- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg004.humanitext-grc2:728-729
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
葡萄园工人讲述了荷马如何在冥界从奥德修斯处获悉实情,但因奥德修斯害怕谋害帕拉墨得斯的惩罚而恳求他将后者从诗作中抹去;接着解释了普罗忒西拉奥斯为何不愿泄露荷马的故里。随后两人转向阿基琉斯的话题,葡萄园工人开始讲述佩琉斯与海中女神相遇的故事。
Ἀμπελουργός ὁ δὲ εἰδέναι μὲν πάντα ἔλεγε καὶ μεμνῆσθαι αὐτῶν, εἰπεῖν δʼ ἂν οὐδὲν ὧν οἶδεν, εἰ μὴ μισθὸς αὐτῷ παρʼ Ὁμήρου γένοιτο1 εὐφημίαι τε ἐν τῇ ποιήσει καὶ ὕμνος ἐπὶ σοφίᾳ τε καὶ ἀνδρείᾳ. ὁμολογήσαντος δὲ τοῦ Ὁμήρου ταῦτα καὶ ὅ τι δύναιτο, χαριεῖσθαι αὐτῷ ἐν τῇ ποιήσει φήσαντος, διῄει Ὀδυσσεὺς πάντα ξὺν ἀληθείᾳ τε καὶ ὡς ἐγένετο, ἥκιστα γὰρ πρὸς αἵματι καὶ βόθροις αἱ ψυχαὶ ψεύδονται. ἀπιόντος δὲ ἤδη τοῦ Ὁμήρου βοήσας ὁ Ὀδυσσεὺς Παλαμήδης με ἔφη δίκας ἀπαιτεῖ τοῦ ἑαυτοῦ φόνου καὶ οἶδα ἀδικῶν καὶ πάντως μὲν πείσομαί τι, οἱ γὰρ θεμιστεύοντες ἐνταῦθα δεινοί, Ὅμηρε, καὶ τὰ ἐκ Ποινῶν ἐγγύς, εἰ δὲ τοῖς ἄνω ἀνθρώποις μὴ δόξω εἰργάσθαι τὸν Παλαμήδην ταῦτα,2 ἧττόν με ἀπολεῖ τὰ ἐνταῦθα· μὴ δὴ ἄγε τὸν Παλαμήδην ἐς Ἴλιον, μηδὲ στρατιώτῃ χρῶ, μηδέ, ὅτι σοφὸς ἦν, εἴπῃς. ἐροῦσι μὲν γὰρ ἕτεροι ποηταί, πιθανὰ δὲ οὐ δόξει μὴ σοὶ εἰρημένα.3 αὕτη, ξένε, ἡ Ὀδυσσέως τε καὶ Ὁμήρου ξυνουσία, καὶ οὕτως Ὅμηρος τὰ ἀληθῆ μὲν ἔμαθε, μετεκόσμησε δὲ πολλὰ ἐς τὸ συμφέρον τοῦ λόγου, ὃν ὑπέθετο. Φοῖνιξ πατρίδα δὲ Ὁμήρου, ὦ ἀμπελουργέ, καὶ τίνων ἐγένετο, ἤρου ποτὲ τὸν Πρωτεσίλεων; Ἀμπελουργός καὶ πολλάκις, ξένε. Φοῖνιξ ὁ δὲ τί; Ἀμπελουργός φησὶ μὲν εἰδέναι, Ὁμήρου δὲ παραλιπόντος αὐτά, ἵνα αἱ σπουδαῖαι τῶν πόλεων πολίτην αὐτὸν σφῶν αὐτῶν ποιοῖντο, ἴσως δὲ καὶ θεσμοῦ Μοιρῶν ἐπὶ Ὁμήρῳ ὄντος, ἄπολιν αὐτὸν δοκεῖν, οὔτʼ ἂν ταῖς Μοίραις οὔτʼ ἂν ταῖς Μούσαις φίλα γε ἔφη πράττειν, εἰ τοῦτʼ ἐκφέροι περιεστηκὸς λοιπὸν ἐς ἔπαινον τῷ Ὁμήρῳ. προστίθενται μὲν γὰρ αὐτῷ πᾶσαι μὲν πόλεις, Ἀμπελουργός πάντα δὲ ἔθνη, καὶ δικάσαιντο δʼ ἂν περὶ αὐτοῦ πρὸς ἀλλήλας ἐγγράφουσαι τῷ Ὁμήρῳ ἑαυτὰς οἷον πολίτῃ. τοῦ δὲ μηδʼ ἂν τοῦτον σιωπῆσαι τὸν λόγον πρὸς σέ,4 ὦ Φοῖνιξ, μηδʼ ἂν κρύψαι, εἴπερ ἐγίγνωσκον αὐτόν, τεκμήριά σοι ἔστω, ἃ εἴρηκα, ἀφθόνως γὰρ οἶμαι διεληλυθέναι σοι, ὁπόσα οἶδα. Φοῖνιξ πιστεύω, ἀμπελουργέ, καὶ ἑπώμεθα τῷ λόγῳ, διʼ ὃν σιωπᾶται ταῦτα. τὸν δὲ Ἀχιλλέα ὥρα σοι ἀναφαίνειν, εἰ μὴ καὶ ἡμᾶς ἐκπλήξει, ὥσπερ τοὺς Τρῶας, ὅτε ἔλαμψεν ἐπʼ αὐτοὺς ἀπὸ τῆς τάφρου. Ἀμπελουργός μὴ δέδιθι τὸν Ἀχιλλέα, ὦ ξένε, παιδὶ γὰρ ἐντεύξῃ αὐτῷ παρὰ τὴν πρώτην τοῦ λόγου. Φοῖνιξ μεγάλα δώσεις διεξελθὼν αὐτὸν ἐκ νηπίου· μετὰ ταῦτα γὰρ ὁπλιζομένῳ που ἐντευξόμεθα καὶ μαχομένῳ. Ἀμπελουργός οὕτως ἔσται καὶ πάντα φήσεις τὰ Ἀχιλλέως εἰδέναι. ἤκουσα δὲ περὶ αὐτοῦ τοιαῦτα· Πηλεῖ φάσμα ἐφοίτα θαλαττίας δαίμονος καὶ ἐρῶσα αὐτοῦ, οἶμαι, ἡ δαίμων ξυνῆν τῷ Πηλεῖ ἐν Πηλίῳ, αἰδοῖ τοῦ ὁμίλου οὔπω τὰ ἑαυτῆς λέγουσα, οὐδὲ ὁπόθεν ἥκοι· γαλήνης δὲ ἐπεχούσης τὴν θάλατταν ἡ μὲν ἔτυχεν ἐπὶ δελφίνων τε καὶ ἱπποκάμπων ἀθύρουσα, ὁ δὲ ἐκ περιωπῆς τοῦ Πηλίου ὁρῶν ταῦτα ξυνῆκε τῆς θεοῦ καὶ ἔδεισεν ἥκουσαν· ἡ δὲ ἐς θάρσος ἦγε τὸν Πηλέα Ἠοῦς τε μνημονεύουσα, ὡς Τιθωνοῦ ἤρα,5 καὶ Ἀφροδίτης, ὡς ἥττητο τοῦ Ἀγχίσου, καὶ σελήνης, ὡς Ἐνδυμίωνι ἐπεφοίτα καθεύδοντι.
