- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg004.humanitext-grc2:746-747
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
葡萄园工人讲述了波塞冬应忒提斯之请为阿基琉斯与海伦创造白岛的经过与岛上禁忌,并朗诵了阿基琉斯亲自创作赞美荷马的抒情短诗。
Ἀμπελουργός πεπρωμένης δὲ αὐτοῖς ἐς τὸ ἀθάνατον τῆς διαίτης οὐδεμιᾶς γῆς τῶν ὑπὸ Ἰλίῳ, Ἐχινάδων τε τῶν κατʼ Οἰνιάδας καὶ Ἀκαρνανίαν ἤδη μεμιασμένων, ὅτε δὴ Ἀλκμαίων ἀποκτείνας τὴν μητέρα τὰς ἐκβολὰς τοῦ Ἀχελῴου ᾤκησεν ἐν γῇ νεωτέρᾳ τοῦ ἔργου,1 ἱκετεύει τὸν Ποσειδῶνα ἡ Θέτις ἀναδοῦναί τινα ἐκ τῆς θαλάττης νῆσον, ἐν ᾗ οἰκήσουσιν, ὁ δὲ ἐνθυμηθεὶς τὸ μῆκος τοῦ Πόντου καὶ ὅτι νήσου οὐδεμιᾶς ἐν αὐτῷ κειμένης ἀοίκητος πλεῖται, τὴν Λευκὴν νῆσον, ὁπόσην εἶπον, ἀνέφηνεν Ἀχιλλεῖ μὲν καὶ Ἑλένῃ οἰκεῖν, ναύταις δὲ ἵστασθαι καὶ τῷ πελάγει ἐγκαθορμίζεσθαι. ξυμπάσης δὲ ἄρχων, ὁπόση ὑγρὰ οὐσία καὶ τοὺς ποταμοὺς ἐννοήσας τὸν Θερμώδοντα καὶ τὸν Βορυσθένην καὶ τὸν Ἴστρον, ὡς ἀμηχάνοις τε καὶ ἀενάοις ῥεύμασιν ἐς τὸν Πόντον ἐκφέρονται, προὔχωσε τὴν ἰλὺν τῶν ποταμῶν,ἣν ἀπὸ Σκυθῶν ἀρξάμενοι σύρουσιν ἐς τὸ πέλαγος νῆσόν τε ἀπετόρνευσε συστησάμενος αὐτὴν ἐν τῷ πυθμένι τοῦ Πόντου. ἐνταῦθα εἶδόν τε πρῶτον καὶ περιέβαλον ἀλλήλους Ἀχιλλεύς τε καὶ Ἑλένη καὶ γάμον ἐδαίσαντο σφῶν Ποσειδῶν τε αὐτὸς καὶ Ἀμφιτρίτη Νηρηίδες τε ξύμπασαι καὶ ὁπόσοι ποταμοὶ καὶ δαίμονες ἔρχονται τὴν Μαιῶτίν τε καὶ τὸν Πόντον. οἰκεῖν μὲν δὴ λευκοὺς ὄρνιθας ἐν αὐτῇ φασιν, εἶναι δὲ τούτους ὑγρούς τε καὶ τῆς θαλάττης ἀπόζοντας, οὓς τὸν Ἀχιλλέα θεράποντας ἑαυτοῦ πεποιῆσθαι κοσμοῦντας αὐτῷ τὸ ἄλσος τῷ τε ἀνέμῳ τῶν πτερῶν καὶ ταῖς ἀπʼ αὐτῶν ῥανίσι, πράττειν δὲ τοῦτο χαμαὶ πετομένους καὶ μικρὸν τῆς γῆς ὑπεραίροντας. ἀνθρώποις δὲ πλέουσι μὲν τὸ τοῦ πελάγους χάσμα ὁσία ἡ νῆσος ἐσβαίνειν,2 κεῖται γὰρ ὥσπερ εὔξεινος νεῶν ἑστία, οἶκον δὲ μὴ ποιεῖσθαι αὐτὴν πᾶσί τε ἀπείρηται τοῖς πλέουσι καὶ τοῖς περὶ τὸν Πόντον Ἕλλησί τε καὶ βαρβάροις.
