← 斐洛斯脱拉德

论英雄

§738-739

波吕克塞娜的自尽与阿基琉斯的葬礼

葡萄园工人讲述了波吕克塞娜在墓前自尽的实情、阿基琉斯葬礼上海洋与忒提斯所显现的神异哀悼、宏伟墓冢的筑造以及奈奥普托勒摩斯的气度与容貌。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§738

Ἀμπελουργός αὐτομολίᾳ χρήσασθαι1 καὶ φυγεῖν ἐς τὸ Ἑλληνικὸν ἀναχθεῖσά τε τῷ Ἀγαμέμνονι ζῆν μὲν ἐν κομιδῇ λαμπρᾷ τε καὶ σώφρονι, καθάπερ ἐν πατρὸς οἰκίᾳ, τριταίου δὲ ἤδη κειμένου τοῦ νεκροῦ δραμεῖν ἐπὶ τὸ σῆμα ἐν νυκτὶ ξίφει τε αὑτὴν ἐπικλῖναι πολλὰ εἰποῦσαν ἐλεεινὰ καὶ γαμικά, ὅτε δὴ καὶ δεῖσθαι τοῦ Ἀχιλλέως ἐραστήν τε μεῖναι καὶ ἀγαγέσθαι αὐτὴν μή ψευσάμενον τὸν γάμον. ἃ δὲ τῷ Ὁμήρῳ ἐν δευτέρᾳ Ψυχοστασίᾳ εἴρηται, εἰ δὴ Ὁμήρου ἐκεῖνα, ὡς ἀποθανόντα Ἀχιλλέα Μοῦσαι μὲν ᾠδαῖς ἐθρήνησαν, Νηρηίδες δὲ πληγαῖς τῶν στέρνων, οὐ παραπολύ φησι κεκομπάσθαι,2 Μούσας μὲν γὰρ οὔτε ἀφικέσθαι οὔτε ᾆσαι, οὐδὲ Νηρηίδων τινὰ ὀφθῆναι τῷ στρατῷ καίτοι γιγνωσκομένας, ὅτι ἥκουσι, θαυμαστὰ δὲ ξυμβῆναι ἕτερα καὶ οὐ πόρρω τῶν Ὁμήρῳ εἰρημένων· ἐκ γὰρ τοῦ κόλπου τοῦ Μέλανος ἡ θάλαττα ἀνοιδήσασα τὰ μὲν πρῶτα ἐμυκᾶτο, μετʼ οὐ πολὺ δὲ ἀρθεῖσα λόφῳ μεγάλῳ ἴση ἐχώρει ἐς τὸ Ῥοιτεῖον ἐκπεπληγμένων τῶν Ἀχαιῶν καὶ ἀπορούντων, ὅ τι αὐτοί τε καὶ ἡ γῆ πείσονται, ἐπεὶ δὲ πλησίον ἐγίγνετο καὶ προσεκύμαινε τῷ στρατοπέδῳ, θρῆνον ἤχησεν ὀξύν τε καὶ ἀθρόον, καθάπερ γυναικῶν ὅμιλος, ὃν ἐς τὰ κήδη ἀναφθέγγονται. τούτου δὲ θείου τε καὶ δαιμονίου φανέντος καὶ πάντων ὁμολογούντων, ὅτι Νηρηίδας ἦγε τὸ κῦμα, οὐδὲ γὰρ ἐπέκλυσεν οὐδέν, ἀλλὰ πρᾷόν τε καὶ λεῖον τῇ γῇ προσευνάσθη, πολλῷ θειότερα τὰ ἐφεξῆς ἔδοξεν· ἐπειδὴ γὰρ νὺξ ὑπέλαβεν, οἰμωγὴ τῆς Θέτιδος διεφοίτα τὸν στρατὸν ἀνευφημούσης τε καὶ τὸν υἱὸν βοώσης. ἐβόα δὲ τορὸν τε καὶ ἔναυλον, καθάπερ ἡ ἐν τοῖς ὄρεσιν ἠχώ, καὶ τότε μάλιστα οἱ Ἀχαιοὶ ξυνῆκαν, ὅτι τέκοι τὸν Ἀχιλλέα ἡ Θέτις, οὐδὲ ἄλλως ἀπιστοῦντες. τὸν μὲν δὴ κολωνὸν τοῦτον, ξένε, ὃν ἐπὶ τοῦ μετώπου τῆς ἀκτῆς ὁρᾷς ἀνεστηκότα, Ἀμπελουργός ἤγειραν οἱ Ἀχαιοὶ ξυνελθόντες, ὅτε τῷ Πατρόκλῳ ξυνεμίχθη ἐς τὸν τάφον, κάλλιστον ἐντάφιον ἑαυτῷ τε κἀκείνῳ διδούς, ὅθεν ᾅδουσιν αὐτὸν οἱ τὰ φιλικὰ ἐπαινοῦντες. ἐτάφη δὲ ἐκδηλότατα ἀνθρώπων πᾶσιν οἷς ἐπήνεγκεν αὐτῷ ἡ Ἑλλὰς οὐδὲ κομᾶν ἔτι μετὰ τὸν Ἀχιλλέα καλὸν ἡγούμενοι3 χρυσόν τε καὶ ὅ τι ἕκαστος εἶχεν ἢ ἀπάγων ἐς Τροίαν ἢ ἐκ δασμοῦ λαβών, νήσαντες ἐς τὴν πυρὰν ἀθρόα παραχρῆμά τε καὶ ὅτε ὁ Νεοπτόλεμος ἐς Τροίαν ἦλθε, λαμπρῶν γὰρ δὴ ἔτυχε πάλιν παρά τε τοῦ παιδὸς παρά τε τῶν Ἀχαιῶν ἀντιχαρίζεσθαι αὐτῷ πειρωμένων, οἵ γε καὶ τὸν ἀπὸ τῆς Τροίας ποιούμενοι πλοῦν περιέπιπτον τῷ τάφῳ καὶ τὸν Ἀχιλλέα ᾤοντο περιβάλλειν. Φοῖνιξ τὸν Νεοπτόλεμον δέ, ὦ ἀμπελουργέ, ποῖόν τινα γενέσθαι φησί; Ἀμπελουργός γενναῖον, ὦ ξένε, καὶ τοῦ μὲν πατρὸς ἥττω, φαυλότερον δὲ οὐδὲν τοῦ Τελαμωνίου, ταὐτὸ δὲ καὶ περὶ τοῦ εἴδους φησί, καλὸν μὲν γὰρ εἶναι καὶ προσεοικότα τῷ πατρί, λείπεσθαι δὲ αὐτοῦ τοσοῦτον, ὅσον τῶν ἀγαλμάτων οἱ καλοὶ λείπονται. καὶ μὴν καὶ ὕμνων ἐκ Θετταλίας ὁ Ἀχιλλεὺς ἔτυχεν, οὓς ἀνὰ πᾶν ἔτος ἐπὶ τό σῆμα φοιτῶντες ᾖδον ἐν νυκτὶ τελετῆς τι ἐγκαταμιγνύντες τοῖς ἐναγίσμασιν, ὡς Λήμνιοί τε νομίζουσιν καὶ Πελοποννησίων οἱ ἀπὸ Σισύφου. Φοῖνιξ ἄλλος αὖ λόγος ἥκει, ἀμπελουργέ, οὗ, μὰ τὸν Ἡρακλέα, οὐκ ἂν μεθείμην οὐδʼ εἰ πάνθʼ ὑπὲρ τοῦ παραπτῆναι αὐτὸν πράττοις.

