- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg004.humanitext-grc2:743-745
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
葡萄园工人讲述了色萨利人对阿基琉斯祭祀的演变与废弛,以及阿基琉斯之怒如何通过骨螺紫染料法令在经济上摧毁色萨利;随后谈及普罗忒西拉俄斯所见的本都岛屿与岛上阿基琉斯与海伦的神像。
Ἀμπελουργός αἱ δὲ κατέβαλλον τὸ πρᾶγμα. αὐχμῷ δὲ πιεσθείσης τῆς γῆς καὶ κελευούσης τῆς μαντείας τιμᾶν τὸν Ἀχιλλέα ὡς θέμις, ἃ μὲν ὡς θεῷ ἐνόμιζον, ἀφεῖλον τῶν δρωμένων ἐξηγούμενοι ταύτῃ τὸ ὡς θέμις, ἐνήγιζον δὲ ὡς τεθνεῶτι καὶ ἐνέτεμνον τὰ ἐπιτυχόντα, ἔς τε ἡ Ξέρξου ἔλασις ἐπὶ τὴν Ἑλλάδα ἐγένετο, ἐν ᾗ Θετταλοὶ μηδίσαντες ἐξέλιπον πάλιν τὰ ἐς τὸν Ἀχιλλέα νόμιμα, ἐπειδὴ ναῦς ἐς Σαλαμῖνα ἐξ Αἰγίνης ἔπλευσεν ἄγουσα ἐπὶ ξυμμαχίᾳ τοῦ Ἑλληνικοῦ τὸν τῶν Αἰακιδῶν οἶκον. ἐπεὶ δὲ Ἀλέξανδρος ὁ Φιλίππου χρόνοις ὕστερον τὴν μὲν ἄλλην Θετταλίαν ἐδουλώσατο, τὴν δὲ Φθίαν τῷ Ἀχιλλεῖ ἀνῆκεν ἐπί τε Δαρεῖον στρατεύων ξύμμαχον τὸν Ἀχιλλέα ἐν Τροίᾳ ἐποιήσατο, ἐπεστράφησαν οἱ Θετταλοὶ τοῦ Ἀχιλλέως καὶ ἵππον τε, ὁπόσην Ἀλέξανδρος ἐκ Θετταλίας ἦγε, περιήλασαν τῷ τάφῳ ξυνέπεσόν τε ἀλλήλοις, ὥσπερ ἱππομαχοῦντες, καὶ ἀπῆλθον εὐξάμενοί τε καὶ θύσαντες, ἐκάλουν δὲ αὐτὸν ἐπὶ Δαρεῖον αὐτῷ Βαλίῳ τε καὶ Ξάνθῳ,1 βοῶντες ταῦτα ἀπὸ τῶν ἵππων. ἐπεὶ δὲ Δαρεῖος ἥλω καὶ πρὸς τοῖς Ἰνδικοῖς Ἀλέξανδρος ἦν, ξυνέστειλαν οἱ Θετταλοὶ τὰ ἐναγίσματα καὶ ἔπεμπον ἄρνα μέλανα. τῶν δὲ ἐναγιζόντων οὔτε ἀφικνουμένων ἐς Τροίαν, εἴ τε ἀφίκοιντο, μεθʼ ἡμέραν ἕκαστα καὶ οὐκ ἐν κόσμῳ πραττόντων, ἐμήνισεν ὁ Ἀχιλλεύς, καὶ ὁπόσα τῇ Θετταλίᾳ ἐνέσκηψεν εἰ διεξίοιμι, ἀδολεσχίας πλέως ὁ λόγος ἔσται. πρὸ ἐτῶν δέ που τεττάρων ἐντυχὼν ἐνταῦθά μοι ὁ Πρωτεσίλεως ἐκ Πόντου μὲν ἥκειν ἔφη, νεὼς γὰρ ἐπιτυχὼν πλεῦσαι παρὰ τὸν Ἀχιλλέα ξένῳ εἰκασθείς, τουτὶ δὲ θαμὰ πράττειν, ἐμοῦ δὲ εἰπόντος, ὡς φιλέταιρός τε καὶ χρηστὸς εἴη φιλῶν τὸν Ἀχιλλέα ἀλλὰ νῦν ἔφη διενεχθεὶς αὐτῷ ἥκω, Ἀμπελουργός Θετταλοῖς γὰρ ὑπὲρ τῶν ἐναγισμάτων μηνίοντα αἰσθόμενος ἐμοί, ἔφην ὦ Ἀχιλλεῦ, πάρες τοῦτο.2 ὁ δʼ οὐ πείθεται, φησὶ δʼ αὐτοῖς