← 斐洛斯脱拉德

论英雄

§734-735

阿基琉斯的愤怒复归与斩杀赫克托耳

阿基琉斯因帕拉墨得斯被处死一事与阿伽门农决裂并退出战斗,但在帕特罗克洛斯阵亡后重返战场,历经苦战斩杀了阿斯忒罗派奥斯与赫克托耳。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§734

Ἀμπελουργός ἐπʼ ἐκείνης τῆς ἐκκλησίας, ὦ ξένε, καὶ ἡ πρὸς τὸν Ἀγαμέμνονα τῷ Ἀχιλλεῖ μῆνις ὑπὲρ τοῦ Παλαμήδους ἤρξατο, μνημονεύων γὰρ τῶν πόλεων, ἃς ἄμφω ἐξεῖλον, τοιαύτη μὲν εἶπεν ἡ τοῦ Παλαμήδους προδοσία, κἀμὲ δὲ κρινέτω ὁ βουλόμενος, ἀπὸ γὰρ τῶν αὐτῶν ἥκω. δεξαμένου δὲ ἐς ἑαυτὸν ταῦτα τοῦ Ἀγαμέμνονος καὶ λοιδορουμένου τῷ Ἀχιλλεῖ τοῦ τε Ὀδυσσέως εἰπόντος, ὡς εἴη προδοσία καὶ τὸ ὑπὲρ προδότου λέγειν, ἐκεῖνον μὲν ἀπήλασε τῆς ἐκκλησίας οὐδὲ τοῖς Ἀχαιοῖς φίλα εἰπόντα, καθικόμενος δὲ τοῦ Ἀγαμέμνονος λοιδορίαις πλείοσιν ἔξω βελῶν διῃτήσατο μήτε ἔργον τι πράττων ἐς τὸ κοινὸν φέρον μήτε φοιτῶν ἐς τὰ βουλεύματα, ὅτε δὴ ἀφίκοντο αὐτῷ λιταὶ παρὰ τοῦ Ἀγαμέμνονος ἐν παντὶ ἤδη τῶν Ἀχαιῶν ὄντων,1 ἐπρέσβευον δὲ αὐτὰς Αἴας τε καὶ Νέστωρ, ὁ μὲν διὰ τὸ ξυγγενές τε καὶ τὸ διηλλάχθαι ἤδη σφίσι μηνίσας ἐφʼ οἷς περ ὁ Ἀχιλλεὺς ἐμήνισεν, ὁ δὲ σοφίας τε ἕνεκα καὶ ἡλικίας, ἣν ἐτίμων οἱ Ἀχαιοὶ πάντες. ἐπεὶ δὲ τὸν γοῦν Πάτροκλον ξυμμαχῆσαί σφισι παρʼ αὐτοῦ εὕροντο, ὁ μὲν δράσας τε καὶ παθών, ὁπόσα Ὅμηρός φησιν, ἀπέθανε μαχόμενος τῇ Τροίᾳ ὑπὲρ τοῦ τείχους, ὁ δʼ ἔπραξε μὲν οὐδὲν ἀγεννὲς ἐπʼ αὐτῷ, οὐδὲ εἶπεν, ἀπολοφυράμενος δὲ αὐτὸν ἐρρωμένως καὶ θάψας, ὡς αὐτός τε ἐβούλετο κἀκείνῳ χαριεῖσθαι ᾤετο, ἐχώρει ἐπὶ τὸν Ἕκτορα. τὰς μὲν δὴ ὑπερβολάς, αἷς κέχρηται Ὅμηρος περί τε τοὺς ἀπολλυμένους αὐτοῖς ἅρμασιν, ὁπότε Ἀχιλλεὺς ἐφάνη, Ἀμπελουργός περί τε τοὺς ἐν τῷ ποταμῷ σφαττομένους, τήν τε τοῦ ποταμοῦ κίνησιν, ὅτʼ ἐπανίστη τῷ Ἀχιλλεῖ τὸ ἑαυτοῦ κῦμα, ἐπαινεῖ μὲν καὶ ὁ Πρωτεσίλεως