← 斐洛斯脱拉德

书信与讲演集

§1.14-1.16

少年的髭须生长与对剪去秀发的痛惜

书信14咒骂冷酷的少年,祝愿他在长出胡须后同样尝到遭人拒斥的痛苦;书信15劝慰并赞美长出初髭的少年,视须髭为男子气概与真正美貌成熟的标志;书信16则痛斥少年自行剪去秀发的鲁莽行径,通过自然与诸神的万象极力赞颂头发的神圣华美并为其致悼词。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.14

ιδ χαῖρε, κἂν μὴ θέλῃς, χαῖρε, κἂν μὴ γράφῃς, ἄλλοις καλέ, ἐμοὶ δὲ ὑπερήφανε. οὐκ ἦσθα συγκείμενος ἐκ σαρκὸς ʽκαὶ αἵματοςʼ, καὶ τῶν, ὅσα τούτοις κίρναται, ἀλλὰ ἐξ ἀδάμαντος καὶ πέτρας καὶ Στυγός. ταχέως σε θεασαίμην γενειῶντα καὶ παρʼ ἀλλοτρίαις θύραις κείμενον.1 ναὶ Ἔρως, ναὶ Νέμεσις ὀξεῖς θεοὶ καὶ στρεφόμενοι.

​14 祝你安好,即便你并不情愿;祝你安好,即便你不曾回信——你这在众人眼中俊美、唯独对我傲慢之人。你并非由血肉以及与之交融之物构成,而是由刚玉、磐石与冥河之水凝就。但愿我能早日得见你须髭渐长、横卧于他人门前的模样。是的,爱神啊,复仇女神啊,你们这迅疾而能逆转乾坤的神明!

§1.15

ιε τί μοι τὰ γένεια, ὦ παιδίον, δεικνύεις; οὐ παύῃ κάλλους, ἀλλʼ ἄρχῃ, τὸ μὲν γὰρ ὀξὺ τῆς ὥρας παρελήλυθεν, ὅσον τι πτηνὸν καὶ ἄπιστον, τὸ δὲ ἑδραῖον καὶ βέβαιον μένει. χρόνος δὲ οὐκ ἐλέγχει τοὺς ἀληθῶς καλούς, ἀλλὰ δεικνύει καὶ μαρτυρεῖ μᾶλλον αὐτοῖς ἢ φθονεῖ. τὸν δὲ ὑπηνήτην καὶ Ὅμηρος λέγει χαριέστατον2 ὁ ποιητὴς εἰδὼς καλῶς καὶ βλέπειν καὶ ποιεῖν. οὐκ ἂν δήποτε τοῦτο ἀπεφήνατο, εἰ μὴ πρῶτος αὐτὸς ἐρωμένου καὶ ἥψατο γενείων καὶ ἐφίλησε. πρὶν μὲν γὰρ ἀνθεῖν, οὐδὲν ἀπεῖχον γυναικὸς αἱ σαὶ παρειαὶ οὖσαι ἁπαλαί τε καὶ διαυγεῖς, ὅτε δὲ καὶ ἤδη χλοάζεις, ἀνδρικώτερος εἶ σεαυτοῦ καὶ τελεώτερος. ἀλλὰ τί; ἤθελες μηδὲ εὐνούχων διαφέρειν, οἷς τὰ γένεια ἄκαρπα καὶ σκληρὰ καὶ λίθοις ὅμοια; αἰσχύνονται γοῦν οἱ ἀλιτήριοι ταύτῃ τῇ τομῇ μᾶλλον ἢ ἐκείνῃ,3 τὴν μὲν ἀπόρρητον νομίζοντες, τὴν δὲ σαφέστερον ἔλεγχον τῆς ὄψεως.

​15 童子啊,你为何向我炫示你的须髭?你并未与美绝缘,而恰恰是美的发端。盖因盛年那尖锐易逝之物——那般如生翼而不可凭信之物——业已逝去,而沉着稳定者依然留存。时间非但不会败露真正的俊美之士,反而为他们昭示、作证,而绝非心怀妒恨。就连诗人荷马——一个深明如何观察又如何作诗之人——亦称那初生须髭的青年最为娇美可爱。若非他本人率先抚摸过爱人的胡须并予以亲吻,断然不会做出此等论断。盖因在绽放之前,你的双颊娇柔澄澈,与妇人全无二致;而如今你已泛出青青浅髭,便比先前的自己更加英武,更为完满。然而又当如何?难道你竟甘愿与阉人毫无区别吗?他们的胡须贫瘠、粗硬且犹如顽石。那些可憎之徒对于此处的剪除,远比对那另一处的切除更感羞耻;盖因他们将后者视为隐秘难言之辱,将前者视为暴露于众人目光下的昭然明证。

