← 斐洛斯脱拉德

论英雄

§730-731

阿基琉斯的成长与斯库罗斯之行的真相

葡萄园工人讲述了阿基琉斯的出生、喀戎对其武艺与音乐的培养,以及卡利俄珀关于荷马的神谕,并驳斥了他男扮女装藏匿于斯库罗斯岛的传闻,道出了其远征该岛并成婚的真相。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§730

Ἀμπελουργός ἐγὼ δέ σοι καὶ παῖδα εἶπεν ὦ Πηλεῦ, δώσω κρείττω ἀνθρώπου· ἐπεὶ δὲ ὁ Ἀχιλλεὺς ἐγένετο, ποιοῦνται αὐτοῦ τροφέα τὸν Χείρωνα, ὁ δὲ ἔτρεφεν αὐτὸν κηρίοις τε καὶ μυελοῖς νεβρῶν ἐς ἡλικίαν τε ἥκοντα, ἐν ᾗ οἱ παῖδες ἁμαξίδων καὶ ἀστραγάλων δέονται, εἶργε μὲν οὐδὲ τῶν τοιούτων, ἀκοντίοις δὲ εἴθιζε καὶ παλτοῖς καὶ δρόμοις, ἦν δὲ αὐτῷ καὶ μελία μικρὰ τετμημένη ὑπὸ τοῦ Χείρωνος καὶ ἐῴκει ψελλιζομένῳ ἐς τὰ πολεμικά.1 ἐφήβου δὲ ἁπτόμενος ἀκτῖνα μὲν ἀπὸ τοῦ προσώπου ἔπεμπεν, ὑπερφυὴς δὲ τὸ σῶμα ἐφαίνετο, αὐξηθείς τε ῥᾷον ἢ τὰ πρὸς ταῖς πηγαῖς δένδρα πολὺς μὲν ἐν συμποσίοις ᾔδετο, πολὺς δὲ ἐν σπουδαῖς. ἐπεὶ δὲ θυμοῦ ἥττων ἐφαίνετο, μουσικὴν αὐτὸν ὁ Χείρων ἐδιδάξατο, μουσικὴ γὰρ ἱκανὴ πραύνειν τὸ ἕτοιμόν τε καὶ ἀνεστηκὸς τῆς γνώμης, ὁ δὲ οὐδενὶ πόνῳ τάς τε ἁρμονίας ἐξέμαθε καὶ πρὸς λύραν ᾖσεν. ᾖδε δὲ τοὺς ἀρχαίους ἥλικας τὸν Ὑάκινθον καὶ τὸν Νάρκισσον καὶ εἴ τι Ἀδώνιδος. προσφάτων δὲ ὄντων τῶν περὶ Ὕλλᾳ τε καὶ Ἀβδήρῳ θρήνων, ἐπειδὴ ἄμφω ἐφήβω ὄντε ὁ μὲν ἐς πηγὴν ᾤχετο ἀφανισθείς, τὸν δὲ αἱ τοῦ Διομήδους ἵπποι ἐδαίσαντο, οὐκ ἀδακρυτὶ ταῦτα ᾖδεν. ἤκουσα δὲ κἀκεῖνα, θύειν μὲν αὐτὸν τῇ Καλλιόπῃ μουσικὴν αἰτοῦντα καὶ τὸ ἐν ποιήσει κράτος, τὴν θεὸν δὲ ἐπιστῆναι καθεύδοντι καὶ ὦ παῖ, φάναι μουσικῆς μὲν καὶ ποιητικῆς δίδωμί σοι τὸ ἀποχρῶν, ὡς ἡδίους μὲν τὰς δαῖτας ἐργάζοιο, κοιμίζοις δὲ τὰς λύπας, ἐπειδὴ δὲ ἐμοί τε καὶ Ἀθηνᾷ δοκεῖ πολεμικὸν εἶναί σε καὶ δεινὸν ἐν στρατοπέδοις, Ἀμπελουργός Μοῖραί τε οὕτω κελεύουσι, σὺ μὲν ἐκεῖνα γυμνάζου κἀκείνων ἔρα· ποιητὴς δὲ ἔσται χρόνοις ὕστερον, ὃν ἐγὼ ἀνήσω τὰ σὰ ἔργα ὑμνεῖν. ταυτὶ μὲν αὐτῷ περὶ Ὁμήρου ἐχρήσθη. μειράκιον δὲ γενόμενος οὐχ, ὥσπερ οἱ πολλοί φασιν, ἀπόθετος ἐν Σκύρῳ ἐτρέφετο, τοῦτο δὴ τὸ ἐν ταῖς παρθένοις·2 οὔτε γὰρ τὸν Πηλέα εἰκὸς ἄριστον τῶν ἡρώων γενόμενον ὑπεκπέμψαι ποι τὸν υἱὸν πολέμους τε καὶ κινδύνους ἀποδράντα καὶ ταῦτα τοῦ Τελαμῶνος ἐξορμῶντος τὸν Αἴαντα, οὔτʼ ἂν Ἀχιλλεὺς ἠνέσχετο ἐς γυναικωνῖτιν ἐσβεβλῆσθαι παρεὶς ἑτέροις τὸ θαυμάζεσθαί τε καὶ εὐδοκιμεῖν ἐν Τροίᾳ. τὸ γὰρ φιλότιμον πλεῖστον δὴ καὶ ἐν αὐτῷ ἦν. Φοῖνιξ τί οὖν δὴ ὁ Πρωτεσίλεως, ἀμπελουργέ, περὶ τούτων οἶδεν; Ἀμπελουργός πιθανώτερα, ξένε, καὶ ἀληθέστερα· φησὶ γὰρ Θησέα ἐξ Ἀθηνῶν φεύγοντα ἐπὶ τῇ ἀρᾷ τῇ ἐς τὸν υἱὸν ἀποθανεῖν ὑπὸ Λυκομήδους ἐν Σκύρῳ, Θησεῖ δὲ ξένον ὄντα τὸν Πηλέα καὶ κοινωνὸν τοῦ Καλυδωνίου ἔργου στεῖλαι τὸν Ἀχιλλέα ἐς τὴν Σκῦρον τιμωρὸν τῷ Θησεῖ, τὸν δὲ ἐκπλεύσαντα ὁμοῦ τῷ Φοίνικι μόνα ὑπὸ γήρως τὰ ξυμβουλευτικὰ εἰδότι κατασεῖσαι τὴν Σκῦρον ἐκ προσβολῆς μετέωρον οὖσαν καὶ ἀνῳκισμένην ἐπʼ ὄχθου πετραίου, τὸν Λυκομήδην δὲ σχεῖν μέν, οὐ μὴν ἀποκτεῖναι, ἀλλʼ ἐρέσθαι, τί παθὼν ἄνδρα ἑαυτοῦ βελτίω φεύγοντα ἀπέκτεινεν, εἰπόντα δὲ ὅτι ἐπʼ ἀδίκοις, ὦ Ἀχιλλεῦ, ἥκοντα καὶ πειρῶντα τὴν ἀρχὴν τὴν ἐμήν, ἀφῆκεν ὡς ἐν δίκῃ ἀποκτείναντα3 καὶ ἀπολογήσεσθαι ὑπὲρ αὐτοῦ ἔφη πρὸς τὸν Πηλέα, Δηιδάμειαν δὲ θυγατέρα τοῦ Λυκομήδους ἔγημε καὶ γίγνεται αὐτοῖς Νεοπτόλεμος ὀνομασθεὶς τοῦτο διὰ νεότητα τοῦ Ἀχιλλέως,