κακόν τι ἐκ θαλάττης δώσειν. καὶ δέδια, μὴ παρὰ τῆς Θέτιδος εὕρηταί τι αὐτοῖς ὁ δεινὸς ἐκεῖνος καὶ ἀμείλικτος. κἀγὼ μέν, ξένε, ταῦτα ἀκούσας τοῦ Πρωτεσίλεω ἐρυσίβας τε ᾤμην καὶ ὁμίχλας προσβεβλήσεσθαι τοῖς Θετταλῶν ληίοις ὑπὸ τοῦ Ἀχιλλέως ἐπὶ φθορᾷ τοῦ καρποῦ, ταυτὶ γὰρ τὰ πάθη δοκεῖ πως ἐκ θαλάττης ἐπὶ τὰς εὐκάρπους τῶν ἠπείρων ἱζάνειν, ᾤμην δὲ καὶ ἐπικλυσθήσεσθαί τινας τῶν ἐν Θετταλίᾳ πόλεων, οἷα Βοῦρά τε καὶ Ἑλίκη καὶ ἡ περὶ Λοκροὺς Ἀταλάντη ἔπαθεν, τὴν μὲν γὰρ καταδῦναί φασι, τὰς δὲ αὖ ῥαγῆναι. ἐδόκει δʼ ἄλλα τῷ Ἀχιλλεῖ καὶ τῇ Θέτιδι, ὑφʼ ὧν ἀπολώλασι Θετταλοί· μεγάλων γὰρ δὴ ἐπιτιμίων ὄντων ἐπὶ τῇ κόχλῳ, παρʼ ἧς οἱ ἄνθρωποι σοφίζονται τὴν πορφύραν, αἰτίαν ἔσχον οἱ Θετταλοὶ παρανομῆσαί τι ἐς τὴν βαφὴν ταύτην, εἰ μὲν ἀληθῆ, οὐκ οἶδα, λίθοι οὖν ἐπικρέμανταί σφισιν,3 Ἀμπελουργός ὑφʼ ὧν ἀποδίδονται μὲν τοὺς ἀγρούς, ἀποδίδονται δὲ τὰς οἰκίας, τῶν δὲ ἀνδραπόδων τὰ μὲν ἀποδέδρακε σφᾶς, τὰ δὲ πέπραται, καὶ οὐδὲ τοῖς γονεῦσιν οἱ πολλοὶ ἐναγίζουσιν, ἀπέδοντο γὰρ καὶ τοὺς τάφους· ὥστε τὸ κακόν, ὃ ἠπείλει τοῖς Θετταλοῖς ἐκ θαλάττης ὁ Ἀχιλλεὺς δώσειν, ξένε, τοῦτο ἡγώμεθα. Φοῖνιξ οὐλομένην, ἀμπελουργέ, μῆνιν λέγεις καὶ δυσίατον. ἀλλά μοι εἰπέ, τί περὶ τῆς ἐν τῷ Πόντῳ νήσου θαυμάσιον ὁ Πρωτεσίλεως οἶδεν· ἐκεῖ γάρ που αὐτῷ ξυγγίγνεται. Ἀμπελουργός ἐκεῖ, ξένε, καὶ λέγει περὶ αὐτῆς τοιαῦτα, ὡς νῆσος μὲν εἴη μία τῶν ἐν τῷ Πόντῳ πρὸς τῇ ἀξένῳ πλευρᾷ μᾶλλον, ἣν τίθενται ἀριστερὰν οἱ τὸ στόμα τοῦ Πόντου ἐσπλέοντες, ἐπέχοι δὲ στάδια μῆκος μὲν τριάκοντα, εὖρος δὲ οὐ πλείω τεττάρων, δένδρα τε ἐν αὐτῇ πεφύκοι λεῦκαί τε καὶ πτελέαι, τὰ μὲν ἄλλα ὡς ἔτυχε, τὰ δὲ περὶ τὸ ἱερὸν ἐν κόσμῳ ἤδη. τὸ δὲ ἱερὸν ἵδρυται μὲν πρὸς τῇ Μαιώτιδι — ἡ δὲ ἴση τῷ Πόντῳ ἐς αὐτὸν βάλλει — τὰ δὲ ἐν αὐτῷ ἀγάλματα Ἀχιλλεύς τε καὶ Ἑλένη ὑπὸ Μοιρῶν ξυναρμοσθέντες. κειμένου γὰρ δὴ ἐν ὀφθαλμοῖς τοῦ ἐρᾶν καὶ ποιητῶν τὸν ἔρωτα ἀπὸ τούτου ᾀδόντων πρῶτοι Ἀχιλλεύς τε καὶ Ἑλένη μηδὲ ὀφθέντες ἀλλήλοις, ἀλλʼ ἡ μὲν κατʼ Αἴγυπτον, ὁ δὲ ἐν Ἰλίῳ ὄντες ἐρᾶν ἀλλήλων ὥρμησαν γένεσιν ἱμέρου ὦτα εὑρόντες.4