§1.16

ις οὐδὲ ὁ τοῦ Μενάνδρου Πολέμων καλὸν μειράκιον περιέκειρεν, ἀλλʼ αἰχμαλώτου μὲν ἐρωμένης κατετόλμησεν ὀργισθείς, ἣν οὐδὲ αὐτὴν ἀποκείρας ἠνέσχετο — κλαίει γοῦν καταπεσὼν καὶ μεταγιγνώσκει τῷ φόνῳ τῶν τριχῶν — ἐφήβου δὲ ἄρα ἐφείσατο καὶ τὸ δρᾶμα, σὺ δὲ οὐκ οἶδα τί παθὼν σεαυτῷ πεπολέμηκας,4 ὦ ἀνδροφόνε τῆς κεφαλῆς. τί ἔδει μαχαιρῶν ἐπὶ τὰς τρίχας; τί δὲ ἑκουσίων καὶ πολλῶν τραυμάτων; οἷον θέρος ἐξέκοψας. οὐδὲ οἱ ποιηταί σε ἐπαίδευσαν τοὺς Εὐφόρβους καὶ τοὺς Μενελάους κομῶντας ἐσάγοντες καὶ ὅλον τὸ Ἀχαιῶν στρατόπεδον; καὶ εἴ τις αὐτοῖς καλὸς ποταμός, κομᾷ, ὡς γὰρ χρυσὸς ἀνάθημα καὶ ἄργυρος, οὕτως καὶ τρίχες. κομῶσιν οἱ μὲν βάρβαροι πίλοις, οἱ δὲ Ἕλληνες κράνεσιν, οἱ δὲ ὀφθαλμοὶ βλεφάροις, ἡ δὲ ναῦς ἱστίοις, ἡ δὲ γῆ ὄρεσι, τὰ δὲ ὄρη νάπαις, ἡ δὲ θάλαττα νήσοις, οἱ δὲ ταῦροι κέρασιν, οἱ ποταμοὶ τέμπεσιν, αἱ πόλεις τείχεσιν. φοβερώτερος δὲ καὶ λέων ὁ λάσιος καὶ ʽγαυρότεροςʼ ἵππος ὁ ἤδη τῇ χαίτῃ πεποιθὼς καὶ ἀλεκτρυὼν μαχιμώτερος ὁ τὰ κάλλαια ἐγηγερκώς. τιμῶσι καὶ σοφοὶ τῶν ἀστέρων τοὺς κομήτας καὶ τῶν ἱερέων τοὺς τὰς κόμας ἀνέτους καὶ τῶν θεῶν ἄλλον ἄλλως, τὸν Ποσειδῶνα ὡς κυανοχαίτην, τὸν Ἀπόλλωνα ὡς ἀκειρεκόμην, τὸν Πᾶνα ὡς δασύν, τὴν Ἶσιν ὡς λυσίκομον, τὸν Διόνυσον ὡς μετὰ τῶν τριχῶν καὶ τῷ κιττῷ κομῶντα, Ἀφροδίτη δὲ οὐδὲ πενθοῦσα ἀπεκείρατο. ἤκουσά γε μὴν ἀνδρὸς σοφοῦ καὶ τὰς ἀκτῖνας λέγοντος κόμας Ἡλίου καὶ τὸν Δία σεμνότερον τῶν ἄλλων θεῶν, ὅτε τὴν κόμην σείει, κἂν ἐπινεύσῃ, οὐ ψεύδεται, ὁ δὲ Ἑρμῆς κομᾷ καὶ τῷ κροτάφῳ καὶ τοῖς σφυροῖς. τότε ἀποκείρεται καὶ πόλις, ὅτε ἁλίσκεται, καὶ γυνὴ τότε ἀφίησι τῆς κεφαλῆς τὸ κάλλος, ὅτε πενθεῖ, καὶ γῆς λιμός, ὅτε μὴ κομᾷ. ἀλλὰ δένδρον μὲν πεσὸν κλᾴεται καὶ ποιητὴς μεγαλόφωνος πολλὰ ἐπʼ αὐτῷ λέγει, σὺ δὲ φύλλα τοσαῦτα ἐκτεμὼν οὐ δακρύεις. φέρε εἴπω σοι τὸν ἐπιτάφιον τῆς κόμης· ὦ κάλλους ἀκρόπολις, ὦ ἔρωτος ἄλσος, ὦ ἄστρα κεφαλῆς.