葡萄园工人:“佩琉斯啊,”她说,“我还要赐予你一个超越凡人的孩子。”阿基琉斯出生后,人们便让喀戎做他的养育者。喀戎用蜂巢和小鹿的骨髓喂养他;当他到了男童需要小玩具车和抓阄拐骨的年纪时,喀戎也并未禁止他玩这些东西,而是让他习惯于投枪、轻标枪和奔跑;他还有一柄由喀戎削制的小梣木枪,在战阵之事上就像个咿呀学语的幼童。当他步入青年时,面庞放射出光彩,身形显得魁伟超群,比泉水旁的树木生长得还要迅速,在宴饮中被频频歌唱,在严肃集会中也屡屡传颂。然而当他显出难以遏止怒气的倾向时,喀戎便教导他音乐,因为音乐足以平复心智中急躁而亢奋的性情;他毫不费力地学会了各种音律,并伴随着七弦琴歌唱。他歌唱古代同辈的年轻人——雅辛托斯、纳喀索斯,以及有关阿多尼斯的故事。而关于许拉斯和阿布得罗斯的哀歌由于尚新——因为两人在青年时期,一个隐没于泉水之中,另一个被狄俄墨得斯的牝马所吞食——他唱起这些时无不潸然泪下。我还听闻过这样的事:他曾向卡利俄珀献祭,乞求音乐与作诗的能力,女神在他入睡时显现,对他说: “孩子啊,我赐予你足量的音乐与诗艺,好让你能使宴席更加愉悦,平息心中的哀伤;然而,既然我和雅典娜都认为你应当勇武并在军阵中令人生畏, 葡萄园工人:且命运三女神也如此命令,你便当操练战事并以此为乐;日后自会有一位诗人出世,我将遣他去歌颂你的伟业。”这便是关于荷马向他降下的神谕。当他长成翩翩少年时,并非如大众所说的那样被隐藏在斯库罗斯岛抚养——即所谓混迹于少女之中的那桩事;因为既不可能想象成为英雄中最杰出者的佩琉斯会将儿子送到某处躲避战争与危险——况且当时忒拉蒙正打发埃阿斯出征——阿基琉斯自己也绝难容忍被塞进深闺妇人之间,把在特洛伊受人景仰和扬名的机会拱手让与他人;因为好名求胜之心在他身上同样无比强烈。 腓尼基人:那么葡萄园工人啊,普罗忒西拉奥斯对这些事有何见解? 葡萄园工人:他的见解更合情理,也更真实,外邦人。因为他说忒修斯因对其子的诅咒而逃离雅典,在斯库罗斯岛被吕科墨得斯杀害;佩琉斯作为忒修斯的宾友以及卡吕冬狩猎的同伴,便派遣阿基琉斯前往斯库罗斯岛为忒修斯复仇。阿基琉斯与年事已高、唯知出谋划策的福尼克斯一同扬帆出海,一击便击垮了那座坐落于高处、筑于岩石丘陵之上的斯库罗斯城,生擒了吕科墨得斯,却并未杀他,而是质问他究竟出于何种缘由竟杀害了一个逃难而来的比自己更优秀之人。当对方回答说:“阿基琉斯啊,因为他怀抱不轨之图而来,企图夺取我的王位”,阿基琉斯便认为他是正当杀人而将他释放,并表示会亲自向佩琉斯为他辩护;阿基琉斯还娶了吕科墨得斯的女儿得伊达弥亚,两人生下涅俄普托勒摩斯,因阿基琉斯的年轻而得此名。

