- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg004.humanitext-grc2:748-749
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
葡萄园工人与腓尼基人在论及赫拉克勒斯的诗作后重回白岛的话题,叙述了阿基琉斯的神迹、诱使商人买来特洛伊王室之女并将其残杀分尸的传说,以及他消灭亚马逊女战士的真实经过。
Ἀμπελουργός ἐκ παλαιοῦ, ξένε. καὶ γὰρ τὸν Ἡρακλέα φασὶν ἀνασταυρώσαντα τὸ Ἀσβόλου τοῦ κενταύρου σῶμα ἐπιγράψαι αὐτῷ τόδε τὸ ἐπίγραμμα· "ἄσβολος οὔτε θεῶν τρομέων ὄπιν οὔτʼ ἀνθρώπων ὀξυκόμοιο κρεμαστὸς ἀπʼ εὐλιπέος κατὰ πεύκης ἄγκειμαι1 μέγα δεῖπνον ἀμετροβίοις κοράκεσσιν." Φοῖνιξ ἀθλητής γε καὶ τούτων ὁ Ἡρακλῆς ἐγένετο μεγαληγορίαν ἐπαινῶν, ἀμπελουργέ, παρʼ ἧς δεῖ δήπου τὸν ποιητὴν φθέγγεσθαι. ἀλλʼ ἐπανίωμεν ἐπὶ τὴν νῆσον· ῥεῦμα γὰρ δὴ ὑπολαβὸν ἡμᾶς, οἷα πολλὰ περὶ τὸν Πόντον εἱλεῖται, παρέπλαγξε τοῦ λόγου. Ἀμπελουργός ἐπανίωμεν, ὦ ξένε· τὰ μὲν γὰρ ᾅσματα τὰ ἐν αὐτῇ τοιαῦτα, καὶ ἡ φωνὴ δὲ, ἣν ᾅδουσι, θεῖά τε ἠχεῖ καὶ λαμπρά· διήκει γοῦν τοσαύτη ἐς τὸ πέλαγος, ὡς φρίκην ἀνίστασθαι τοῖς ναύταις ὑπὸ ἐκπλήξεως. φασὶ δʼ οἱ προσορμισάμενοι καὶ κτύπου ἀκούειν ἵππων καὶ ἤχου ὅπλων καὶ βοῆς, οἷον ἐν πολέμῳ ἀναφθέγγονται. εἰ δʼ ὁρμισαμένων ἐς τὰ βόρεια ἢ τὰ νότια τῆς νῆσου μέλλοι τις ἄνεμος ἐναντίος τῷ ὅρμῳ πνεῖν, κηρύττει ὁ Ἀχιλλεὺς κατὰ πρύμναν τοῦτο καὶ κελεύει μεθορμισαμένους ἐκστῆναι τῷ ἀνέμῳ. πολλοὶ δὲ καὶ τῶν ἐκπλεόντων τοῦ Πόντου προσπλέουσί τέ μοι καὶ ἀπαγγέλλουσι ταῦτα, καὶ νὴ Δίʼ, ὡς, ἐπειδὰν προίδωσι τὴν νῆσον ἅτε ἐν ἀπείρῳ πελάγει ἐμφερόμενοι περιβάλλουσί τε ἀλλήλους καὶ ἐς δάκρυα ὑφʼ ἡδονῆς ἔρχονται, καταπλεύσαντες δὲ καὶ τὴν γῆν ἀσπασάμενοι βαδίζουσιν ἐπὶ τὸ ἱερὸν προσευξόμενοί τε τῷ Ἀχιλλεῖ καὶ θύσοντες. τὸ δὲ ἱερεῖον αὐτόματον τῷ βωμῷ προσέστηκε κατὰ τὴν ναῦν τε καὶ τοὺς ἐμπλέοντας. τὸ μὲν δὴ περὶ τὴν κάλπιν τὴν χρυσῆν τὴν ἐν Χίῳ ποτὲ φανεῖσαν τῇ νήσῳ εἴρηται, ξένε, σοφοῖς ἀνδράσι καὶ τί ἄν τις ἀριζήλως εἰρημένων αὖθις ἅπτοιτο; ἐμπόρῳ δὲ λέγεται θαμίζοντί ποτε ἐς τὴν νῆσον φαίνεσθαι μὲν ὁ Ἀχιλλεὺς αὐτός, διηγεῖσθαι δὲ αὐτῷ τὰ ἐν Τροίᾳ, ξενίσαι δʼ αὐτὸν καὶ ποτῷ κελεῦσαί τε ἐκπλεύσαντα ἐς Ἴλιον ἀναγαγεῖν οἱ κόρην Τρωάδα, τὴν δεῖνα εἰπὼν δουλεύουσαν τῷ δεῖνι ἐν Ἰλίῳ.
