← 斐洛斯脱拉德

论英雄

§736-737

阿基琉斯的友谊论与其因波吕克塞娜而死

记述了阿基琉斯与埃阿斯关于友谊本质的对话、帕特罗克洛斯的人品与相貌、神马传说的真相,以及阿基琉斯对波吕克塞娜的求婚与他在阿波罗圣所遭暗杀的始末。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§736

Φοῖνιξ ὅθεν μηνῖσαι μὲν ὑπὲρ Παλαμήδους ὁμοῦ πᾶσιν Ἕλλησι, τιμωρῆσαι δὲ Πατρόκλῳ τε καὶ Ἀντιλόχῳ. τά τοι πρὸς τὸν Τελαμῶνος Αἴαντα περὶ φίλων αὐτῷ εἰρῆσθαι λεγόμενα σφόδρα χρὴ γιγνώσκειν· ἐρομένου γὰρ αὐτὸν μετὰ ταῦτα τοῦ Αἴαντος, ποῖα τῶν ἔργων ἐπικινδυνότατα αὐτῷ γένοιτο, τὰ ὑπὲρ τῶν φίλων ὁ Ἀχιλλεὺς ἔφη. πάλιν δὲ ἐπερομένου, ποῖα ἡδίω τε καὶ ἀπονώτερα, ταὐτὸν ἀπεκρίνατο· θαυμάσαντος δὲ τοῦ Αἴαντος, πῶς ἂν ταὐτὸ ἔργον χαλεπόν τε γένοιτο καὶ ῥᾴδιον, ὅτι ἔφη τὰ ὑπὲρ τῶν φίλων κινδυνεύματα μεγάλα ὄντα προθύμως πράττων τῆς ἐπʼ αὐτοῖς λύπης παύομαι. τραῦμα δέ, ὦ Ἀχιλλεῦ, ποῖον μάλιστά σε ἐλύπησεν; ἦ δʼ ὅς. ὃ ἐτρώθην1 ὑπὸ τοῦ Ἕκτορος. καὶ μὴν ὑπʼ αὐτοῦ γε οὐκ ἐτρώθης ὁ Αἴας ἔφη. νὴ Δία κεφαλὴν ὁ Ἀχιλλεὺς εἶπε τάς τε χεῖρας,2 σὲ μὲν γὰρ κεφαλὴν ἐμαυτοῦ ἡγοῦμαι, Πάτροκλος δέ μοι χεῖρες ἦν. τὸν δὲ Πάτροκλον ὁ Πρωτεσίλεως, ὦ ξένε, πρεσβύτερον μὲν τοῦ Ἀχιλλέως οὐ πολὺ γενέσθαι φησί, θεῖον δὲ ἄνδρα καὶ σώφρονα τῷ τε Ἀχιλλεῖ ἐπιτηδειότατον τῶν ἑταίρων, χαίρειν τε γάρ, ὁπότε καὶ ὁ Ἀχιλλεὺς ἔχαιρε, λυπεῖσθαί τε τὸν αὐτὸν τρόπον καὶ ξυμβουλεύειν ἀεί τι καὶ ἀκούειν ᾅδοντος, καὶ οἱ ἵπποι δὲ αὐτὸν ἔφερον χαίροντες, ὥσπερ καὶ τὸν Ἀχιλλέα. ἦν δὲ καὶ τὸ μέγεθος καὶ τὴν ἀνδρείαν μεταξὺ τοῖν Αἰάντοιν, τοῦ μὲν γὰρ Τελαμωνίου πάντα ἐλείπετο, ἐκράτει δὲ ἄμφω τοῦ Λοκροῦ, καὶ μελίχλωρος ἦν ὁ Πάτροκλος καὶ τὼ ὀφθαλμὼ μέλας καὶ ἱκανῶς εὔοφρυς καὶ μέτρα ἐπαινῶν κόμης, ἡ κεφαλὴ δὲ ἐβεβήκει ἐπʼ αὐχένος, οἵου αἱ παλαῖστραι ἀσκοῦσιν, ἡ δὲ ῥὶς ὀρθή τε ἦν καὶ τοὺς μυκτῆρας ἀνευρύνετο, καθάπερ οἱ πρόθυμοι τῶν ἵππων.