葡萄园工人:他说自己知晓一切并且牢记在心,但除非能从荷马那里得到报酬——在诗中给予他赞誉,并作赞歌歌颂他的智谋与勇气——否则他绝不会透露所知的分毫。荷马应允了这些,并表示将在诗中尽己所能地施以厚待,于是奥德修斯如实而按照原样讲述了一切;因为亡魂在血食与祭坑旁是绝不会说谎的。但在荷马正要离去之时,奥德修斯大声喊道:‘帕拉墨得斯向我索要谋杀他的血债判罚,我知道自己有罪,也必定会遭受惩罚,荷马啊,因为此处的审判官严酷可怖,复仇女神的刑罚已迫在眉睫;但若在上界之人看来我并未对帕拉墨得斯施下这些手段,此处的惩罚对我而言便不至于将我彻底毁灭。因此,切莫将帕拉墨得斯带入伊利昂,切莫将他当作士兵,也切莫说他是智者;因为其他诗人固然会言及他,但若非出自你之口,便不会显得有说服力。’外邦人啊,这就是奥德修斯与荷马的相会;荷马正是如此获悉了真情,却为了契合自己预设的故事旨趣而改动了许多事。 腓尼基人:葡萄园工人啊,关于荷马的故乡以及他所生之父母,你可曾询问过普罗忒西拉奥斯? 葡萄园工人:问过多次呢,外邦人。 腓尼基人:那他怎么说? 葡萄园工人:他说他固然知晓,但由于荷马隐去了这些,以便让那些显赫的城邦能将他视作自己的公民,且或许这也是命运女神关于荷马的旨意,即让他看起来没有归属之邦;普罗忒西拉奥斯说,自己若将这最终归为了荷马赞誉的事宣扬出去,那无论对命运三女神还是对缪斯们而言,所行皆非悦人之事。因为所有的城邦,葡萄园工人:所有的部族都将自己归附于他,并且彼此之间甚至会为了他打起官司,仿佛对待公民一般将自己登记在荷马名下。至于说我对你连这番话也不会隐瞒,腓尼基人啊,若是我真知道也绝不会匿而不谈,我之前所言便足以为证;因为我想我已经毫无保留地将我所知的一切都详尽告知于你了。 腓尼基人:我相信你,葡萄园工人,让我们遵从这些事情被缄默的原因吧。然而现在是你让阿基琉斯现身的时候了,只要他不至于像当年在战壕边向特洛伊人放射光芒那样,也让我们惊恐骇然。 葡萄园工人:莫要畏惧阿基琉斯,外邦人,因为在故事的开端,你所遇见的将是尚处孩提的他。 腓尼基人:如果你能从他幼年讲起,那将是一大赐予;因为在此之后,我们想必便会遇见他顶盔贯甲、英勇奋战了。 葡萄园工人:定当如此,届时你会说自己知晓阿基琉斯的一切。关于他,我曾听闻这番故事:一位海中神灵的幻象曾常来造访佩琉斯;我想那神灵是因爱慕他,而在珀利翁山与佩琉斯同居,但出于对人群的羞怯,她尚未吐露自己的身世,也未言明来自何方。一日海面平静,她恰巧正乘着海豚与海马嬉戏,而他在珀利翁山的眺望处目睹此景,便领悟到她是位女神,在她走来时心生敬畏;然而她提醒佩琉斯:黎明女神厄俄斯如何爱慕提托诺斯,阿佛洛狄忒如何倾心于安喀塞斯,月亮女神塞勒涅又如何常常去探访沉睡的恩底弥翁,以此让他重拾勇气。
- 728εἰ μὴ μισθὸς αὐτῷ παρʼ Ὁμήρου γένοιτο
间接引语中的斜式祈愿语气(optativus obliquus),承接主句中由 ἄν 引导的潜势祈愿语气转化而来的不定式 εἰπεῖν δʼ ἄν,在直接引语中相当于 ἐὰν μή 加虚拟语气、εἰ μή 加祈愿语气或将来条件句。
- 728μὴ δόξω εἰργάσθαι τὸν Παλαμήδην ταῦτα
不定式 εἰργάσθαι 支配双宾格:τὸν Παλαμήδην 为受影响者宾格,ταῦτα 为表示行为内容的宾格。否定词 μή 修饰条件从句 εἰ ... μὴ δόξω。
- 728πιθανὰ δὲ οὐ δόξει μὴ σοὶ εἰρημένα
分词 εἰρημένα 与否定词 μή 连用构成条件分词短语(‘若非出自你之口’)。δόξει 的主语为省略的中性复数(指他人所言),中性复数表语形容词 πιθανά 与之呼应,σοί 为附属于被动分词的行为者与格(dativus auctoris)。
- 729τοῦ δὲ μηδʼ ἂν τοῦτον σιωπῆσαι τὸν λόγον πρὸς σέ
带属格冠词的不定式短语 τοῦ ... σιωπῆσαι ... μηδʼ ἂν κρύψαι 依附于其后的表语名词 τεκμήρια(‘关于我不会向你隐瞒……的证据’)。带 ἄν 的不定式表达与过去事实相反或潜势推论,与从句 εἴπερ ἐγίγνωσκον αὐτόν(‘如果我真知道的话’)形成条件呼应。
- 729Ἠοῦς τε μνημονεύουσα, ὡς Τιθωνοῦ ἤρα
提叙(prolepsis)结构:Ἠοῦς、Ἀφροδίτης 和 σελήνης 作为属格直接宾语由 μνημονεύουσα 支配,具体内容则由随后的 ὡς 从句展开(‘提起黎明女神,说她如何爱慕提托诺斯……’)。