葡萄园工人: 自古便是如此,外邦人。事实上,人们说赫拉克勒斯在将半人马阿斯波罗斯的尸身钉在木桩上时,曾在他身上刻下了这样一首题铭: “我阿斯波罗斯,既不惧怕诸神的明察,亦不敬畏凡人的法度,如今悬挂在针叶繁茂、脂膏流淌的松树上,陈尸于此,化为长生乌鸦的丰盛宴飨。” 腓尼基人: 葡萄园工人啊,赫拉克勒斯在这方面也是个好手,他赞赏宏伟高亢的辞风,而诗人正应当自此发声。不过,我们还是回到那座岛的话题上来吧;因为一股水流把我们卷走,就像在黑海四周盘旋回转的诸多潜流一样,使我们偏离了话语的正道。 葡萄园工人: 我们且回去吧,外邦人。因为岛上的歌声便是如此,他们所唱出的声音亦回荡得神圣而清朗;那声音传播至深海之远,以致水手们因惊骇而战栗。停泊在那里的人们还说,他们能听见马蹄之声、甲兵之响,以及在战场上发出的那种呐喊。如果在他们泊在岛屿北侧或南侧时,有迎面吹向泊位的逆风将要刮起,阿基琉斯便会在船艉高声宣布此事,命他们移锚换泊以避开狂风。许多驶出黑海的人都航行到我这里,向我报告这些事,而且以宙斯之名起誓,每当他们在无边深海中漂流而远远望见那座岛时,他们便相拥而泣,喜极而涕;登岸并亲吻土地之后,他们便步向圣所向阿基琉斯祈祷并献祭。祭牲会根据船舶与其乘员的规模,自行伫立在祭坛前。至于那只曾在希俄斯岛显现的黄金水瓮的故事,外邦人啊,智者们早已讲过,谁又愿去复述已被明晰叙述过的事情呢?然而据说,阿基琉斯曾亲自向一位常到该岛的商人显现,向他讲述特洛伊的往事,设酒宴款待他,并命他出航前往伊利昂,为他带回一位特洛伊少女,且指明了那是在伊利昂给某人作女奴的某位少女。
Ἀμπελουργός θαυμάσαντος δὲ τοῦ ξένου τὸν λόγον καὶ διὰ τὸ θαρρεῖν ἤδη ἐρομένου αὐτόν, τί δέοιτο δούλης Ἰλιάδος, ὅτι, ἔφη ξένε, γέγονεν ὅθεν περ ὁ Ἕκτωρ καὶ οἱ πρὸ αὐτοῦ ἄνω, λοιπὴ δʼ ἐστὶ τοῦ Πριαμιδῶν τε καὶ Δαρδανιδῶν αἵματος. ὁ μὲν δὴ ἔμπορος ἐρᾶν τὸν Ἀχιλλέα ᾤετο καὶ πριάμενος τὴν κόρην ἐς τὴν νῆσον ἀνέπλευσεν, ὁ δὲ Ἀχιλλεὺς ἐπαινέσας αὐτὸν ἥκοντα τὴν μὲν προσέταξε φυλάττειν ἑαυτῷ ἐν τῇ νηὶ δι᾽, οἶμαι, τὸ μὴ ἐσβατὸν εἶναι γυναιξὶ τὴν νῆσον, αὑτὸν δὲ ἑσπέρας ἥκειν ἐς τὸ ἱερὸν καὶ εὐωχεῖσθαι μετʼ αὐτοῦ τε καὶ Ἑλένης, ἀφικομένῳ δὲ πολλὰ μὲν χρήματα ἔδωκεν, ὧν ἥττους ἔμποροι,2 ξένον δʼ αὐτὸν ποιεῖσθαι ἔφη διδόναι τέ οἱ τὴν ἐμπορίαν ἐνεργὸν καὶ τὴν ναῦν εὐπλοεῖν. ἐπεὶ δὲ ἡμέρα ἐγένετο, σὺ μὲν πλεῖ ἔφη ταῦτʼ ἔχων, τὴν δὲ κόρην ἐπὶ τοῦ αἰγιαλοῦ λίπε μοι. οὔπω στάδιον ἀπεῖχον τῆς γῆς καὶ οἰμωγὴ προσέβαλλεν αὐτοὺς3 τῆς κόρης διασπωμένου αὐτὴν τοῦ Ἀχιλλέως καὶ μελειστὶ ξαίνοντος· Ἀμαζόνας δέ, ἃς ἔνιοι τῶν ποιητῶν φασιν ἐλθεῖν ἐς Τροίαν Ἀχιλλεῖ μαχουμένας οὐκ ἀπέκτεινεν ὁ Ἀχιλλεὺς ἐν Τροίᾳ, πιθανὸν γὰρ οὐκ οἶδʼ ὅπως4 Πριάμου πολεμήσαντος αὐταῖς ὑπὲρ Φρυγῶν κατὰ Μυγδόνα ξυμμάχους Ἀμαζόνας ὕστερον ἐλθεῖν Ἰλίῳ, ἀλλʼ οἶμαι κατὰ τὴν Ὀλυμπιάδα, ἣν τὸ πρῶτον ἐνίκα στάδιον Λεωνίδας ὁ Ῥόδιος, ἀπώλεσεν αὐτῶν ὁ Ἀχιλλεὺς τὸ μαχιμώτατον ἐν αὐτῇ, φασι, τῇ νήσῳ.
葡萄园工人: 那位异乡商人对这番话感到惊奇,由于已然熟络而大着胆子问他,为何需要一个特洛伊女奴,“因为,外邦人,”阿基琉斯说道,“她与赫克托耳及在他之前的先祖出自同一血脉,是普里阿摩斯家族和达耳达诺斯家族残存的骨血。” 商人自以为阿基琉斯堕入了情网,便买下了那少女航回岛上。阿基琉斯赞扬了他的归来,命他把少女留在船上照看好——我以为,这是因为妇女不被允许踏上此岛——并命商人自己在傍晚前往圣所,与他及海伦共赴盛宴。商人到达后,阿基琉斯赐给他数额巨大的财富——商人最难抗拒此物——并称视他为结盟之宾,赐予他生意兴隆、舟楫利涉。拂晓时分,“你便启航吧,”阿基琉斯说,“带上这些财物,但将少女留在海滩上归我。” 他们的船离岸尚不足一斯塔狄翁,少女凄厉的哀号便直击他们的耳鼓:原来阿基琉斯正将她肢解,一片片撕碎碾成肉泥。至于某些诗人所声称曾去特洛伊与阿基琉斯作战的亚马逊女战士,阿基琉斯并未在特洛伊杀死她们;因为普里阿摩斯在密格冬的时代曾代表弗里吉亚人与她们交战,后来亚马逊人怎会作为盟友支援伊利昂,实属难以置信。我想,大约是在罗得岛的列奥尼达斯首次赢得短跑冠军的那届奥林匹亚节期间,阿基琉斯据说正是在那座岛上,歼灭了她们之中最骁勇善战的部族。
- 748ἄγκειμαι
诗歌中 ἀνάκειμαι 的缩短同化形。作为 ἀνατίθημι 的被动态,在此不仅指“横躺”,更含有“被陈列供奉、作为示众祭品陈放”的意味,与补足语 μέγα δεῖπνον(作为丰盛宴飨)连用。
- 749ὧν ἥττους ἔμποροι
比较级形容词 ἥττους 支配属格 ὧν(先行词为 χρήματα)。短语 ἥττων τινός 意为“屈服于某物、受某物支配”,在此表示商人对钱财“无法抗拒、毫无抵抗力”。
- 749οὔπω στάδιον ἀπεῖχον τῆς γῆς καὶ οἰμωγὴ προσέβαλλεν αὐτούς
由 οὔπω... καί... 构成的并列即时句式(parataxis),意为“他们离岸尚不足一斯塔狄翁,就在这时哀号声袭来了(即刚离开不久便听见悲鸣)”。
- 749πιθανὸν γὰρ οὐκ οἶδʼ ὅπως
插入语 οὐκ οἶδʼ ὅπως(不知怎的、无论如何)修饰形容词 πιθανόν(可信的),表达说话者强烈的怀疑,意为“怎么也难以置信”。后接的对格不定式结构(Ἀμαζόνας... ἐλθεῖν)作其主语从句。