葡萄园工人: 她自行投奔并逃往希腊军营,被带到阿伽门农面前后,便在如同在父亲家中一般优渥而庄重的照料下生活;然而,当尸首已停放三天之际,她在夜里奔赴墓冢,扑在利剑之上自尽,口中说了许多哀婉而关乎婚嫁的话语,就在那时她祈求阿基琉斯依旧做她的爱人,莫负婚约而迎娶她为妻。至于荷马在第二部《衡量灵魂》中所言——若那确属荷马之作——即阿基琉斯死后,缪斯们以歌声哀悼,涅瑞伊得斯们则击胸悲泣,他说这并非过分的夸张;因为缪斯们既未到来亦未歌唱,涅瑞伊得斯中也无一人被大军目睹,尽管众人都知道她们已经到来;但发生了其他奇妙之事,且与荷马所述相差不远。原来,海水从墨拉斯湾暴涨而起,起初发出沉闷的轰鸣,不久后便耸立起如同一座巨大的山丘,朝着罗伊特伊昂奔涌而来,阿凯亚人惊骇不已,不知自己与这片土地将遭何劫难;当它迫近并涌向营地拍打波浪时,竟激荡起一片尖锐而密集的哀号,宛如女子群聚在丧礼上发出的啼哭。此事显得神圣非凡,众人皆一致断定那巨浪载着涅瑞伊得斯群仙——因为波涛未曾淹没任何事物,反而柔和而平缓地止息在陆地上——随之而来的景象则显得更为神妙。盖因夜幕降临之后,忒提斯的哀号声回荡在军营之中,她为儿子颂扬并呼唤着他的名字。她的呼喊清脆而响亮,宛如山谷中的回声,就在那时,阿凯亚人最为真切地领悟到,阿基琉斯确为忒提斯所生,尽管此前他们也未曾怀疑过这一点。外邦人啊,你所见耸立在海岸岬角之上的这座土丘,葡萄园工人:乃是阿凯亚人聚集在一起修筑的,当时阿基琉斯与帕特罗克洛斯合葬于同穴之中,〔阿基琉斯〕为自己与他献上了最美好的葬仪礼物,颂扬友谊之人由此歌咏他。在全人类中,他借由希腊所奉献给的一切获得了最显赫的安葬;因为在失去阿基琉斯之后,他们认为连留长发都不再相宜,不论是各人带往特洛伊的、还是从战利品中分得的金子与一切财物,他们都大量堆积在火葬柴堆之上,无论是在当时,还是在奈奥普托勒摩斯来到特洛伊之际;因为他从儿子那里以及试图报答他的阿凯亚人那里,再次获得了极为荣耀的待遇,那些阿凯亚人在启航离开特洛伊之际,甚至扑倒在墓冢上,仿佛觉得正在拥抱阿基琉斯本人。 腓尼基人: 葡萄园工人啊,他说奈奥普托勒摩斯是怎样的人呢? 葡萄园工人: 外邦人啊,他说他品质高贵,虽逊色于其父,却丝毫不比忒拉蒙之子逊色;关于相貌他亦作如是说,因为他面容英俊且酷似其父,但比其父逊色的程度,正如同世间美男子逊色于神明雕像一般。阿基琉斯确实还领受了来自色萨利的颂歌,他们每年造访墓冢,在夜间歌唱,将某种密仪的成分融入献给死者的祭祀中,正如利姆诺斯人以及源于西绪福斯的伯罗奔尼撒人所遵行的习俗一样。 腓尼基人: 葡萄园工人啊,又有一则故事登场了;凭赫拉克勒斯起誓,纵使你想尽办法要略过它,我也决不肯放过它。