腓尼基人: 因此,他因帕拉墨得斯而对全希腊人一致发怒,并为帕特罗克洛斯和安提洛科斯复仇。人们确实应当牢记他据传向忒拉蒙之子埃阿斯谈及朋友时的言辞;因为在此之后,埃阿斯询问他何种事业对他而言最为危险时,阿基琉斯说: “为朋友所做的事。” 当埃阿斯再次询问何种事业更为惬意且少劳顿,他作出了同样的回答;埃阿斯对此感到惊异,同一桩事怎会既艰难又容易,他便说: “因为 为朋友所冒的凶险虽大,但我满怀热忱去实行时,便终止了为他们所受的痛苦。” “阿基琉斯啊,怎样的创伤曾让你最为痛苦?” 埃阿斯问道。 “我被赫克托耳所伤的那一次。” “可是,你根本没有被他击伤过啊,”埃阿斯说。 阿基琉斯答道: “凭宙斯起誓,伤在头与双手!因为我把你视作我的头脑,而帕特罗克洛斯则是我的双手。” 外邦人啊,普罗忒西拉奥斯说,帕特罗克洛斯其实并不比阿基琉斯年长多少,乃是一位非凡而克制之人,在伙伴中与阿基琉斯最为莫逆;因为只要阿基琉斯欢喜,他也同样欢喜,亦以同一种方式悲伤,常常从旁献策,且乐于聆听他的歌唱;就连战马也欣然承载他,就像承载阿基琉斯一样。在身材与勇武方面,他介于两位埃阿斯之间;因为他在各方面都逊色于忒拉蒙之子,但在两方面都胜过洛克里斯人。帕特罗克洛斯肤色呈蜜色,双目漆黑,眉形修整极佳,蓄着长度适度的头发;他的头颅挺立于角力场所磨练出的那种颈项之上,鼻梁挺直,鼻孔微微翕张,恰如充满热力的骏马。

§737

Φοῖνιξ ἐς καλόν με τῶν τοῦ Ἀχιλλέως ἵππων ἀνέμνησας, ὦ ἀμπελουργέ, σφόδρα γὰρ δέομαι μαθεῖν, τί βελτίους ὄντες ἑτέρων ἵππων θεῖοι ἐνομίσθησαν. Ἀμπελουργός ἠρόμην κἀγώ, ξένε, τὸν ἥρω αὐτὸ τοῦτο καί φησι τὴν μὲν λεγομένην ἀθανασίαν περὶ αὐτοὺς εἶναι μεμυθολογῆσθαι τῷ Ὁμήρῳ, τὴν Θετταλίαν δὲ εὔιππόν τε οὖσαν καὶ ἀγαθὴν δύο ἵππους λευκόν τε καὶ ξανθὸν δαιμονίους τὴν ταχυτῆτα καὶ τὸ ἦθος λαμπροὺς ἱπποτροφῆσαι κατὰ θεὸν δή τινα, ὁπότε ὁ Ἀχιλλεὺς ἤνθει, καὶ πάντων, ὅσα θείως ἐπὶ τῷ Ἀχιλλεῖ ἐλέγετο, πιστευομένων ἤδη ἐδόκει καὶ τὸ τῶν ἵππων θεῖόν τε εἶναι καὶ ἐπέκεινα τοῦ θνητοῦ φαίνεσθαι. τελευτὴ δὲ τῷ Ἀχιλλεῖ ἐγένετο, ἣν καὶ Ὅμηρος ἐπιγιγνώσκει· φησὶ γὰρ αὐτὸν ἐκ Πάριδός τε καὶ Ἀπόλλωνος ἀποθανεῖν εἰδώς που τὰ ἐν τῷ Θυμβραίῳ καὶ ὅπως πρὸς ἱεροῖς τε καὶ ὅρκοις, ὧν μάρτυρα τὸν Ἀπόλλω ἐποιεῖτο, δολοφονηθεὶς ἔπεσεν. ἡ θυσία δὲ τῆς Πολυξένης ἡ ἐπὶ τῷ σήματι καὶ ὅσα περὶ τοῦ ἔρωτος ἐκείνου ποιητῶν ἀκούεις, ὧδε ἔχει· Πολυξένης ὁ Ἀχιλλεὺς ἤρα καὶ τὸν γάμον τοῦτον ἑαυτῷ ἔπραττεν ἐπὶ τῷ τοὺς Ἀχαιοὺς ἀναστῆσαι τοῦ Ἰλίου,3 ἤρα δὲ καὶ ἡ Πολυξένη τοῦ Ἀχιλλέως. εἶδον δὲ ἀλλήλους ἐν λύτροις Ἕκτορος, ὁ γὰρ Πρίαμος ἥκων παρὰ τὸν Ἀχιλλέα χειραγωγὸν ἑαυτοῦ τὴν παῖδα ἐποιεῖτο νεωτάτην οὖσαν ὧν ἡ Ἑκάβη αὐτῷ ἔτεκεν, ἐθεράπευον δὲ ἀεὶ τὸ βάδισμα τῶν πατέρων οἱ νεώτατοι τῶν παίδων, καὶ οὕτω δή τι ὁ Ἀχιλλεὺς ἐσωφρόνει ὑπὸ δικαιοσύνης καὶ τὰ ἐρωτικά, ὡς μήτε ἀφελέσθαι τὴν κόρην ἐφʼ ἑαυτῷ οὖσαν γάμον τε αὐτῆς ὁμολογῆσαι τῷ Πριάμῳ πιστεῦσαί τε ἀναβαλομένῳ τὸν γάμον. ἐπεὶ δὲ ἀπέθανε γυμνὸς ἐν τοῖς περὶ τούτων ὅρκοις λέγεται ἡ Πολυξένη φευγουσῶν ἐκ τοῦ ἱεροῦ τῶν Τρωάδων καὶ τῶν Τρώων ἐσκεδασμένων, οὐδὲ γὰρ τὸ πτῶμα τοῦ Ἀχιλλέως ἀδεῶς ἤνεγκαν,