​16 就连米南德笔下的波勒蒙亦不曾将英俊少年的秀发剪尽,而是在盛怒之下才敢对身为战俘的爱妾痛下毒手,可哪怕是对她,在剪下她的头发后亦无法承受——他扑倒在地痛哭流涕,为这残害发丝的杀戮悔恨不已——可见连戏剧亦放过了年轻后生!而你究竟是着了什么魔,竟对自己大动干戈,你这自己头颅的刽子手?何须用剪刀对准头发?何须自愿施加如此繁多的创伤?你竟割刈了这般美好的丰收!难道诗人们将欧福耳玻斯与墨涅拉俄斯诸人,乃至整支阿开奥斯大军描写成长发披肩的模样,都未能使你受到教益吗?凡是被他们赞美的秀美河流,皆水草丰茂、波浪如发;盖因发丝正如金银奉献之物一般珍贵。蛮族以毡帽为饰,希腊人以盔缨为冠,双目以眼睑为羽,舟楫以风帆为衣,大地以群峰为翠,山峦以林谷为幽,沧海以岛屿为缀,公牛以犄角为武,河川以峡谷为奇,城池以城垣为障。长鬣之狮更为可怖,恃其飞鬃之骏马更为骄健,竖起肉冠之雄鸡更具斗志。智者在星辰中尊崇彗星,在祭司中敬重披发之士,在诸神中亦各以其貌尊奉之:尊波塞冬为青发之神,阿波罗为未剪发之神,潘为多毛之神,伊西斯为解发之神,狄奥尼索斯为连同秀发共饰以常春藤之神;就连阿佛洛狄忒在哀悼时亦未曾剪发。我确曾听闻某位智者言道,光芒即太阳神之秀发,而宙斯在摇动发丝时比诸神更为威严,若其颔首则决不食言;赫尔墨斯的鬓角与双踝亦皆覆有轻绒。城池唯在陷落之时方遭刈剃,妇人唯在哀恸之时方舍弃头颅之美,大地唯在不生嘉禾毛发之时方现饥荒。然而一木倾覆尚且有人悲悼,声遏行云之诗人亦为其吟咏再三,你剪除了这般繁多的叶片,竟然未流一滴眼泪。来吧,且让我为你咏诵发丝的葬礼悼词:“吁,美之卫城!吁,爱神之圣林!吁,头颅之群星!”

语法注5 条
  1. 1.14ταχέως σε θεασαίμην γενειῶντα καὶ παρʼ ἀλλοτρίαις θύραις κείμενον

    表示愿望的希求法动词(θεασαίμην)后接宾格补足分词(γενειῶντα 与 κείμενον)。此处化用了希腊艳情文学中经典的“被拒门外的求爱者”(exclusus amator / paraclausithyron)母题,诅咒这名傲慢的少年在生出胡须失去容颜特权后,亦将落得横卧于他人门外遭受冷拒的下场。

  2. 1.15τὸν δὲ ὑπηνήτην καὶ Ὅμηρος λέγει χαριέστατον

    双重宾格结构(动词 λέγει 接宾语 τὸν ὑπηνήτην 及作宾语补足语的形容词最高级 χαριέστατον)。直接化用了荷马史诗的典故(《伊利亚特》24.348 / 《奥德赛》10.279:“初生髭须之青年,其芳华最惹人爱怜”)。

  3. 1.15ταύτῃ τῇ τομῇ μᾶλλον ἢ ἐκείνῃ

    指示代词的对比用法,与下文的“τὴν μὲν... τὴν δὲ...”形成呼应。近指 ταύτῃ(对应下文 τὴν δὲ)指面部无须的削剪(显露于目光下的残缺),远指 ἐκείνῃ(对应下文 τὴν μὲν)指去势的切除手术(隐秘难言之残缺)。意指阉人对别人看得见的面部光秃,比对自己隐秘的去势切除更感羞耻。

  4. 1.16οὐκ οἶδα τί παθὼν σεαυτῷ πεπολέμηκας

    短语“οὐκ οἶδα τί παθών”是希腊语常见俗语,意为“不知着了什么魔 / 究竟因何缘故”。紧接着前文提到的米南德戏剧《割发记》中以武人“波勒蒙”(Polemon,源于 πόλεμος,意为“战争”)为主角的典故,此处动词 πεπολέμηκας(“向你自己发动战争”)巧妙构成同源语词的双关谐音(pun)。

  5. 1.16κομῶσιν ... κομᾷ

    动词 κομάω(蓄长发,引申为“郁郁葱葱”、“以……为骄傲/装饰”)的多义隐喻修辞。作者从人的秀发延伸至蛮族的毡帽、船帆、山峦林壑、海中岛屿直至城墙,将万物具有生机与威仪的屏障皆比拟为“秀发”。

    未在正文中定位

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg006.humanitext-grc2:1.14-1.16