- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg004.humanitext-grc2:732-733
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
通过普罗忒西拉奥斯的叙述,展现了阿基琉斯出征的情景、无匹梣木枪与质朴却流光溢彩的战甲真相,以及他的英武容貌、豪迈气概与蔑视钱财的高尚品格。
Ἀμπελουργός καθʼ ἣν ἐς τὸ πολεμεῖν ὥρμησεν. ἐνταῦθα τῷ Ἀχιλλεῖ διαιτωμένῳ παρεγίγνετο ἡ Θέτις καὶ ἐθεράπευε τὸν υἱόν, ὥσπερ αἱ θνηταὶ τῶν μητέρων, ξυλλεγομένου δὲ ἐς τὴν Αὐλίδα τοῦ στρατοῦ διεπόρθμευσεν αὐτὸν ἐς τὴν Φθίαν διὰ τὰ ἐπʼ αὐτῷ κεκλωσμένα τὸν Πηλέα ποιουμένη κύριον τοῦ παιδός, λέγεται δὲ καὶ ὅπλα ἐκποιῆσαι αὐτῷ, οἷα μήπω τις ἤνεγκε, ξὺν οἷς ἐς τὴν Αὐλίδα ἀφικόμενος ἐλπίδος τε ὑπέπλησε τὸν στρατὸν θεοῦ τε οὕτω τι ἐνομίσθη παῖς, ὡς θύειν αὐτοὺς τῇ Θέτιδι ἐπὶ θαλάττῃ καὶ προσκυνεῖν τὸν Ἀχιλλέα ᾅττοντα ἐν τοῖς ὅπλοις. ἠρόμην τὸν Πρωτεσίλεων καὶ περὶ τῆς μελίας, ὅ τι ἦν τὸ περὶ αὐτὴν θαῦμα, καί φησι μῆκος μὲν εἶναι τῇ μελίᾳ, ὃ μὴ ἄλλῃ αἰχμῇ, εὐθὺ δὲ τὸ ξύλον καὶ οὕτω τι ἐρρωμένον, ὡς μὴ ἂν κλασθῆναι,1 τὸ δὲ στόμα τῆς αἰχμῆς ἀδάμαντός τε εἶναι καὶ παντὸς διεκπαίειν, τὸν δὲ στύρακα ἐκ τοῦ ἐπὶ θάτερα ὀρειχάλκου ἐμβεβλῆσθαι, ἵνα πᾶσα δὴ ἀστράπτουσα ἐμπίπτοι. Φοῖνιξ τὰ δὲ ὅπλα, ὦ ἀμπελουργέ, πῶς φησιν αὐτῷ κεκοσμῆσθαι; Ἀμπελουργός οὐ τὸν Ὁμήρου τρόπον,2 ὦ ξένε· θεῖα μὲν γὰρ κἀκεῖνα ἐξευρῆσθαι τῷ Ὁμήρῳ πόλεις τε ἀναγράφοντι καὶ ἄστρα καὶ πολέμους καὶ γεωργίας καὶ γάμους καὶ ᾠδάς, ἀλλʼ ἐκεῖνα περὶ αὐτῶν φησιν· Ἀχιλλεῖ ὅπλα μὴ γεγονέναι ἄλλα ἢ ἃ ἐς Τροίαν ἤνεγκε, μηδὲ ἀπολωλέναι ποτὲ Ἀχιλλεῖ ὅπλα, μηδὲ τὸν Πάτροκλον ἐνδῦναι αὐτὰ παρὰ τὴν μῆνιν, ἀποθανεῖν μὲν γὰρ ἐν τοῖς ἑαυτοῦ ὅπλοις εὐδοκιμοῦντα τῇ μάχῃ καὶ ἁπτόμενον ἤδη τοῦ τείχους, τὰ δὲ τοῦ Ἀχιλλέως ἄσυλα μεῖναι καὶ ἀνάλωτα, οὐδὲ γὰρ ἐν τοῖς ὅπλοις τελευτῆσαι αὐτὸν, Ἀμπελουργός ἀλλὰ ἐς γάμον ἥκειν δοκοῦντα γυμνὸν ἀποθανεῖν ἐστεφανωμένον, ὥσπερ οἱ νυμφίοι, τὰ δὲ ὅπλα κατεσκευάσθαι μὲν ἄσημα καὶ σώφρονα, συγκεκρᾶσθαι δὲ αὐτοῖς ποίκιλμα ὕλης μεθιστάμενον ἐς αὐγὰς ἄλλοτε ἄλλας, ὅσας ἡ ἶρις, ὅθεν δοκεῖν αὐτὰ πέρα τέχνης καὶ Ἡφαίστου ᾅδεσθαι. Φοῖνιξ ἦ καὶ δείξεις αὐτόν, ἀμπελουργέ, καὶ ἀναγράψεις ἀπὸ τοῦ εἴδους; Ἀμπελουργός Τί δὲ οὐ μέλλω φιληκόου γέ σου τυγχάνων; τὴν μὲν δὴ κόμην ἀμφιλαφῆ αὐτῷ φησιν εἶναι καὶ χρυσοῦ ἡδίω καὶ εὐσχήμονα, ὅπη καὶ ὅπως κινοίη αὐτὴν ἢ ἄνεμος ἢ αὐτός, τὴν δὲ ῥῖνα οὔπω γρυπήν, ἀλλʼ οἷον μέλλουσαν, τὴν δὲ ὀφρὺν μηνοειδῆ, τὸν θυμὸν δὲ τὸν ἐν τοῖς ὄμμασι χαροποῖς οὖσιν ἡσυχάζοντος μὲν ἀναβάλλεσθαί τινα ὁρμήν, ὁρμήσαντος δὲ συνεκπηδᾶν τῇ γνώμῃ3 τοῖς τε ὁρῶσιν ἡδίω αὐτὸν σαίνεσθαι· πεπονθέναι γάρ τι τοὺς Ἀχαιοὺς πρὸς αὐτόν, οἷόν τι πρὸς τοὺς ἀλκίμους τῶν λεόντων, ἀσπαζόμενοι γὰρ αὐτοὺς ἐν ἡσυχίᾳ μᾶλλον αὐτοῖς χαίρομεν, ἐπὰν θυμοῦ ὑποπλησθέντες ἐπὶ σῦν ὁρμήσωσιν ἢ ταῦρον ἤ τι τῶν μαχίμων θηρίων. τὸ δὲ λῆμα τοῦ Ἀχιλλέως δηλοῦσθαί φησι καὶ παρὰ τοῦ αὐχένος, εἶναι γὰρ δὴ ὀρθὸν καὶ ἀνεστηκότα. δικαιότατον δʼ αὐτὸν ἡρώων γενέσθαι φύσει τε καὶ ξυνουσίᾳ τοῦ Χείρωνος. τό τοι διαβεβλῆσθαι πρὸς χρήματα ἐκεῖθεν τῷ Ἀχιλλεῖ φοιτῆσαι,4 διεβέβλητο γὰρ οὕτω πρὸς αὐτά, ὡς ἐκ τριῶν καὶ εἴκοσι πόλεων, ἃς αὐτὸς εἷλε, λαβεῖν μὲν πλεῖστα αἰχμάλωτα, μηδενὸς δὲ αὐτῶν ἡττηθῆναι πλὴν κόρης, ἣν οὐδὲ αὐτὸς ἑαυτῷ ἔδωκεν, ἀλλὰ τοὺς Ἀχαιοὺς ᾔτησεν, ἀδικίαν δὲ τοῖς Ἀχαιοῖς ἐπικαλοῦντος τοῦ Νέστορος, εἰ μὴ τὰ πλείω Ἀχιλλεὺς λήψοιτο ἐμὸν ἔστω ἔφη τὸ πλέον τῶν ἔργων, χρήμασι δὲ πλεονεκτείτω ὁ βουλόμενος.
