← 斐洛斯脱拉德

论英雄

§726-727

荷马知识的来源与降魂术

腓尼基人惊叹于荷马详尽的知识并推测其由神明所作,葡萄园工人则反驳称荷马确有其人,并通过走访收集历史事迹以及对奥德修斯施行降魂术获得了真相。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§726

Φοῖνιξ ὡς ἐκλελῆσθαι τῶν οἴκοι,1 μὴ ἀπίστει κἀμὲ προσκεῖσθαι τῷ λόγῳ, καθάπερ τῷ λωτῷ, καὶ μήτʼ ἂν ἑκόντα ἀπελθεῖν ἐνθένδε, ἀπαχθῆναί τε μόγις ἂν ἐπὶ τὴν ναῦν2 καὶ δεθῆναι δʼ αὖ ἐν αὐτῇ κλάοντα καὶ ὀλοφυρόμενον ἐπὶ τῷ μὴ ἐμπίπλασθαι τοῦ λόγου. καὶ γάρ με καὶ πρὸς τὰ τοῦ Ὁμήρου ποιήματα οὕτω διατέθεικας, ὡς θεῖά τε αὐτὰ ἡγούμενον καὶ ʽοἷαʼ πέρα ἀνθρώπου δόξαι νῦν ἐκπεπλῆχθαι μᾶλλον οὐκ ἐπὶ τῇ ἐποποιίᾳ μόνον, οὐδʼ εἴ τις ἡδονὴ διήκει σφῶν, ἀλλὰ πολλῷ μᾶλλον ἐπί τε τοῖς ὀνόμασι τῶν ἡρώων ἐπί τε τοῖς γένεσι καί, νὴ Δίʼ, ὡς ἕκαστος αὐτῶν ἔλαχε τοῦ κτεῖναί τινα ἢ ἀποθανεῖν ὑφʼ ἑτέρου. τὸν μὲν γὰρ Πρωτεσίλεων δαίμονα ἤδη ὄντα οὐδὲν οἶμαι θαυμαστὸν εἰδέναι ταῦτα, Ὁμήρῳ δὲ πόθεν μὲν Εὔφορβος, πόθεν δὲ Ἕλενοί τε καὶ Δηίφοβοι καί, νὴ Δίʼ, ἐκ τῆς ἀντικειμένης στρατιᾶς οἱ πολλοὶ ἄνδρες, οὓς ἐν καταλόγῳ φράζει; τὸ γὰρ μὴ ὑποτεθεῖσθαι ταῦτα τὸν Ὅμηρον, ἀλλὰ γεγονότων τε καὶ ἀληθινῶν ἔργων ἀπαγγελίαν ποιεῖσθαι μαρτυρεῖ ὁ Πρωτεσίλεως, πλὴν ὀλίγων, ἃ δοκεῖ μᾶλλον ἑκὼν μετασκευάσαι ἐπὶ τῷ ποικίλην τε καὶ ἡδίω ἀποφῆναι τὴν ποίησιν, ὅθεν τὸ ὑπὸ ἐνίων λεγόμενον, ὡς Ἀπόλλων αὐτὰ ποιήσας τὸν Ὅμηρον ἐπέγραψε τῇ ποιήσει σφόδρα μοι δοκεῖ ἐρρῶσθαι· τὸ γὰρ γιγνώσκειν ταῦτα θεῷ μᾶλλον ἢ ἀνθρώπῳ ἔοικεν. Ἀμπελουργός τὸ μὲν θεοὺς ἡγεμόνας εἶναι τοῖς ποιηταῖς, ξένε, πάσης ᾠδῆς, αὐτοί που οἱ ποιηταὶ ὁμολογοῦσιν οἱ μὲν τὴν Καλλιόπην, οἱ δὲ πάσας, οἱ δὲ καὶ τὸν Ἀπόλλω πρὸς ταῖς ἐννέα παρατυχεῖν αἰτούμενοι τῷ λόγῳ, τὰ δὲ Ὁμήρου ταῦτα οὐκ ἀθεεὶ μὲν εἴρηται, οὐ μὴν Ἀπόλλωνί γε αὐτῷ ἢ Μούσαις αὐταῖς ᾖσται.

