- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg006.humanitext-grc2:1.17-1.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者力劝爱人莫负青春与玫瑰的短暂韶华,针对因凉鞋磨脚而受累的对方大力提倡赤足之美,并盛赞名妓如自然造物般普济众人的宽和胸襟。随后,他借伊达山的神话打趣对方竟独宿于玫瑰之中,并向一位金发美人力陈其天生丽质远胜朝生暮死之凡花。
ιζ ἔστιν ἔαρ καὶ κάλλους καὶ ῥόδου, ὁ δὲ μὴ χρησάμενος τοῖς παροῦσιν ἀνόητος ἐν οὐ μένουσι μέλλων καὶ βραδύνων ἐν ἀπιοῦσι·1 φθονερὸς γὰρ ὁ χρόνος καὶ τὴν ἄνθους ὥραν ἀφανίζει καὶ τὴν κάλλους ἀκμὴν ἀπάγει. μηδὲν μέλλε, ὦ φθεγγόμενον ῥόδον, ἀλλʼ ἕως ἔξεστι καὶ ζῇς, μετάδος ἡμῖν ὧν ἔχεις.
17 美与玫瑰皆有其韶华之春,而未能善用当下之人实属愚昧,竟在不可驻留之物中迟疑,在离逝之物中逡巡。盖因岁月善妒,不仅抹去花开的时节,亦夺走美的绝顶。切莫迟疑,吁,能言的玫瑰啊!趁着尚被允许、趁着你仍存活,将你所拥有的分给我们一些吧。
ιη μαλακώτερον διετέθης ὑπὸ τῆς σανδάλου θλιβείς, ὡς πέπεισμαι, δειναὶ γὰρ δακεῖν σάρκας ἁπαλὰς αἱ τῶν δερμάτων καινότητες. διὰ τοῦτο ὁ Ἀσκληπιὸς τὰ μὲν ἐκ πολέμου καὶ θήρας τραύματα καὶ πάσης τοιαύτης τύχης ἰᾶται ῥᾳδίως, ταῦτα δὲ ἐᾷ διὰ τὸ ἑκούσιον, ὡς ἀνοίᾳ μᾶλλον ἢ ἐπηρείᾳ δαιμόνων γενόμενα. τί οὐκ ἀνυπόδετος βαδίζεις; τί δὲ τῇ γῇ φθονεῖς; βλαυτία καὶ σανδάλια καὶ κρηπῖδες καὶ πέδιλα νοσούντων εἰσὶ φορήματα ἢ γερόντων. τὸν γοῦν Φιλοκτήτην ἐν τούτοις γράφουσι τοῖς ἐρύμασιν ὡς καὶ χωλὸν καὶ νοσοῦντα, τὸν δὲ ἐκ Σινώπης φιλόσοφον καὶ τὸν Θηβαῖον Κράτητα καὶ τὸν Αἴαντα καὶ τὸν Ἀχιλλέα ἀνυποδέτους καὶ τὸν Ἰάσονα ἐξ ἡμισείας· λέγεται γὰρ τὸν Ἄναυρον αὐτοῦ διαβαίνοντος ποταμὸν ἐνσχεθῆναι τὴν κρηπῖδα τῷ ῥεύματι καὶ Ἰάσων οὕτως ἠλευθέρωτο τῶν ποδῶν τὸν ἕτερον τύχῃ τὸ δέον διδαχθείς, οὐ γνώμῃ ἑλόμενος, καὶ ἀπῄει καλῶς σεσυλημένος. μηδὲν ἤτω σοι μεταξὺ τῆς γῆς καὶ τοῦ ποδός. μὴ φοβηθῇς· δέξεται τὴν βάσιν ἡ κόνις ὡς πόαν. ὦ ῥυθμοὶ ποδῶν φιλτάτων, ὦ καινὰ ἄνθη, ὦ γῆς φυτεύματα, ὦ φιλήματα ἐρηρεισμένα.