葡萄园工人:他便是在那个年纪奔赴战场的。阿基琉斯在那里生活时,忒提斯常伴身旁,如同凡人母亲那般悉心照料儿子;但当大军在奥利斯集结时,因着为他纺就的命运,她便用船将他渡往佛提亚,把对孩子的处置权交与佩琉斯。据说她还为他制备了迄今未曾有人佩戴过的铠甲武器;当他佩戴这些抵达奥利斯时,大军心中重燃希望,人们是如此坚信他是女神之子,以至于在海滨向忒提斯献祭,并向披坚执锐、疾驰如风的阿基琉斯俯伏致敬。我也向普罗忒西拉奥斯询问了那柄梣木枪,探究其非凡之处究竟何在;他说那柄梣木枪具有其他长枪所不具备的长度,枪杆笔直且极其坚韧,绝不致折断,枪锋由刚玉制成,能洞穿一切,而另一端的枪鐏则嵌有山铜,使得整柄枪在刺出时都闪耀着如雷霆般的光芒。 腓尼基人:那么葡萄园工人啊,据他说,他的铠甲究竟是如何装饰的呢? 葡萄园工人:并非荷马所描述的那种方式,外邦人。荷马描绘城邦、星辰、战事、农耕、婚礼与歌唱,固然构思神妙,但〔普罗忒西拉奥斯〕对此所言如下:阿基琉斯除了带往特洛伊的铠甲外,从未有过其他铠甲;阿基琉斯的铠甲也从未遗失,帕特罗克洛斯在阿基琉斯动怒期间更未曾穿戴过它们。因为帕特罗克洛斯是在自己的铠甲中战死,当时他在战斗中已立下赫赫威名,甚至已触及敌方城墙;而阿基琉斯的铠甲始终未遭侵犯、未被掳夺;事实上,阿基琉斯自己也不是身着战甲死去的,葡萄园工人:而是如同前去赴婚宴一般,像新郎那样头戴花冠、赤手空拳地死去的;那副铠甲虽制作朴素、毫无饰纹,却交融着质料的斑斓变幻,幻化为如彩虹般变幻莫测的各色光芒,因而人们歌颂它超越了人工与赫淮斯托斯的技艺。 腓尼基人:你当真能为他画像,葡萄园工人,并依照他的形貌将他描绘出来吗? 葡萄园工人:既然遇上了你这样一位热心的听众,我又怎能推脱呢?他说阿基琉斯的头发浓密,比黄金更为悦目,且无论风吹还是他自己拨动,无论朝向何方都优美得体;鼻子尚非鹰钩鼻,却仿若即将长成;眉毛弯如新月;而在他那双明亮如灰海的眼睛里所蕴藏的气魄,当他平静时便将冲劲稍作收敛,一旦发起冲击,则与他的决意一同迸发,令旁观者觉得他更为悦目动人。因为阿凯亚人对待他,恰似对待那些勇猛的雄狮:当雄狮平静时我们固然喜欢,而当它们满怀斗志扑向野猪、公牛或其他善斗的猛兽时,我们更为之欣喜。他说阿基琉斯的豪迈气概也从他的颈项中显露出来,因为他的颈项挺直而高昂。由于天赋以及与喀戎的交往,他成了英雄中最公正之人。甚至对钱财的鄙弃也是阿基琉斯从那里获得的素养;因为他对财富是如此冷淡,以至于在他亲自攻克的二十三座城邦中,尽管取得了极多的俘虏,他却未动心于其中任何一人,除了一个少女——而且这少女也不是他私自留下的,而是向阿凯亚人请求赐予的;当涅斯托尔指责阿凯亚人若不让阿基琉斯得到大份便是行不义时,他说: “愿我的 是更大的战功, 而在财物上,就让愿意的人多拿去吧。”
- 732ὡς μὴ ἂν κλασθῆναι
由表示结果的连词 ὡς 引导不定式 κλασθῆναι,并与语气小词 ἄν 连用,表达潜在可能性:“(在任何情况下都)绝不致折断”。
- 732οὐ τὸν Ὁμήρου τρόπον
用副词性宾格短语(τὸν ... τρόπον,“以……的方式”)简要回答前句中的提问(πῶς φησιν... κεκοσμῆσθαι),补充动词后意为“并非按照荷马所描述的方式装饰”。
- 733τὸν θυμὸν δὲ τὸν ἐν τοῖς ὄμμασι χαροποῖς οὖσιν ἡσυχάζοντος μὲν ἀναβάλλεσθαί τινα ὁρμήν, ὁρμήσαντος δὲ συνεκπηδᾶν τῇ γνώμῃ
由 φησί 统领的间接引语结构。宾格 τὸν θυμόν 作不定式的主语,支配并列的不定式 ἀναβάλλεσθαι 与 συνεκπηδᾶν。指代阿基琉斯的逻辑主语则以属格独立结构(ἡσυχάζοντος μὲν ... ὁρμήσαντος δέ)呈现。
- 733τό τοι διαβεβλῆσθαι πρὸς χρήματα ἐκεῖθεν τῷ Ἀχιλλεῖ φοιτῆσαι
带冠词的完成时不定式短语 τό ... διαβεβλῆσθαι(διαβάλλομαι πρὸς + 宾格,意为“反感、鄙弃……”)作主语宾格,受动词不定式 φοιτῆσαι(“传入/流注于阿基琉斯身上”)支配。ἐκεῖθεν 是副词,意为“从那里(即喀戎的教导)”。