葡萄园工人: 由于他们注定在伊利昂统辖下的任何土地上都无法获得永生的居所,而位于俄尼阿代与阿卡耳纳尼亚附近的埃奇纳得斯群岛也已被玷污——早在阿尔克迈翁弑母之后,定居在阿刻罗俄斯河口那片比其罪行还要年轻的新生土地上时便已如此——忒提斯便哀求波塞冬从海中升起一座岛屿供他们居住。波塞冬考虑到本都海的浩瀚,以及海中全无岛屿因而航行其上犹如穿过荒无人烟之境,便升显出了我刚才所说那般大小的白岛,供阿基琉斯与海伦居住,并供海员们立足与在深海中停泊。波塞冬作为一切水之本体的主宰,察觉到忒耳摩冬河、鲍里斯忒涅斯河与伊斯特罗斯河如何以浩荡而绵延不绝的急流注入本都海,便将这些河流从斯基泰地区卷带入深海的泥沙堆积起来,在本都海底奠定其根基,将它塑造成一座圆整的岛屿。阿基琉斯与海伦在此首次相见并相互拥抱,波塞冬本人与安菲特里忒、全体涅瑞伊得斯仙女,以及所有出入墨俄提斯湖与本都海的江河神祇与精灵,都参加了他们的婚礼盛宴。据说岛上栖息着白色的海鸟,通体湿润并散发着海腥气,阿基琉斯将它们收为自己的侍从,让它们用拍翅所生的微风与羽毛滴落的水珠来拂拭装点他的圣林;它们贴地低飞,仅略微掠过地面来做这桩事。对于航行在这片深海巨渊中的人们而言,踏上此岛是合乎神律的,因为它就像船舶的好客炉灶;但无论对航海之人,还是对本都周边的希腊人与蛮族而言,将它作为家园定居都是被严厉禁止的。
Ἀμπελουργός δεῖ γὰρ προσορμισαμένους τε καὶ θύσαντας ἡλίου δυομένου ἐσβαίνειν μὴ ἐννυχεύοντας τῇ γῇ, κἄν μὲν τὸ πνεῦμα ἕπηται, πλεῖν, εἰ δὲ μή, ἀναψαμένους τὸ πλοῖον ἐν κοίλῳ ἀναπαύεσθαι. ξυμπίνειν γὰρ δὴ λέγονται τότε ὁ Ἀχιλλεύς τε καὶ ἡ Ἑλένη καὶ ἐν ᾠδαῖς εἶναι τὸν ἔρωτά τε τὸν ἀλλήλων ᾅδειν καὶ Ὁμήρου τὰ ἔπη τὰ ἐπὶ τῇ Τροίᾳ καὶ τὸν Ὅμηρον αὐτόν. τὸ γὰρ τῆς ποιητικῆς δῶρον, ὃ παρὰ τῆς Καλλιόπης τῷ Ἀχιλλεῖ ἐφοίτησεν, ἐπαινεῖ ὁ Ἀχιλλεὺς ἔτι καὶ σπουδάζει μᾶλλον, ἐπειδὴ πέπαυται τῶν πολεμικῶν. τὸ γοῦν ᾆσμα τὸ ἐπὶ τῷ Ὁμήρῳ θείως αὐτῷ, ξένε, καὶ ποιητικῶς ξύγκειται, καὶ γὰρ ἐκεῖνο γιγνώσκει τε καὶ ᾅδει ὁ Πρωτεσίλεως. Φοῖνιξ ἐμοὶ δʼ ἂν γένοιτο, ἀμπελουργέ, ἀκοῦσαι τοῦ ᾅσματος, ἢ οὐ θέμις ἐκφέρειν αὐτό; Ἀμπελουργός καὶ μήν, ξένε, πολλοὶ τῶν προσελθόντων τῇ νήσῳ καὶ ἄλλα τοῦ Ἀχιλλέως ᾅδοντος ἀκούειν φασί, τουτὶ δὲ πέρυσιν, οἶμαι, τὸ ᾆσμα ἡρμόσατο χαριέστατα τῆς γνώμης καὶ τῶν διανοιῶν ἔχον. ξύγκειται δὲ ὧδε· "ἀχώ, παρὰ μυρίον ὕδωρ μεγάλου ναίοισα πλευρὰ Πόντου ψάλλει σε λύρα διὰ χειρὸς ἐμᾶς, σὺ δὲ θεῖον Ὅμηρον ἄειδέ μοι κλέος ἀνέρων, κλέος ἁμετέρων πόνων, δι’ ὃν οὐ θάνον, διʼ ὃν ἐστί μοι Πάτροκλος, διʼ ὃν ἀθανάτοις ἴσος Αἴας ἐμός, δι’ ὃν ἁ δορίληπτος ἀειδομένα σοφοῖς3 κλέος ἤρατο κοὐ πέσε Τροία." Φοῖνιξ δαιμονίως γε ὁ Ἀχιλλεύς, ἀμπελουργέ, καὶ ἐπαξίως ἑαυτοῦ τε καὶ τοῦ Ὁμήρου. καὶ ἄλλως σοφὸν ἐν τοῖς λυρικοῖς ᾅσμασι τὸ μὴ ἀποτείνειν αὐτά, μηδὲ σχοινοτενῆ ἐργάζεσθαι. καὶ ἐκ παλαιοῦ ἄρα εὐδόκιμόν τε καὶ σοφὸν ἦν ἡ ποίησις.
