- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg004.humanitext-grc2:752-753
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
发狂的马匹咬死并吞食了亚马逊人后跃海自尽,无人看管的船队亦尽数沉没,阿基琉斯引海浪净化了全岛。腓尼基人请求听取冥界诸事,但因夕阳西下、牛群卸轭,二人约定若遇顺风便启航,若遭逆风则明晨再聚叙谈。
Ἀμπελουργός ὑφʼ ἧς1 ἀνεσκίρτησαν ἀλλότριόν τε καὶ περιττὸν ἄχθος ἡγούμεναι τὰς γυναῖκας, ἐς δὲ θηρίων ἤθη μετέστησαν καὶ κειμέναις ἐμπεσοῦσαι ταῖς Ἀμαζόσι τάς τε ὁπλὰς ἐνήρειδον καὶ τὰς χαίτας ἔφριττον καὶ τὰ ὦτα ἐπʼ αὐτὰς ἵστασαν, καθάπερ τῶν λεόντων οἱ ὠμοί,2 κειμένων τε γυμνὰς ὠλένας ἤσθιον καὶ τὰ στέρνα ῥηγνῦσαι προσέκειντο τοῖς σπλάγχνοις καὶ ἐλάφυσσον, ἐμφορηθεῖσαι δὲ ἀνθρωπείου βρώσεως ἐκρόαινον περὶ τὴν νῆσον καὶ ἐμαίνοντο μεσταὶ λύθρου, στᾶσαι δὲ ἐπὶ τῶν ἀκρωτηρίων καὶ τὰ νῶτα τοῦ πελάγους ἰδοῦσαι πεδίῳ τε ᾤοντο ἐντετυχηκέναι καὶ κατὰ τῆς θαλάττης ἑαυτὰς ἧκαν. ἀπώλοντο δὲ καὶ αἱ νῆες τῶν Ἀμαζόνων ἀνέμου σφοδροῦ ἐς αὐτὰς πνεύσαντος, ἅτε γὰρ κεναὶ καὶ οὐδενὶ κόσμῳ ὡρμισμέναι προσέπιπτον ἀλλήλαις καὶ ξυνηράττοντο ναῦς τε ὥσπερ ἐν ναυμαχίᾳ κατέδυε ναῦν καὶ ἀνερρήγνυ, καὶ ὁπόσας ἐγκαρσίους τε καὶ ἀντιπρώρους ἐμβολὰς ποιοῦνται κυβερνῆται ναύμαχοι, πᾶσαι ξυνέπεσον ἐν ναυσὶ κεναῖς καὶ οὐκ ἐκ προνοίας πλεούσαις. πολλῶν δὲ ναυαγίων τῷ ἱερῷ προσενεχθέντων καὶ ἀνθρώπων ἐν αὐτῷ κειμένων ἐμπνεόντων ἔτι καὶ ἡμιβρώτων μελῶν τε ἀνθρωπείων ἐσπαρμένων καὶ σαρκῶν, ἃς διέπτυσαν αἱ ἵπποι, κάθαρσιν ὁ Ἀχιλλεὺς ποιεῖται τῆς νήσου ῥᾳδίαν· κορυφὴν γὰρ τοῦ πόντου ἐπισπασάμενος ἀπένιψέ τε καὶ ἀπέκλυσε ταῦτα. Φοῖνιξ ὅστις, ἀμπελουργέ, μὴ θεοφιλῆ σε ἡγεῖται σφόδρα, αὐτὸς ἀπήχθηται τοῖς θεοῖς· τὸ γὰρ τοιούτους τε καὶ θείους λόγους εἰδέναι οὕτω, παρʼ ἐκείνων οἶμαί σοι ἥκειν, οἳ καὶ Πρωτεσίλεω φίλον τέ σε καὶ ἐπιτήδειον ἐποίησαν. ἀλλʼ ἐπεὶ τῶν ἡρωικῶν ἡμᾶς λόγων ἐμπέπληκας, τὸ μὲν ὅπως αὐτὸς ἀναβεβίωκεν, οὐκέτʼ ἂν ἐροίμην, ἐπειδὴ ἀβεβήλῳ τε καὶ ἀπορρήτῳ φῂς αὐτὸν χρῆσθαι τούτῳ τῷ λόγῳ, τοὺς δὲ Κωκυτούς τε καὶ Πυριφλεγέθοντας καὶ τὴν Ἀχερουσιάδα καὶ τὰ τοιαῦτα τῶν ποταμῶν τε καὶ τῶν λιμνῶν ὀνόματα καί, νὴ Δία, τοὺς Αἰακοὺς καὶ τὰ τούτων δικαστήριά τε καὶ δικαιωτήρια αὐτός τε ἴσως ἀπαγγελεῖς καὶ ξυγχωρεῖ διηγεῖσθαι. Ἀμπελουργός ξυγχωρεῖ μέν, ἑσπέρα δὲ ἤδη καὶ βοῦς πρὸς ἀναπαύλῃ·