腓尼基人:以至于忘却了家乡之人,请莫不信我也依恋着这番话语,正如依恋那忘忧果一样,绝不会心甘情愿从这里离去,哪怕被勉强拖回船上,也会在船中被重新捆绑,痛哭哀叹自己未能饱听这故事。因为你让我对荷马的诗作抱有如此的心情:将它们视为神圣,且看起来超越常人之能,如今更令我惊叹的,不仅是其史诗技艺,亦不仅是贯穿其中的某种愉悦,而更是英雄们的名号、世系,以及指着宙斯起誓,他们每个人究竟是如何注定斩杀某人或命丧于他人之手。因为我认为,普罗忒西拉奥斯既已成为神灵,知晓这些事并不足为奇;但对荷马而言,欧福耳玻斯究竟从何而来,赫勒诺斯和得伊福玻斯又从何而来,还有指着宙斯起誓,他在名录中所列举的敌军阵营中的众多男儿又是从何而来?因为普罗忒西拉奥斯作证说,荷马并非杜撰了这些,而是对真实发生的事迹作了如实记述,除了少数几处他似乎是为了使诗篇更显丰富悦人而特意做了改动;因此某些人所言阿波罗作了这些诗篇而将荷马之名题于其上,在我看来极有说服力;因为知晓这些事,确乎肖似神明而非凡人。 葡萄园工人:外邦人啊,关于神明是诗人们一切歌咏的指引者,诗人们自己大概也承认这一点,有人请求卡利俄佩,有人请求全体缪斯,还有人请求阿波罗连同这九位女神一同莅临其辞章;然而荷马的这些作品固然并非没有神助而作,却绝非阿波罗本人或缪斯本人所歌唱的。

§727

Ἀμπελουργός γέγονε γάρ, ξένε, γέγονε ποιητὴς Ὅμηρος καὶ ᾖδεν, ὡς μέν φασιν ἕτεροι μετὰ τέτταρα καὶ εἴκοσιν ἔτη τῶν Τρωικῶν, οἱ δὲ μετὰ ἑπτὰ καὶ εἴκοσι πρὸς ταῖς ἑκατόν, ὅτε τὴν ἀποικίαν οἱ Ἀθηναῖοι ἐς Ἰωνίαν ἔστειλαν, οἱ δὲ ἑξήκοντα καὶ ἑκατὸν ἔτη γεγονέναι μετὰ τὴν Τροίαν ἐπὶ Ὅμηρόν τέ φασι καὶ Ἡσίοδον, ὅτε δὴ ᾆσαι ἄμφω ἐν Χαλκίδι τὸν μὲν τὰ ἑπτὰ ἔπη τὰ περὶ τοῖν Αἰάντοιν καὶ ὡς αἱ φάλαγγες αὐτοῖς ἀραρυῖαί τε ἦσαν καὶ καρτεραί, τὸν δὲ τὰ πρὸς τὸν ἀδελφὸν τὸν ἑαυτοῦ Πέρσην, ἐν οἷς αὐτὸν ἔργων τε ἐκέλευσεν ἅπτεσθαι καὶ γεωργίᾳ προσκεῖσθαι, ὡς μὴ δέοιτο ἑτέρων, μηδὲ πεινῴη. καὶ ἀληθέστερα, ξένε, περὶ τῶν Ὁμήρου χρόνων ταῦτα, ξυντίθεται γὰρ αὐτοῖς ὁ Πρωτεσίλεως. δύο γοῦν ποιητῶν ὕμνον ποτὲ εἰπόντων ἐς αὐτὸν ἐνταυθοῖ καὶ ἀπελθόντων ἤρετό με ὁ ἥρως ἀφικόμενος, ὅτῳ αὐτῶν ψηφιζοίμην, ἐμοῦ δὲ τὸν φαυλότερον ἐπαινέσαντος, καὶ γὰρ μᾶλλον ἔτυχέ με ᾑρηκώς, γελάσας ὁ Πρωτεσίλεως καὶ Πανίδης, εἶπεν ἀμπελουργέ, ταὐτόν σοι πέπονθεν· Χαλκίδος γὰρ τῆς ἐπʼ Εὐρίπῳ βασιλεὺς ὢν ἐκεῖνος Ἡσιόδῳ κατὰ Ὁμήρου ἐψηφίσατο καὶ ταῦτα τὸ γένειον μεῖζον ἔχων ἢ σύ.3 γέγονε μὲν δή, ξένε, ποιητὴς Ὅμηρος καὶ τὰ ποιήματα ἀνθρώπου ταῦτα καὶ τὰ ὀνόματα ᾔδει καὶ τὰ ἔργα ξυνελέξατο μὲν ἐκ τῶν πόλεων, ἃς ἕκαστοι ἦγον, ἐπῆλθε μὲν γὰρ τὴν Ἑλλάδα μετὰ χρόνον τῶν Τρωικῶν οὔπω ἱκανὸν ἐξαμαυρῶσαι τὰ ἐν τῇ Τροίᾳ, ἔμαθε δὲ αὐτὰ καὶ τρόπον ἕτερον δαιμόνιόν τε καὶ σοφίας πρόσω· ἐς Ἰθάκην γάρ ποτε τὸν Ὅμηρον πλεῦσαί φασιν ἀκούσαντα, ὡς πέπνυται ἔτι ἡ ψυχὴ τοῦ Ὀδυσσέως καὶ ψυχαγωγίᾳ ἐπʼ αὐτὸν χρήσασθαι, ἐπεὶ δὲ ἀνελθεῖν τὸν Ὀδυσσέα, ὁ μὲν ἠρώτα αὐτὸν τὰ ἐν Ἰλίῳ,