葡萄园工人: 因为人们在泊船并举行献祭之后,必须在日落之时登船返回,不得在岛上过夜;若有顺风相随,就当扬帆起航;若无顺风,则当系牢船只在船舱中歇息。因为据说阿基琉斯与海伦彼时便会共同饮宴,沉浸于歌声之中,歌唱他们彼此的爱恋、荷马关于特洛伊的史诗,以及荷马本人。因为阿基琉斯从卡利俄佩那里领受的诗艺恩赐,在他息战卸甲之后,仍旧赞赏不已且愈发潜心研习。总之,外邦人啊,他赞美荷马的那首诗歌作得极其神妙且富于诗意,普罗忒西拉俄斯不仅通晓而且能唱出来。 腓尼基人: 葡萄园工人啊,我可有幸听一听这首诗歌?抑或将它外传是违背法度的? 葡萄园工人: 哪里的话,外邦人,许多接近那座岛的人都说曾听见阿基琉斯唱过别的歌,而这首歌,我以为是他去年才谱成的,其意境与构思极尽优雅。它的辞句如下: “回声啊,定居在大本都浩渺之水与海岸之畔的你,我的手拨弄竖琴向你奏鸣;你且为我歌唱神圣的荷马,他是凡人的荣耀,是我们劳苦的荣耀;因着他,我不曾死去;因着他,帕特洛克罗斯属于我;因着他,我的大埃阿斯与不死诸神并驾齐驱;因着他,那被战矛攻克、为智者所歌咏的特洛伊赢得了威名,未曾真正倾颓。” 腓尼基人: 葡萄园工人啊,阿基琉斯唱得真是出神入化,无愧于他自身与荷马。此外,在抒情诗中不拉长篇幅、不铺陈繁琐,实为明智之举。看来诗艺自古以来便备受推崇且富有智慧。
- 746ἐν γῇ νεωτέρᾳ τοῦ ἔργου
比较级形容词 νεωτέρᾳ 支配比较属格 τοῦ ἔργου。指在阿尔克迈翁弑母的罪行之后“新生(比该罪行更年轻)的土地”,暗指神话中他必须在犯罪时尚不存在、因而未受弑亲之罪玷污的土地上定居的背景。
- 746ὁσία ἡ νῆσος ἐσβαίνειν ... ἡλίου δυομένου ἐσβαίνειν
动词 ἐσβαίνειν 在紧接着的文境中具有不同的含义与依存关系:在 ὁσία ἡ νῆσος ἐσβαίνειν 中,它作为说明性不定词依附于形容词 ὁσία,意为“踏上/登陆”该岛;而在后面的 ἡλίου δυομένου ἐσβαίνειν 中,它是非人称动词 δεῖ 的补足语,意为“登上船只(返艇)”,与在岛上过夜相对。
- 747ἀειδομένα σοφοῖς
与格 σοφοῖς 与被动分词 ἀειδομένα 连用,作施事与格(或关涉与格),意为“为智者(即诗人们)所歌唱”。该句体现了抒情诗中的多利安方言特征(保留长音 alpha 而非爱奥尼亚/阿提卡方言的 eta)。