葡萄园工人: 马匹受这惊骇驱使,狂跃而起,将女人们视作格格不入的多余负担;它们转为野兽的本性,猛扑向倒地的亚马逊人,蹄踏马踩,鬣毛倒竖,如凶暴的狮子般向她们竖起双耳。它们撕咬俯卧者赤裸的手臂,剖开她们的胸膛,扑在内脏上大肆吞食;饱食了人肉之后,它们浑身沾满血污,狂躁地在岛上四处践踏奔驰。当它们站在悬崖峭壁上,望见辽阔的海面时,以为遇到了一片平原,便纵身跃入海中。亚马逊人的舟船也因一阵暴风的吹袭而全军覆没;因为船上空无一人,泊靠得毫无秩序,彼此猛烈撞击击碎,船撞沉船、撞裂船,宛如海战一般;凡是精于海战的舵手所能做出的舷侧冲撞或船首对撞,全都在这些无人驾驶、毫无意图航行的船只间发生了。当无数沉船残骸被冲到圣所旁,在那〔圣所〕里躺着尚有气息和被吞食过半的人体,散落着被马匹吐弃的人类肢体与血肉时,阿基琉斯轻而易举地对海岛施行了净化:他掀起大海的浪头,将这一切彻底冲刷洗净。 腓尼基人: 葡萄园工人啊,凡是不认为你深受神明眷顾的人,他自己必是被神明所憎弃的。因为能如此通晓这般神圣的传说,我想定是来自那些使你成为普罗忒西拉奥斯之友朋与亲信的神明。不过,既然你已用英雄的故事使我们心满意足,至于他自己是如何复活的,我便不再追问了,因为你说他将那段隐秘视作不可亵渎且不可泄露的秘事;但至于科库托斯河、皮里佛勒革同河与阿刻戎沼泽,以及诸如此类的河流与湖泊之名,甚至,指宙斯起誓,关于埃阿科斯们以及他们的法庭与审判所,你或许会亲自向我讲述,叙述这些也是被允许的吧。 葡萄园工人: 确实是允许的;但此刻天色已晚,牛也到了歇息之时。
Ἀμπελουργός τὰ γοῦν ζευγάρια ὁρᾷς, ὡς ἐκ βουλυτοῦ3 ἥκει καὶ χρή με αὐτὰ ὑποδέξασθαι καὶ ὁ λόγος πλείων τοῦ καιροῦ· νῦν μὲν δὴ ἐπὶ τὴν ναῦν χαίρων ἴθι πάντα ἔχων, ὁπόσα ὁ κῆπος φέρει, κἂν μὲν τὸ πνεῦμα ὑμέτερον ᾖ,4 πλεῖ, ξένε, σπείσας ἀπὸ τῆς νεὼς τῷ Πρωτεσίλεῳ, τουτὶ γὰρ τοὺς ἐνθένδε λύοντας νενόμισται πράττειν, εἰ δʼ ἐναντίον εἴη τὸ πνεῦμα, χώρει δεῦρο ἅμα ἡλίῳ ἀνίσχοντι καὶ τεύξει οὗ βούλει. Φοῖνιξ πείθομαί σοι, ἀμπελουργέ, καὶ οὕτως ἔσται· πλεύσαιμι δὲ μήπω, Πόσειδον, πρὶν ἢ καὶ τοῦδε ἀκροάσασθαι τοῦ λόγου.5
葡萄园工人: 至少你看到牛群已在卸轭之后归来,我必须去照料它们,且故事对这时刻而言也太长了。眼下你且欣然回船上去吧,带上这园子里所出产的一切;如果风向对你们有利,外邦人,就在船上向普罗忒西拉奥斯奠酒而后起航吧,因为自此解缆启航之人依例皆须如此;但如果风向不利,就在旭日东升之时再到这里来,你定能如愿以偿。 腓尼基人: 我听从你的话,葡萄园工人,事情便照这样办吧;但波塞冬啊,愿我在听完这个故事之前,尚且不要起航。
- 752ὑφʼ ἧς
关系代词 ἧς 的先行词是前一段落末尾的阴性名词 πτοίαν(惊骇、狂乱);介词短语 ὑφʼ ἧς 表原因或驱动(“受此惊恐驱使”)。
- 752καθάπερ τῶν λεόντων οἱ ὠμοί
τῶν λεόντων 是修饰 οἱ ὠμοί 的部分属格或所属属格。形容词 ὠμός(凶残的、野蛮的)带冠词名词化,指“狮群中凶暴者”。
- 753ἐκ βουλυτοῦ
βουλυτός(由 βοῦς [牛]与 λύω [解开]构成)是指傍晚农作结束、给耕牛卸轭的时辰。ἐκ βουλυτοῦ 为固定表达,指“结束卸轭之刻 / 劳作歇息之时”。
- 753κἂν μὲν τὸ πνεῦμα ὑμέτερον ᾖ
物主形容词 ὑμέτερον(你们的)修饰 τὸ πνεῦμα(风),在此用作习惯用法,指“顺应你们航向的风(顺风)”,与下文的 ἐναντίον(逆风)相对。
- 753πλεύσαιμι δὲ μήπω, Πόσειδον, πρὶν ἢ καὶ τοῦδε ἀκροάσασθαι τοῦ λόγου
表达愿望的祈愿语气 πλεύσαιμι 与否定词 μή(μήπω)连用,构成否定祈愿(“愿我尚不起航”);其后接 πρὶν ἤ 引导的不定式 ἀκροάσασθαι,表示“在听完这一故事之前”的时间限定。