语法注3 条
  1. 738αὐτομολίᾳ χρήσασθαι

    承接前一语段末尾的 λέγεται ἡ Πολυξένη 所构成的带不定式的主格句式(nominativus cum infinitivo),并在语法上并列统摄其后的 φυγεῖν、ζῆν、δραμεῖν、ἐπικλῖναι 及 δεῖσθαι 等一系列不定式。

  2. 738οὐ παραπολύ φησι κεκομπάσθαι

    完成时被动不定式 κεκομπάσθαι 作非人称用法(或以前述诗句为假定主语),由 οὐ παραπολύ(相差并不太远/并非过分地)修饰。结合紧随其后的 γάρ 从句对类似神迹发生之解释,此处采用了婉曲修辞,意为“并非完全属于虚妄夸大”。

  3. 739οὐδὲ κομᾶν ἔτι μετὰ τὸν Ἀχιλλέα καλὸν ἡγούμενοι

    复数主格分词 ἡγούμενοι 与前面的单数被动动词 ἐτάφη 形成句法脱节(anacoluthon),依据意义一致性(ad sensum)与逻辑主语(全体希腊人 οἱ Ἀχαιοί)呼应。动词 κομᾶν 意为“蓄长发”,指代以剪发志哀的风俗。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg004.humanitext-grc2:738-739