语法注3 条
  1. 730ἐῴκει ψελλιζομένῳ ἐς τὰ πολεμικά

    此为 ἔοικα(如同、仿佛)后接与格分词 ψελλιζομένῳ 的结构。动词 ψελλίζομαι 原意为“牙牙学语、口齿不清地说话”,配合介词短语 ἐς τὰ πολεμικά(在战事上),构成了形象的比喻,意为“他在军旅之事上就宛如正在蹒跚学语的孩童”。

  2. 731τοῦτο δὴ τὸ ἐν ταῖς παρθένοις

    用于解释、补充前文(ἀπόθετος ἐν Σκύρῳ ἐτρέφετο)的同位语插入语。中性代词 τοῦτο 与定冠词 τὸ 配合小词 δή 将介词短语 ἐν ταῖς παρθένοις 名词化,指代众所周知的传闻:“也就是所谓混在少女群中的那一套说法”。

  3. 731ἀφῆκεν ὡς ἐν δίκῃ ἀποκτείναντα

    连词 ὡς 搭配修饰宾语吕科墨得斯的宾格分词 ἀποκτείναντα,表示主观判断或认定的理由:“以其系正当杀人为由”。此外,此前句意一直由 φησὶ 统领的不定式间接引语(κατασεῖσαι... σχεῖν... ἐρέσθαι)构成,至此则转回直陈式主句动词(ἀφῆκεν),标志着叙述重心的确立。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg004.humanitext-grc2:730-731