“将……视作/认为……”(相当于 ἡγούμεθα),而非其更常见的不及物或被动用法(“似乎、显得”)。

  5. 1.26κελεύεις μοι μὴ βλέπειν

    在古典阿提卡散文中,动词 κελεύω 通常支配对格不定式结构(κελεύεις με...);然而在此处它支配了与格 μοι(其后的 κἀγὼ σοὶ 亦同),这是帝国时期散文及后古典希腊语中常见的句法用法。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg006.humanitext-grc2:1.22-1.26