- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg004.humanitext-grc2:740-742
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
腓尼基人坚持认为滋养心灵的交谈重于航海,葡萄园工人便援引科林斯与利姆诺斯的净罪仪轨,详细讲述了色萨利人依多多纳神谕当年在特洛伊为阿基琉斯举行的庄严墓祭细节及其后来的衰落。
Ἀμπελουργός ἀλλὰ τὰς ἐκβολὰς τῶν λόγων ἀδολεσχίας ἔνιοι, ξένε, ἡγοῦνται καὶ λῆρον πρὸς τοὺς μὴ σχολὴν ἄγοντας. σὲ δὲ ὁρῶ δοῦλον μὲν τῆς νεώς, ἧς ἄρχεις, δοῦλον δὲ τῶν ἀνέμων, ὧν εἰ καὶ μικρὰ αὔρα κατὰ πρύμναν σταίη, δεῖ τὰ ἱστία ἀνασείειν καὶ συνεξαίρεσθαι τῇ νηὶ πάντα δεύτερα ἡγουμένους τοῦ πλεῖν. Φοῖνιξ Ἐρρώσθω λοιπὸν ἡ ναῦς καὶ τὰ ἐν αὐτῇ, τὰ γὰρ τῆς ψυχῆς ἀγώγιμα1 ἡδίω τέ μοι καὶ κερδαλεώτερα, τὰς δὲ ἐκβολὰς τῶν λόγων μὴ λῆρον, ἀλλʼ ἐπικέρδειαν ἡγώμεθα τῆς ἐμπορίας ταύτης. Ἀμπελουργός ὑγιαίνεις, ξένε, οὑτωσὶ γιγνώσκων, καὶ ἐπειδὴ βούλει, ἄκουε· τὰ μὲν δὴ Κορινθίων ἐπὶ Μελικέρτῃ, τούτους γὰρ δὴ τοὺς ἀπὸ Σισύφου εἶπον, καὶ ὁπόσα οἱ αὐτοὶ δρῶσιν ἐπὶ τοῖς τῆς Μηδείας παισίν, οὓς ὑπὲρ τῆς Γλαύκης ἀπέκτειναν, θρήνῳ εἴκασται τελεστικῷ τε καὶ ἐνθέῳ, τοὺς μὲν γὰρ μειλίσσονται, τὸν δὲ ὑμνοῦσιν. ἐπὶ δὲ τῷ ἔργῳ τῷ περὶ τοὺς ἄνδρας ὑπὸ τῶν ἐν Λήμνῳ γυναικῶν ἐξ Ἀφροδίτης ποτὲ πραχθέντι καθαίρεται μὲν ἡ Λῆμνος καὶ καθʼ ἕνα τοῦ ἔτους καὶ σβέννυται τὸ ἐν αὐτῇ πῦρ ἐς ἡμέρας ἐννέα, θεωρὶς δὲ ναῦς ἐκ Δήλου πυρφορεῖ, κἂν ἀφίκηται πρὸ τῶν ἐναγισμάτων, οὐδαμοῦ τῆς Λήμνου καθορμίζεται, μετέωρος δὲ ἐπισαλεύει τοῖς ἀκρωτηρίοις, ἔς τε ὅσιον τὸ ἐσπλεῦσαι γένηται.
葡萄园工人: 然而外邦人啊,有些人认为言辞的枝节对于没有闲暇的人而言乃是饶舌与废话。而在我看来,你既是你所统领之船的奴隶,又是风的奴隶;只要风从船尾吹起哪怕微弱的一丝气息,你们就必须抖开风帆,随船启程,将航行视作高于一切的事物。 腓尼基人: 且由那条船以及其中的货物去罢!因为灵魂的载重对我而言更为甜美、获益更多;我们莫将言辞的脱轨视作废话,而当视作这桩交易带来的额外盈余。 葡萄园工人: 外邦人啊,你能作如是想,实乃心智健全。既然你愿意,且听我说:科林斯人为墨利凯尔忒斯所举行的仪式——因为我所说的西绪福斯后裔正是他们——以及这些人因格劳刻之故杀死美狄亚的众子后为他们所行的一切,都好似伴随秘仪与神感而发的哀歌;因为对于孩子们,他们是在祈求平息愤怒,而对于墨利凯尔忒斯,他们则是在歌咏赞歌。由于当年利姆诺斯的妇女在阿佛洛狄忒的作祟下对其丈夫们所犯下的暴行,利姆诺斯岛每年都要净化一次,岛上的火要熄灭九天之久。一艘来自提洛岛的圣船载着火种前来,即使它在死者祭礼完成之前就已抵达,它也决不在利姆诺斯的任何地方靠港,而是在海面上悬泊于海角之外,直到可以合乎律法地驶入港口为止。