ὡς ποιητικά, διαγράφει δὲ ὡς κεχαρισμένα,2 μήτε γὰρ τῷ Ἀχιλλεῖ τηλικούτῳ ὄντι ἄπορον ἂν γενέσθαι τὸν Σκάμανδρον καὶ ταῦτα ἥττω ἢ οἱ μεγάλοι τῶν ποταμῶν ὄντα, μήτʼ ἂν Ἀχιλλέα ἐς μάχην τῷ ποταμῷ ὁρμῆσαι, εἰ γὰρ καὶ σφόδρα ἐπʼ αὐτὸν ἐμόρμυρεν, ἤλυξεν ἂν ἐκκλίνων καὶ μὴ ὁμόσε χωρῶν τῷ ὕδατι. πιθανώτερα δὲ τούτων ἐκεῖνα, οἶμαι, δίεισι· ξυνελαθῆναι μὲν ἐς τὸν ποταμὸν τοὺς Τρῶας καὶ πλείους ἀπολέσθαι σφῶν ἢ ἐν ἅπαντι τῷ πολέμῳ ἀπώλοντο, οὐ μὴν μόνῳ γε Ἀχιλλεῖ πεπρᾶχθαι ταῦτα, ἀλλὰ θαρσήσαντας ἤδη παρʼ αὐτοῦ τοὺς Ἕλληνας ἐπικαταβαίνειν καὶ τοὺς ἐν τῷ ποταμῷ σφάττειν, Ἀχιλλέα δὲ τούτων μὲν ἀμελεῖν, ἀγωνίσασθαι δὲ ἀγῶνα τοιόνδε· ἦν ἀνὴρ ἐκ Παιονίας ἥκων, οὗ καὶ Ὅμηρος ἐπεμνήσθη, Ἀστεροπαῖον δὲ αὐτὸν καλεῖ καὶ Ἀξιοῦ τοῦ ποταμοῦ υἱωνὸν καὶ δεξιὸν ἄμφω τὼ χεῖρε, μέγιστον δὲ Ἀχαιῶν τε καὶ Τρώων ὄντα τὸν Παίονα καὶ θηρίου δίκην ὁμόσε χωροῦντα ταῖς αἰχμαῖς παρῆκεν Ὅμηρος τουτουί τοῦ λόγου, ἦγε δὲ καὶ ἀκραιφνῆ δύναμιν Παίονας ἱππέας ἄρτι ἐς Τροίαν ἥκων, οὓς ἐτρέψατο μὲν ὁ Ἀχιλλεὺς ἐκπλήξας, δαίμονα γὰρ ἐμπεπτωκέναι σφίσιν ᾤοντο οὔπω ἀνδρὶ τοιῷδε ἐντετυχηκότες, ὑποστάντος δὲ Ἀστεροπαίου μόνου πλείω περὶ ἑαυτοῦ ἔδεισεν ἢ ὁπότε τῷ Ἕκτορι ἐμάχετο, καὶ οὐδὲ ἄτρωτος εἷλε τὸν Παίονα, ὅθεν τῶν συμμάχων ἀπαγορευόντων αὐτῷ μὴ μάχεσθαι3 τὴν ἡμέραν ἐκείνην τῷ Ἕκτορι οὐκ ἠνέσχετο τῶν λόγων τούτων, ἀλλὰ εἰπὼν ἰδέτω με κρείττω καὶ τραυμάτων ὥρμησεν ἐπὶ τὸν Ἕκτορα προτεταγμένον τοῦ τείχους. ἀποκτείνας δʼ αὐτὸν γενόμενον οἷον ἐν τῷ περὶ αὐτοῦ λόγῳ εἴρηκα, περιεῖλξε τῷ τείχει βάρβαρον μέν τινα καὶ ἀηδῆ τρόπον, ξυγγνωστὸν δέ, ἐπειδὴ τῷ Πατρόκλῳ ἐτιμώρει. δαιμονίᾳ γὰρ δή τινι τὸν Ἀχιλλέα φύσει χρώμενον ἀεί τι μέγα ὑπὲρ τῶν φίλων πράττειν,

