- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg004.humanitext-grc2:750-751
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
葡萄园工人讲述了亚马逊人的习俗与生存方式,特别是她们排斥男性、抚育女婴而不予哺乳的生活特征,并叙述了她们如何从遇险水手处获悉阿基琉斯圣所的财富,制造运马船袭击该岛,最终因阿基琉斯显圣引发的狂乱而使战马失控的经过。
Φοῖνιξ μεγάλου, ὦ ἀμπελουργέ, ἥψω λόγου, καὶ τὰ ὦτά μοι ἤγειρας καὶ ἄλλως ἑστηκότα πρὸς τοὺς σοὺς λόγους· ἥκειν δέ σοι καὶ ταῦτα εἰκὸς παρὰ τοῦ Πρωτεσίλεω. Ἀμπελουργός παρὰ τούτου, ξένε, τοῦ χρηστοῦ διδασκάλου, πολλοῖς δὲ καὶ τῶν ἐς τὸν Πόντον ἐσπεπλευκότων δῆλα δὴ ταῦτα. κατὰ γὰρ τὴν ἄξενον τοῦ Πόντου πλευράν, ᾗ τὰ ὄρη τὰ Ταυρικὰ τέταται, λέγονταί τινες οἰκεῖν Ἀμαζόνες, ἣν Θερμώδων τε καὶ Φᾶσις ἐξερχόμενοι τῶν ὀρῶν περιβάλλουσιν ἤπειρον,1 ἃς ὁ πατήρ τε καὶ φυτουργὸς αὐτῶν Ἄρης ἐπαίδευσεν ἐν ὁμιλίᾳ τῶν πολεμικῶν εἶναι καὶ ζῆν ἔνοπλόν τε καὶ ἔφιππον βίον, βουκολεῖσθαι δὲ αὐταῖς ἵππον ἐν τοῖς ἕλεσιν ἀποχρῶσαν τῷ στρατῷ. ἀνδράσι μὲν δὴ ἐνομιλεῖν οὐ παρέχειν σφᾶς τὴν ἑαυτῶν χώραν, αὐτὰς δʼ, ἐπειδὰν δέωνται τέκνων, κατιούσας ἐπὶ ποταμὸν Ἅλυν ἀγοράζειν τε καὶ ξυγγίνεσθαι τοῖς ἀνδράσιν, ἔνθα ἔτυχεν, ἀπελθούσας τε ἐς ἤθη καὶ οἴκους, ἃ μὲν ἂν τέκωσιν ἄρρενα, φέρειν ἐπὶ τὰ ὅρια τῆς χώρας, ὅπως ἀνέλοιεν αὐτὰ οἱ φύσατες, τοὺς δὲ ἀναιρεῖσθαί τε, ὧν ἕκαστος ἔτυχε, καὶ ποιεῖσθαι δούλους, ἃ δʼ ἂν ἀποτέκωσι θηλέα, φιλεῖν τε ἤδη λέγονται καὶ ὁμόφυλα ἡγεῖσθαι, θεραπεύειν τε, ᾗ φύσις μητέρων, πλὴν τοῦ ἐπισχεῖν γάλα,2 τουτὶ δὲ πράττουσι διὰ τὰς μάχας, ὡς μήτε αὐτὰ θηλύνοιντο, μήτε τοὺς μαζοὺς ἀποκρεμῷντο. τὸ μὲν δὴ ὄνομα ταῖς Ἀμαζόσιν ἐκ τοῦ μὴ μαζῷ τρέφεσθαι κεῖσθαι ἡγώμεθα, τρέφουσι δὲ τὰ βρέφη γάλακτί τε φορβάδων ἵππων καὶ δρόσου κηρίοις, ἣ μέλιτος δίκην ἐπὶ τοὺς δόνακας τῶν ποταμῶν ἱζάνει. τὰ δὲ ποιηταῖς τε καὶ μυθολόγοις περὶ τῶν Ἀμαζόνων τούτων εἰρημένα παραιτησώμεθα τοῦ λόγου, Ἀμπελουργός πρόσφορα