18 依我所见,你由于被凉鞋挤压而感到身体微恙;盖因新生皮革之生硬,最善于啃噬娇嫩的皮肉。正因如此,阿斯克勒庇俄斯能够轻易医治因战乱、狩猎及一切此类机缘所致的创伤,却对此类伤口置之不理,因其乃自寻之祸,被视为出于愚顽而非鬼神的祸害。你为何不赤足而行?为何要对大地吝啬?轻履、凉鞋、皮靴与鞋履,皆是病夫或老朽之人的穿戴。无论如何,画工们将菲罗克忒忒斯绘入这些防护之物中,乃因他既跛且病;然而对于那位来自锡诺珀的哲人、忒拜的克拉特斯、埃阿斯与阿喀琉斯,他们皆绘作赤足,而伊阿宋则是半赤足。盖因相传当他渡过阿瑙洛斯河时,其皮靴被急流卷走,伊阿宋便由此解放了双足之一,乃是凭机缘受教得知应为之事,而非由心意主动拣选,于是光彩斐然地被劫夺而去。愿大地与你的足之间毫无阻隔。切莫惊慌;尘土将如芳草般接纳你的足印。吁,至爱双足的节律!吁,新绽的繁花!吁,大地的植株!吁,印落的亲吻!
ιθ πωλεῖς σεαυτήν· καὶ γὰρ οἱ μισθοφόροι. καὶ παντὸς εἶ τοῦ διδόντος· καὶ γὰρ οἱ κυβερνῆται. οὕτως σου πίνομεν ὡς τῶν ποταμῶν, οὕτως ἁπτόμεθα ὡς τῶν ῥόδων· μὴ δὴ αἰδοῦ τῷ εὐκόλῳ, ἀλλὰ σεμνύνου τῷ ἑτοίμῳ, καὶ γὰρ ὕδωρ πᾶσι πρόκειται καὶ πῦρ οὐχ ἑνὸς καὶ ὁ ἥλιος δημόσιος θεός. τὸ μὲν οἴκημά σου κάλλους ἀκρόπολις, οἱ δὲ ἐσιόντες ἱερεῖς, οἱ δὲ στεφανούμενοι θεωροί, τὸ ἀργύριον φόροι. τῶν ὑπακουόντων ἡδέως βασίλευε καὶ ἔτι προσκυνοῦ.
19 你售卖自己——佣兵亦是如此。你属于任何付资之人——舵手亦是如此。我们啜饮你犹如啜饮河水,我们触抚你犹如触抚玫瑰。切莫因随和而感羞赧,反当因普施而自豪;盖因泉水供万众取用,烈火非一人独占,太阳亦是公有的神明。你的闺阁乃是美的卫城,入内者皆为祭司,戴冠者皆为使节,白银则是贡税。欣然君临于听从你的人之上吧,且受人膜拜!
κ καὶ τῷ Διί, ὅτε ἐκοιμᾶτο ἐν τῷ ὄρει τῇ Ἴδῃ, ἄνθη ἀνῆκεν ἡ γῆ λωτόν τε καὶ ὑάκινθον καὶ κρόκον, ῥόδα δὲ οὐ παρῆν, πότερα ὡς μόνης Ἀφροδίτης κτήματα, παρʼ ἧς καὶ ταῦτα ἔδει τὴν Ἥραν δανείσασθαι, καθάπερ καὶ τὸν κεστὸν ἐδανείσατο, ἢ ὡς οὐκ ἂν κοιμηθέντος τοῦ Διός, εἰ καὶ ταῦτα παρῆν,2 οἱ δὲ ἐδέοντο καὶ καθεύδειν τὸν Δία; ὅταν δὲ πνέῃ ῥόδα, ἀνάγκη δήπου πᾶσα καὶ ἀνθρώποις καὶ θεοῖς ἀγρυπνεῖν ἡδέως, ἡ γὰρ εὐωδία δεινὴ πᾶσαν ἡσυχίαν ἐξοικίσαι. ταῦτα μὲν οὖν ἀφείσθω Ὁμήρῳ καὶ τῇ τῶν ποιητῶν ἐξουσίᾳ, σὺ δὲ ἀγροίκως ἐποίησας μόνη κοιμηθεῖσα ἐν ῥόδοις καὶ σωφρονήσασα ἐν οὐ σώφροσιν. ἢ γὰρ τῶν ἐραστῶν ἐχρῆν σοι συμπαρεῖναί τινα ἢ ἐμὲ ἢ τὸν Δία, πλὴν εἰ μὴ προεθυμήθης,3 ὦ καλή, τὸν στέφανον τοῖς στέρνοις προσαγαγοῦσα καινῷ μοιχῷ συμπλακῆναι.