Ἀμπελουργός θεοὺς γὰρ χθονίους καὶ ἀπορρήτους καλοῦντες τότε καθαρόν, οἶμαι, τὸ πῦρ τὸ ἐν τῇ θαλάττῃ φυλάττουσιν,2 ἐπειδὰν δὲ ἡ θεωρὶς ἐσπλεύσῃ καὶ νείμωνται τὸ πῦρ ἔς τε τὴν ἄλλην δίαιταν ἔς τε τὰς ἐμπύρους τῶν τεχνῶν, καινοῦ τὸ ἐντεῦθεν βίου φασὶν ἄρχεσθαι. τὰ δὲ Θετταλικὰ ἐναγίσματα φοιτῶντα τῷ Ἀχιλλεῖ ἐκ Θετταλίας ἐχρήσθη Θετταλοῖς ἐκ Δωδώνης· ἐκέλευσε γὰρ δὴ τὸ μαντεῖον Θετταλοὺς ἐς Τροίαν πλέοντας θύειν ὅσα ἔτη τῷ Ἀχιλλεῖ καὶ σφάττειν τὰ μὲν ὡς θεῷ, τὰ δὲ ὡς ἐν μοίρᾳ τῶν κειμένων.3 καταρχὰς μὲν δὴ τοιάδε ἐγίγνετο· ναῦς ἐκ Θετταλίας μέλανα ἱστία ἠρμένη ἐς Τροίαν ἔπλει θεωροὺς μὲν δὶς ἑπτὰ ἀπάγουσα, ταύρους δὲ λευκόν τε καὶ μέλανα χειροήθεις ἄμφω καὶ ὕλην ἐκ Πηλίου, ὡς μηδὲν τῆς πόλεως δέοιντο καὶ πῦρ ἐκ Θετταλίας ἦγον καὶ σπονδὰς καὶ ὕδωρ τοῦ Σπερχειοῦ ἀρυσάμενοι, ὅθεν καὶ στεφάνους ἀμαραντίνους ἐς τὰ κήδη πρῶτοι Θετταλοὶ ἐνόμισαν, ἵνα, κἂν ἄνεμοι τὴν ναῦν ἀπολάβωσι, μὴ σαπροὺς ἐπιφέρωσι μηδʼ ἐξώρους. νυκτὸς μὲν δὴ καθορμίζεσθαι ἔδει καὶ πρὶν ἅψασθαι τῆς γῆς ὕμνον ἀπὸ τῆς νεὼς ᾅδειν ἐς τὴν Θέτιν ὧδε ξυγκείμενον· "Θέτι κυανέα, Θέτι Πηλεία, ἃ τὸν μέγαν τέκες υἱόν, Ἀχιλλέα, τοῦ θνατὰ μὲν ὅσον φύσις ἤνεγκεν, Τροία λάχε, σᾶς δʼ ὅσον ἀθανάτου γενεᾶς παῖς ἔσπασε, πόντος ἔχει.4"
葡萄园工人: 因为在呼唤地下与不可名状的诸神之际,我想,他们将海上的火保持得纯洁无瑕;而当圣船驶入港湾,人们将火种分发用于日常生计以及需要用火的诸般手艺时,据说从那时起便开启了一种全新的生活。至于来自色萨利、每年为阿基琉斯举行的色萨利死者祭礼,乃是多多纳神谕向色萨利人降下的谕示;因为神谕命令色萨利人航海前往特洛伊,每年向阿基琉斯献祭,一部分要当作对神明一般宰杀,另一部分则当作对长眠死者的境遇一般宰杀。起初,仪礼是这样举行的:一艘来自色萨利的船扬起黑帆驶向特洛伊,载着两倍于七人的圣使,还有一白一黑两头驯服的公牛,以及来自珀利翁山的木柴,以免他们需要城里的任何东西;他们还携带着来自色萨利的火种,以及汲自斯珀耳刻俄斯河的奠酒与清水。因此,色萨利人也是最早在葬礼上采用苋属永生花冠习俗的人,以便即使逆风耽搁了船只,他们也不致带去腐烂或过季的花朵。他们必须在夜间靠岸,并且在踏上陆地之前,必须在船上向忒提斯唱一首如此谱写的颂歌: “玄衣的忒提斯啊,珀琉斯之妻忒提斯啊,你生下了伟大的儿子阿基琉斯;凡是必死天性所赋予他的,特洛伊已然得去;凡是孩子从你那不死血脉中继承的,大海正拥抱着它。