γὰρ οὐκ ἂν τῇ παρούσῃ σπουδῇ γένοιτο, τὸ δὲ περὶ τὴν νῆσον ἔργον, ὁποῖόν τι αὐταῖς ἐπράχθη καὶ ἐς ὅ τι ἐτελεύτησε, λεγέσθω μᾶλλον, ἐπειδὴ τῶν τοῦ Πρωτεσίλεω λόγων ἐστί· ναῦται γὰρ ἐπὶ νεῶν ποτε πλειόνων καὶ ναυπηγοὶ τῶν ἐς Ἑλλήσποντον ἀπαγόντων ἐκ τοῦ Πόντου ὤνια κατηνέχθησαν ἐς τὴν ἀριστερὰν τοῦ πελάγους ὄχθην, περὶ ἣν αἱ γυναῖκες οἰκεῖν λέγονται, ληφθέντες δὲ ὑπʼ αὐτῶν χρόνον μέν τινα ἐδέδεντο σιτούμενοι πρὸς φάτναις, ἵνα ἀποδῶνται σφᾶς ὑπὲρ τὸν ποταμὸν ἄγουσαι τοῖς ἀνδροφάγοις Σκύθαις· ἐπεὶ δὲ μειράκιον ξὺν αὐτοῖς ληφθὲν μία τῶν Ἀμαζόνων ἐπὶ τῇ ὥρᾳ ἠλέησε καί τις ἔρως ἐκ τούτου ἐγένετο, παραιτεῖται τὴν δυναστεύουσαν ἀδελφὴν οὖσαν μὴ ἀποδόσθαι τοὺς ξένους, λυθέντες δὲ καὶ πρὸς αὐτὰς συγκραθέντες ἐφθέγγοντο ἤδη τὸν ἐκείνων τρόπον, τόν τε χειμῶνα καὶ τὰ ἐν τῇ θαλάττῃ διηγούμενοι παρῆλθον ἐς μνήμην τοῦ ἱεροῦ προσπεπλευκότες οὐ πάλαι τῇ νήσῳ καὶ διῄεσαν τὸν ἐν αὐτῷ πλοῦτον, αἱ δʼ εὕρημα ποιησάμεναι τοὺς ξένους ἐπειδὴ ναῦταί τε ἦσαν καὶ νεῶν τέκτονες οὔσης καὶ ἄλλως ναυπηγησίμου σφίσι τῆς χώρας ποιοῦνται ναῦς τὸν ἱππαγωγῶν τρόπον, ὡς τὸν Ἀχιλλέα σχήσουσαι ταῖς ἵπποις,3 καταβᾶσαι γὰρ ἵππων Ἀμαζόνες θῆλύ τέ εἰσι γένος καὶ ἀτεχνῶς γυναῖκες. εἰρεσίας μὲν δὴ πρῶτον ἥψαντο καὶ πλεῖν ἐμελέτησαν, ὡς δʼ ἐπιστήμην τοῦ πλεῖν ξυνελέξαντο, ἄρασαι περὶ ἔαρ ἀπὸ τῶν ἐκβολῶν τοῦ Θερμώδοντος ἀφῆκαν ἐς τὸ ἱερὸν σταδίους μάλιστα δισχιλίους ἐπὶ νεῶν, οἶμαι, πεντήκοντα, καὶ προσορμισάμεναι τῇ νήσῳ πρῶτον μὲν ἐκέλευσαν τοὺς Ἑλλησποντίους ξένους ἐκκόπτειν τὰ δένδρα, οἷς κεκόσμηται κύκλῳ τὸ ἱερόν, ἐπεὶ δὲ οἱ πελέκεις ἐς αὐτοὺς ἀνακοπέντες τοῖς μὲν ἐς κεφαλὴν ἐχώρησαν, τοῖς δὲ ἐς αὐχένα πάντες τε πρὸς τοῖς δένδρεσιν ἔπεσον, ἐπεχύθησαν αἱ Ἀμαζόνες τῷ ἱερῷ βοῶσαί τε καὶ τὰς ἵππους ἐλαύνουσαι· ὁ δὲ θερμόν τε καὶ δεινὸν ἐς αὐτὰς ἰδὼν καὶ πηδήσας οἷον ἐπὶ Σκαμάνδρῳ τε καὶ Ἰλίῳ πτοίαν μὲν χαλινοῦ κρείττω ταῖς ἵπποις ἐνέβαλεν,