20 当宙斯在伊达山沉睡之时,大地亦为他萌发出繁花——莲花、风信子与番红花,然而玫瑰却不在其列。这究竟是因为玫瑰独属阿佛洛狄忒所有,赫拉本应向她借取,正如先前借取宝带那般;还是因为倘若玫瑰亦在场,宙斯便断不可能入睡,而众神当时恰恰需要宙斯沉眠?盖因一旦玫瑰吐芳,无论凡人还是诸神,显然皆不得不欣然难寐;盖因其芬芳足以驱散一切宁谧。然而这些典故且留给荷马与诗人们的肆意驰骋吧,可你独自睡卧于玫瑰之中,在不贞洁之物中恪守贞洁,此等行径实属鄙陋。原本理当或是你的一位爱慕者伴你身侧,或是我,或是宙斯——除非,绝色佳人啊,你本就一心欲将花冠紧贴胸膛,与一位奇特的新姘头缱绻缠绵。
κα οὖσα ξανθὴ τί ῥόδα ζητεῖς; καὶ μὴν φύσεως οὕτως ἔχεις, ὡς ἐκεῖνα. τί λαμβάνεις ἄνθος μετὰ μικρὸν οὐκ ὄν; τί δὲ τὴν κεφαλὴν στεφανοῖς πυρί; ἐμοὶ γὰρ δοκεῖ καὶ τῆς Κολχίδος ὁ ὅρμος, ὃν ἔπεμψε τῇ Γλαύκῃ, ῥόδα εἶναι πεφαρμαγμένα, καὶ διὰ τοῦτο ἐκαύθη λαβοῦσα. εἴ τε γὰρ τὰ ῥόδα τερπνά, μὴ παρευδοκιμείτω τὰς καλάς, εἴ τε εὐώδη, μὴ ἀντιπνείτω, εἴ τε ὠκύμορα, μὴ φοβείτω. ἡ γὰρ σὴ κεφαλὴ λειμὼν πολλὰ ἄνθη φέρων ἐστίν, ἃ μήτε θέρους ἄπεισι καὶ χειμῶνος μέσου φύεται καὶ δρεψαμένων οὐ λύεται.
21 身为金发丽人,你何须追寻玫瑰?实则你天生便具备它们那般的姿色。为何要拾取片刻之后便不复存在的落英?为何要以烈火加冕头颅?盖因在我看来,科尔喀斯妇人赠予格劳刻的那条项链,亦似是涂了剧毒的玫瑰,正因如此她一接纳便被烈焰吞噬。若玫瑰令人愉悦,便莫要凌驾于美人之上;若芬芳袭人,便莫要竞相争香;若命短如蜉蝣,便莫要令人心惊。盖因你的头颅便是一片孕育百花的草甸,这些繁花既不在夏日凋谢,亦在寒冬之中绽放,且在被采撷之后永不衰败。
- 1.17ἐν οὐ μένουσι μέλλων καὶ βραδύνων ἐν ἀπιοῦσι
否定词 οὐ 与现在分词 μένουσι 紧密结合并实体化,构成“不可留存之物”的单一片语概念。此处未用表条件或泛指的 μή,而用 οὐ 直陈客观事实之无常,与后文的 ἀπιοῦσι(离逝之物)形成对称并置。
- 1.20ὡς οὐκ ἂν κοιμηθέντος τοῦ Διός, εἰ καὶ ταῦτα παρῆν
在 ὡς 的统辖下,带有 ἄν 的属格独立结构(οὐκ ἂν κοιμηθέντος τοῦ Διός)充当过去与事实相反条件句的归结节(相当于直陈式过去时 οὐκ ἂν ἐκοιμήθη),与条件节 εἰ καὶ ταῦτα παρῆν 搭配,表示主观推测的原因:“盖因假若玫瑰亦在场,宙斯本不会入睡”。
- 1.20πλὴν εἰ μὴ προεθυμήθης
成语性短语 πλὴν εἰ μή(“除非……”,“但若不是……则另当别论”)用于引出讽刺性的例外假定。它限定了前文“理当有爱慕者相伴(ἐχρῆν)”的断言,指出唯一可能的开脱理由:除非她本就打算将花冠当作新的偷情对象相拥而眠。