葡萄园工人: 还有一些城邦干脆废弃了这桩事。当大地遭受干旱之苦,神谕命令他们按合乎法度的方式尊奉阿基琉斯时,他们如此诠释“按合乎法度”,从中剔除了原先当作献给神明来遵行的仪式,只当作对死者一般举行祭奠,随手宰杀遇到的牲畜。这一直持续到薛西斯远征希腊;在那场远征中,色萨利人投靠波斯,再次废弃了对阿基琉斯的常规祭礼,因为当时有一艘船从埃癸娜驶往萨拉米斯,载着埃阿科斯家族前去与希腊军结盟。后来,腓力之子亚历山大征服了色萨利的其他地区,却唯独将弗提亚留给阿基琉斯作为免役之地,并在出征大流士途中于特洛伊将阿基琉斯结为盟友,色萨利人才重新关注阿基琉斯。他们驱策亚历山大从色萨利带来的全部骑兵绕着墓冢奔驰,如同骑兵交锋般互相冲击,在祈祷与献祭之后离去;他们在战马之上高声呼喊,请求阿基琉斯连同巴利俄斯与克珊托斯一同出征大流士。但当大流士被俘、亚历山大远征至印度边境时,色萨利人削减了祭奠,只送去一只黑羊羔。而那些献祭者甚至不曾抵达特洛伊,即便抵达,也全在白昼草率无序地行事,阿基琉斯因而大怒;若要我一一细数他降于色萨利的所有灾祸,这番谈话就太显冗长了。大约四年前,普罗忒西拉俄斯在此与我相遇,说他刚从本都归来;因为他找到一条船,化装成异邦人航行去见阿基琉斯,并且常常如此行事。当我夸赞他爱护阿基琉斯、真是忠厚重义之人时,他说:“但如今我是与他争执之后才来到这里的。葡萄园工人: 因为我察觉到他为了祭奠之事对色萨利人含怒不解,便对他说:‘阿基琉斯啊,看在我的份上,宽恕此事罢。’但他不肯听从,说必定要从海里降下某种灾祸惩罚他们。我十分担忧,那个可怕而决绝的人是否已从忒提斯那里求得了针对他们的某种〔灾祸〕。” 外邦人啊,我听普罗忒西拉俄斯这么说,本以为阿基琉斯会给色萨利人的麦田招来锈病与浓雾以毁坏庄稼,因为这类灾厄往往是从海里降落到肥沃的大陆上的;我还以为色萨利境内的某些城邦会被海水淹没,正如布拉、赫利刻以及洛克里斯附近的阿塔兰忒当年所遭受的那样,因为据说其中一座城沉入水底,其余两座则崩裂破碎。然而阿基琉斯与忒提斯另有定夺,色萨利人正是因此而遭殃:因为采集制作紫红染料的骨螺设有严罚,色萨利人被控在这一染料之事上触犯了法令——究竟是真是假,我并不知晓——于是石头悬在他们头上,葡萄园工人: 为此他们变卖田地,变卖房屋;至于奴隶,有的弃他们而逃,有的已被出卖;大多数人甚至无法为父母举行死者祭奠,因为他们连祖坟都已卖掉。因此,外邦人啊,阿基琉斯扬言要从海里降给色萨利人的灾难,我们就认为正是此物罢。 腓尼基人: 葡萄园工人啊,你所说的是一场毁灭性且难以平息的愤怒。不过请告诉我,普罗忒西拉俄斯对本都那座岛屿知道些什么奇妙之事?因为他大概就是在那里与他相会的罢。 葡萄园工人: 正是在那里,外邦人。他关于那座岛讲了这样的话:那是本都海中的一座岛,更偏向凶险不友善的那一侧,驶入本都海口的人会把它置于左手边;其长度占三十斯塔狄昂,宽度不超过四斯塔狄昂;岛上生长着白杨与榆树,其他地方杂乱丛生,但在圣所周围却已然井然有序。圣所面朝墨俄提斯湖而建——那湖与本都海一般广大,并注入其中——圣所内的雕像则是被命运三女神结合在一起的阿基琉斯与海伦。因为爱本是由双眼生发,诗人们也无不歌咏由此而生的爱情,唯独阿基琉斯与海伦甚至不曾谋面,她身在埃及,他远在伊利昂,却把耳朵作为爱欲的源头,成了最早彼此坠入爱河的人。
- 743αὐτῷ Βαλίῳ τε καὶ Ξάνθῳ
带有 αὐτός(“连同……”)的伴随与格,指呼唤阿基琉斯连同其神马巴利俄斯与克珊托斯一同出征。
- 744ἐμοί... πάρες τοῦτο
ἐμοί 为利益与格(或情意与格),与动词 παρίημι(放过、免除)连用,表示请求:“看在我的面上,宽恕/放过此事”。
- 744λίθοι οὖν ἐπικρέμανταί σφισιν
指希腊债务与抵押制度中的界石/抵押柱(ὅροι)的形象化表达。沉重的罚金迫使他们抵押田产,因而标明抵押债务的石柱如重负般悬在他们头顶。
- 745γένεσιν ἱμέρου ὦτα εὑρόντες
由 εὑρόντες 支配的双重宾格结构:直接宾语为 ὦτα(“耳朵”),补足语宾格为 γένεσιν ἱμέρου(“情欲的源头”),与前文“爱情始于双眼”的传统观念形成对照。