腓尼基人: 葡萄园工人啊,你触及了一个宏大的故事,使我本就倾向你言辞的双耳更加竖立起来;想必这也是从普罗忒西拉奥斯那里传给你的吧。 葡萄园工人: 正是从他那里,外邦人,从这位优秀的导师那里;不过对于许多驶入黑海的人来说,这些事也是明晰的。因为在黑海那荒险的一侧,即陶里克山脉绵延之处,据说居住着一些亚马逊人,那片土地由发源于山间的忒耳摩冬河与法西斯河环抱。她们的生父与始祖阿瑞斯训练她们精于战事,过着全副武装、跃马驰骋的生活,而且沼泽地里为她们放牧着足供全军之需的马匹。她们不许男子涉足其国度与她们交往;但每当她们需要繁衍后代时,便下到哈律斯河畔,设市交易般与偶遇的男子交媾。回到熟悉的居所和家园后,若生下的是男婴,她们就送至国土边界,让生父们将他们抱走,而父亲们各自收留所遇的孩子,将其蓄为奴隶;但若生下的是女婴,据说她们便立刻倾注爱意,视为同胞,照寻常母亲的天性抚养照料,唯独不给她们哺乳——这样做是为了战斗,免得〔女婴〕趋于软弱,〔她们自己〕也不至乳房下垂。确实,我们应当认为“亚马逊”这一名称正源自“不以乳房抚育”;她们用母马的奶和凝结在河畔芦苇上如蜂蜜般的甘露巢来喂养婴儿。至于诗人和神话学者们关于这些亚马逊人的种种说法,我们且从谈话中略过吧,葡萄园工人: 因为那些与我们眼下的严肃探讨并不相称。不如讲讲关于那座岛的事件吧,她们在那里做出了何等行径,又落得何种结局,既然这是出于普罗忒西拉奥斯的叙述。曾经有几艘船上的水手和造船匠,将货物从黑海运往赫勒斯滂,却被风浪漂卷到了该海域的左岸,也就是据说女人们居住的附近。他们被擒获后,曾有一段时间被拴在马槽边喂养,以便女人们将他们带过河去卖给吃人的斯基泰人。然而,被俘者中有一名少年,一位亚马逊女子因其青春美貌而心生怜悯,由此萌发爱意,便向身为统治者的姐妹恳求不要卖掉这些异乡人。他们被松绑并与女人们融洽相处后,渐渐能用她们的方式言谈;在讲述风暴与海中险境时,由于不久前曾停靠过那座岛,他们便提到了那处圣所,详述了其中的财富。女人们见这些异乡人既是水手又是造船匠,将他们视作意外之财,况且她们的土地本就极适宜造船,于是她们便仿照运马船的样式建造了舟楫,企图凭借战马制服阿基琉斯;因为一旦下马,亚马逊人终究是雌性,不过是寻常妇人。于是她们首先操起桨来练习航海,掌握了航行之法后,大约在春季从忒耳摩冬河口启航,据我想乘着五十艘船,航行了约两千斯塔狄翁前往圣所。她们泊靠在岛上后,首先命令赫勒斯滂的异乡人们砍倒环绕圣所并作装饰的树木。然而,当斧头反弹到他们自己身上,有的砍中脑袋,有的砍进颈项,众人皆倒毙在树旁时,亚马逊人便呐喊着策马奔袭圣所。但阿基琉斯向她们投去炽烈而可怖的目光,如在斯卡曼德罗斯河与伊利昂那般纵身一跃,令战马陷入了连缰绳也无法抑制的惊骇狂乱之中,
- 750ἣν Θερμώδων τε καὶ Φᾶσις ἐξερχόμενοι τῶν ὀρῶν περιβάλλουσιν ἤπειρον
先行词 ἤπειρον(陆地)被吸纳进由关系代词 ἣν 引导的关系从句内部的先行词内引(incorporation)现象。语境上指代前文“陶里克山脉绵延的黑海荒险海岸”,意为“忒耳摩冬河与法西斯河自山间流出所环绕的大陆(区域)”。
- 750πλὴν τοῦ ἐπισχεῖν γάλα
由介词 πλήν 加上带冠词的不定式 τοῦ ἐπισχεῖν 构成的除外结构。动词 ἐπέχω 在此及物使用并支配宾格 γάλα,意为“喂乳、将乳房递给婴儿”,全句即“除授乳之外”,直接引出后文对“亚马逊”(ἀ-μαζός,即“无乳/不用乳抚育”)的民间词源学解释。
- 751ὡς τὸν Ἀχιλλέα σχήσουσαι ταῖς ἵπποις
助词 ὡς 结合未来时分词 σχήσουσαι(源自 ἔχω,阴性主格复数),表示主语(亚马逊女战士们)的主观意图或目的(“企图凭借战马制服/阻遏阿基琉斯”)。后文紧接的 καταβᾶσαι γὰρ... 进一步解释了她们完全依赖马战的原因。