Ἀμπελουργός "βαῖνε πρὸς αἰπὺν τόνδε κολωνὸν μετʼ Ἀχιλλέως ἔμπυρα... βαῖνʼ ἀδάκρυτος μετὰ Θεσσαλίας, Θέτι κυανέα, Θέτι Πηλεία." προσελθόντων δὲ τῷ σήματι μετὰ τὸν ὕμνον ἀσπὶς μὲν ὥσπερ ἐν πολέμῳ ἐδουπεῖτο, δρόμοις δὲ ἐρρυθμισμένοις συνηλάλαζον ἀνακαλοῦντες τὸν Ἀχιλλέα, στεφανώσαντες δὲ τὴν κορυφὴν τοῦ κολωνοῦ καὶ βόθρους ἐπʼ αὐτῇ ὀρύξαντες τὸν ταῦρον τὸν μέλανα ὡς τεθνεῶτι ἔσφαττον. ἐκάλουν δὲ καὶ τὸν Πάτροκλον ἐπὶ τὴν δαῖτα, ὡς καὶ τοῦτο ἐς χάριν τῷ Ἀχιλλεῖ πράττοντες, ἐντεμόντες δὲ καὶ ἐναγίσαντες κατέβαινον ἐπὶ τὴν ναῦν ἤδη καὶ θύσαντες ἐπὶ τοῦ αἰγιαλοῦ τὸν ἕτερον τῶν ταύρων Ἀχιλλεῖ πάλιν κανοῦ τε ἐναρξάμενοι καὶ σπλάγχνων ἐπʼ ἐκείνῃ τῇ θυσίᾳ — ἔθυον γὰρ τὴν θυσίαν ταύτην ὡς θεῷ — περὶ ὄρθρον ἀπέπλεον ἀπάγοντες τὸ ἱερεῖον, ὡς μὴ ἐν τῇ πολεμίᾳ εὐωχοῖντο. ταῦτα, ξένε, τὰ οὕτω σεμνὰ καὶ ἀρχαῖα καταλυθῆναι μὲν ὑπὸ τῶν τυράννων φασίν, οἳ λέγονται μετὰ τοὺς Αἰακίδας ἄρξαι Θετταλῶν, ἀμεληθῆναι δὲ καὶ ὑπὸ τῆς Θετταλίας· αἱ μὲν γὰρ ἔπεμπον τῶν πόλεων, αἱ δʼ οὐκ ἠξίουν, αἱ δὲ ἐς νέωτα πέμψειν ἔφασαν,
葡萄园工人: 为了阿基琉斯的烈火祭品,登上这耸立的丘冢罢……伴着色萨利的人民无泪地登上罢,玄衣的忒提斯啊,珀琉斯之妻忒提斯啊。” 在颂歌之后,当他们走近墓冢时,盾牌便如同在战阵中一般被敲响,他们伴着合着节拍的奔跑一同呼喊,呼唤着阿基琉斯的名字;在给丘冢之顶戴上花环并在其上掘出坑穴之后,他们把那头黑公牛当作献给死者一般宰杀。他们还召唤帕特罗克洛斯前来赴宴,这也是为了讨好阿基琉斯而为之;当他们切割肉块并完成了向死者的献祭之后,便立即下到船边;随后在海滩上为阿基琉斯再次宰杀了另一头公牛作为对神的献祭,在那场祭祀中以祭篮与内脏开始仪式——因为他们是以祭神之礼举行这场祭祀的——并在黎明破晓时分启航离去,将祭牲的肉带走,以免在敌人的土地上宴飨。外邦人啊,如此庄严古老的仪式,据说被那些传闻在埃阿科斯后裔之后统治色萨利人的僭主们废除了,也被色萨利人自己所遗忘了;因为有些城邦派遣了使团,有些城邦则自以为不屑派遣,还有些城邦声称将在次年派遣,
- 740τὰ γὰρ τῆς ψυχῆς ἀγώγιμα
名词 ἀγώγιμα 本义指商船所载之“货物”。与 τῆς ψυχῆς 连用,构成对前文实际航海经商语境的巧妙隐喻,将听闻哲理比作心灵的载货。
- 741καθαρὸν ... τὸ πῦρ τὸ ἐν τῇ θαλάττῃ φυλάττουσιν
καθαρόν 为宾语补足语(述谓性宾格),与 φυλάττουσιν 搭配,表示“使海上的火保持纯洁”,说明了圣船为何必须停泊在海面而不入港以防沾染岛上的不洁。
- 741τὰ μὲν ὡς θεῷ, τὰ δὲ ὡς ἐν μοίρᾳ τῶν κειμένων
τὰ μέν ... τὰ δέ 为表示祭祀各环节或祭品的对举宾格。短语 ἐν μοίρᾳ τινός 意为“处于……的地位/范畴”。此处准确反映了对阿基琉斯的双重祭祀传统:既作为神明(天神祭礼),又作为亡者(地祇/英雄祭礼)。
- 741τοῦ θνατὰ μὲν ὅσον φύσις ἤνεγκεν, Τροία λάχε, σᾶς δʼ ὅσον ἀθανάτου γενεᾶς παῖς ἔσπασε, πόντος ἔχει
赞歌韵文片段。τοῦ 是指代阿基琉斯的关系代词属格(表示所属或部分)。两个并列从句中的 ὅσον 为表示分量的关系代词,分别承接属于凡人天性的部分(归于特洛伊)与从不朽血脉中汲取(ἔσπασε)的部分(归于大海)。