葡萄园工人:外邦人啊,正是从那次集会起,阿基琉斯因帕拉墨得斯之事对阿伽门农的愤怒也爆发了;因为当他历数两人共同攻克的诸城时,说道: “这就是帕拉墨得斯的所谓叛国,谁想审判我就来审判吧,因为我同样是因这番战功而来的。” 阿伽门农认为这些话是在针对自己,便辱骂阿基琉斯,奥德修斯也宣称,为叛徒说话本身就是背叛;阿基琉斯便把奥德修斯赶出了集会,因后者的言辞连阿凯亚人听了也不悦;在用更严厉的辱骂痛击阿伽门农之后,阿基琉斯退至箭矢射程之外隐居,既不做任何关乎全局的战事,也不参与议事。当阿凯亚人已陷入极度危难之中时,阿伽门农派人向他提出恳求;承担使者之职的是埃阿斯与涅斯托尔,前者是因宗族之谊,且他虽曾与阿基琉斯出于同样的缘由而动怒,此时却已同他们和解,后者则是因为全军上下皆尊崇其智慧与高龄。当他们从阿基琉斯那里至少争取到了让帕特罗克洛斯出兵相助的许诺后,帕特罗克洛斯立下了战功,也如荷马所言那般遭逢命运,围绕城墙与特洛伊力战而亡;但阿基琉斯并未在他身上做出或说出任何卑劣之举,而是在痛切哀悼并按照自己的心愿及自认能告慰亡友的方式将他安葬后,便向赫克托耳进击。至于荷马在阿基琉斯现身时所采用的夸张描写,诸如人车俱毁,葡萄园工人:以及在河中遭屠戮的人群,还有河水针对阿基琉斯掀起自身巨浪时的震怒涌动,普罗忒西拉奥斯虽赞赏其具有诗意,却将其作为迎合听众之语予以抹除。因为对于身材如此魁梧的阿基琉斯而言,斯卡曼德罗斯河绝不可能令其束手无策,况且此河本就逊色于诸多大河;阿基琉斯也绝不可能冲上前去与河搏斗,因为即便河水冲着他狂暴奔涌,他也只需退避一旁、不与急流正面相抗便可脱险。我认为,他讲述的以下事实更为可信:特洛伊人被逼入河中,丧命者比整个战争中所阵亡的还要多;然而这绝非阿基琉斯一人所为,而是希腊人在他的鼓舞下士气大振,一并冲下河去斩杀水中之敌;阿基琉斯对这些杂兵不屑一顾,而是展开了这样一场较量:有一位来自培奥尼亚的勇士,荷马亦曾提及,称其名为阿斯忒罗派奥斯,是阿克西奥斯河之孙,双手皆善使兵器;但荷马在此处却忽略了,这位培奥尼亚人不仅是阿凯亚人和特洛伊人中最为魁梧者,更如猛兽般直扑枪锋。他刚率领一支精锐的培奥尼亚骑兵抵达特洛伊,阿基琉斯令其军惊骇溃散——因他们从未遇见过这等人物,以为神灵降临惩戒;然而当阿斯忒罗派奥斯独自挺身相抗时,阿基琉斯为自身的安危感到担忧,甚至超过了后来与赫克托耳交手之时,且他未能毫发无损地斩杀这位培奥尼亚人。因此,当盟军劝阻他当天不要与赫克托耳交战时,他根本不耐烦听这些劝告,而是说: “且让他见识甚至比创伤更强悍的我!” 随后便直奔阵列于城墙前方的赫克托耳杀去。在他杀死了赫克托耳——此人正如我在关于他的记述中所言的那般非凡——之后,便拖着他的尸体绕城拖拽,这种做法固然野蛮令人不快,但既然是为了帕特罗克洛斯复仇,亦属情有可原;因为阿基琉斯禀赋非凡天性,总是为了朋友成就惊天动地的伟业。

语法注3 条
  1. 734ἐν παντὶ ἤδη τῶν Ἀχαιῶν ὄντων

    独立属格结构。习语“ἐν παντὶ εἶναι”意为“陷入极度危难”或“处于极度恐慌之中”,此处用以形容阿凯亚军队因战局不利而面临绝境的情势。

  2. 735διαγράφει δὲ ὡς κεχαρισμένα

    动词“διαγράφω”意为“划掉、注销、抹除、否定”。搭配“ὡς κεχαρισμένα”(中性复数完成时被动分词)作表语,指“为了取悦观众/读者而作之物(讨巧的虚构)”,与前半句的“ἐπαινεῖ μὲν... ὡς ποιητικά”(作为诗歌艺术予以赞赏)形成对照,表明在历史真实性上应当予以剔除。

  3. 735τῶν συμμάχων ἀπαγορευόντων αὐτῷ μὴ μάχεσθαι

    在表示禁止或劝阻的动词“ἀπαγορεύω”后引导不定式时使用的赘用否定词(pleonastic μή)。句意为“劝阻他不要交战”,古典希腊语习惯在含有否定意味的动词后于不定式前重复加上“μή”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg004.humanitext-grc2:734-735