葡萄园工人:因为,外邦人啊,诗人荷马确曾存在,并且作歌吟唱——正如有人说是在特洛伊战后二十四年,另有人说是在一百二十七年后,即雅典人向伊奥尼亚派遣殖民队之时;还有人说特洛伊陷落之后经历了一百六十年才到荷马与赫西俄德的时代,当时两人在哈尔基斯同台竞技,一人吟诵了关于两位埃阿斯的七行诗,述及他们的方阵是如何紧密而坚强,另一人则吟诵了写给其弟佩耳塞斯的诗句,告诫他投身劳作、专心农事,免得仰仗他人或忍饥挨饿。外邦人啊,关于荷马年代的这后一种说法更为真实,因为普罗忒西拉奥斯亦赞同此说。无论如何,曾有两位诗人在本处向他献唱赞歌,在他们离去之后,英雄到来并问我投票给哪一位;当我赞扬了较为拙劣的那一位时——因为他恰巧更能打动我——普罗忒西拉奥斯笑着说:‘葡萄园工人啊,帕内得斯也遭遇了与你完全相同的事;因为那人身为厄里波斯海峡畔哈尔基斯的国王,投票支持赫西俄德而反对荷马,尽管他的胡须蓄得比你还要长。’因此,外邦人啊,诗人荷马确曾存在,而这些诗篇亦是凡人之作;他通晓各人的名字,并从诸位领袖统领的城邦中搜集了事迹,因为他在特洛伊战后走遍了希腊,那时岁月尚不足以湮灭特洛伊的往事;但他亦通过另一种超凡且极具智慧的方式获知了这些:人们说荷马曾听说奥德修斯的灵魂仍具有清晰神智,便航海前往伊萨卡,对他施展了降魂术;当奥德修斯升上来时,荷马便向他询问伊利昂的诸般往事,

语法注3 条
  1. 726ὡς ἐκλελῆσθαι τῶν οἴκοι

    承接前一段落末尾条件句“εἰ οἱ τοῦ λωτοῦ παρʼ Ὁμήρῳ φαγόντες... οὕτως προσέκειντο τῇ πόᾳ”(若是他们曾如此热切依恋那草木)中的副词 οὕτως 的结果从句(ὡς 搭配完成时不定式)。在结构上它补充了条件从句的假设部分,主句由 μὴ ἀπίστει 引导。

  2. 726καὶ μήτʼ ἂν ἑκόντα ἀπελθεῖν ἐνθένδε, ἀπαχθῆναί τε μόγις ἂν ἐπὶ τὴν ναῦν

    由动词 μὴ ἀπίστει(切莫不信)所统摄的“宾格加不定式”间接引语结构。小品词 ἄν 修饰后续的一系列不定式(ἀπελθεῖν、ἀπαχθῆναι、δεθῆναι),反映了直接引语中的潜能希求语气(如 οὐδʼ ἂν ἀπέλθοιμι)或反事实虚拟,表示“绝不会自愿离开,而只会被勉强拖回”。

  3. 727καὶ ταῦτα τὸ γένειον μεῖζον ἔχων ἢ σύ

    καὶ ταῦτα 搭配分词(ἔχων)构成的习惯表达,意为“而且是在……的情况下”或“尽管……”。此处用来强调让步与讽刺意味:帕内得斯王虽然蓄着比葡萄园工人更长、更显威严与年资的胡须,却依然做出了舍弃荷马而选赫西俄德的荒唐裁决。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg004.humanitext-grc2:726-727