腓尼基人: 葡萄园工人啊,你在恰当的时刻使我想起了阿基琉斯的骏马;因为我极想知晓,它们究竟在哪些方面优于其他马匹,以至于被视为神马。 葡萄园工人: 外邦人啊,我也曾向那位英雄请教过这完全相同的问题;他说,关于它们所谓的不朽不过是荷马的神话虚构,但在阿基琉斯正值鼎盛之时,水草丰美、适于育马的色萨利受某种神圣机运的眷顾,培育出了两匹在速度上神妙非凡、在性情上光彩夺目的骏马,一白一栗;既然关于阿基琉斯的一切神异传闻已深获信从,人们便顺理成章地认为这些战马亦属神圣,且显现出超越凡胎的气象。阿基琉斯所迎来的结局,亦为荷马所共知;因为荷马称他死于帕里斯与阿波罗之手,想必是知晓了在梯姆布拉圣所发生之事,以及阿基琉斯如何在立阿波罗为见证人的圣仪与誓约前,遭诡计刺杀而倒下。至于在墓冢前对波吕克塞娜的献祭,以及你从诗人们那里听闻关于那场爱情的种种传闻,实情乃是如此:阿基琉斯深爱波吕克塞娜,并以撤退驻留伊利昂的阿凯亚军队为条件,为自己谋求这段婚事,而波吕克塞娜同样深爱阿基琉斯。他们是在赎回赫克托耳尸首时相见的;因为普里阿摩斯来到阿基琉斯处时,让赫卡柏为他所生的最小女儿牵着自己的手引路,盖因最小的子女服侍父亲们步履向来是常例;阿基琉斯因秉持正义,在情爱之事上也极尽克制,既未强行夺走落入自己手中的少女,反而与普里阿摩斯商定了婚约,并在对方推迟婚礼时予以信任。然而,当他在就这些事立誓之际赤手空拳遇害时,据说波吕克塞娜在特洛伊妇女逃离圣所、特洛伊人作鸟兽散之际——因为他们甚至无法毫无畏惧地承受阿基琉斯的倒下——

语法注3 条
  1. 736ὃ ἐτρώθην

    关系代词 ὃ 指向前文的名词 τραῦμα,在被动语态动词 ἐτρώθην 中充当内在宾格(同源宾格,即“我所承受的创伤”)。这是主动语态中 τραῦμα τιτρῴσκω(造成创伤)的同源宾格在被动语态构造中的延续。

  2. 736τάς τε χεῖρας

    宾格 κεφαλὴν τάς τε χεῖρας 承接前文隐含的动词 ἐτρώθην,作为表示受损身体部位的关系宾格(即“希腊式宾格”),或作为后文比喻性述语的先取。紧接其后的句子 σὲ μὲν γὰρ κεφαλὴν ἐμαυτοῦ ἡγοῦμαι, Πάτροκλος δέ μοι χεῖρες ἦν(“因为我将你[埃阿斯]视作我的头脑,而帕特罗克洛斯则是我的双手”)借此阐释赫克托耳杀死帕特罗克洛斯何以等同于伤及阿基琉斯自身的肢体。

  3. 737ἐπὶ τῷ τοὺς Ἀχαιοὺς ἀναστῆσαι τοῦ Ἰλίου

    介词 ἐπί 接与格冠词不定式(τῷ ... ἀναστῆσαι),在此表示契约或约定条件(“以将阿凯亚人从伊利昂撤离为条件”)。动词 ἀνίστημι 在此用于军事意义,指使军队拔营撤退或解除包围。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg004.humanitext-grc2:736-737