- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg004.humanitext-grc2:724-725
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
葡萄园工人讲述了萨尔佩冬的神圣世系与死后情景、帕里斯的武艺与极端自恋,以及赫勒诺斯与欧福耳玻斯等人的才能,随后结束关于特洛伊人的叙述并准备转入阿喀琉斯的故事。
Ἀμπελουργός ἀπὸ Διὸς μὲν γὰρ Αἰακίδας τε ᾅδεσθαι καὶ Δαρδανίδας καὶ τοὺς Ταντάλου, τὸ δὲ αὐτοῦ Διὸς γεγονέναι μόνῳ τῶν ὑπὲρ Τροίας τε καὶ ἐπὶ Τροίαν ἐλθόντων ἐκείνῳ ὑπάρξαι,1 τουτὶ δὲ καὶ τὸν Ἡρακλέα μείζω ποιῆσαι καὶ θαυμασιώτερον τοῖς ἀνθρώποις. ἀποθανεῖν δέ, ὡς Ὁμήρῳ εἴρηται, καὶ εἶναι ἀμφὶ τὰ τετταράκοντα ἔτη καὶ τάφου ἐν Λυκίᾳ τυχεῖν, ἐς ὃν παρέπεμψαν οἱ Λύκιοι δεικνύντες τὸν νεκρὸν τοῖς ἔθνεσι, διʼ ὧν ἤγετο. ἐσκεύαστο δὲ ἀρώμασι καὶ ἐῴκει καθεύδοντι, ὅθεν οἱ ποιηταὶ πομπῷ φασιν αὐτὸν τῷ Ὕπνῳ χρήσασθαι. Ἀμπελουργός ἄκουε καὶ τὰ τοῦ Ἀλεξάνδρου τοῦ Πάριδος, εἰ μὴ ἄχθῃ αὐτῷ σφόδρα. Φοῖνιξ ἄχθομαι μέν, οὐ χεῖρον δὲ ἀκοῦσαι. Ἀμπελουργός φησὶ τοίνυν τὸν Ἀλέξανδρον Τρωσὶ μὲν ἀπηχθῆσθαι πᾶσι, κακὸν δʼ οὐκ εἶναι τὰ πολέμια, τὸ δὲ εἶδος ἥδιστον ἐπίχαρίν τε τὴν φωνὴν καὶ τὸ ἦθος, ἅτε τῇ Πελοποννήσῳ ἐπιμίξαντα, μάχεσθαι δὲ πάντας τρόπους καὶ τὴν ἐπιστήμην, ὁπόση τόξων, μὴ λείπεσθαι τοῦ Πανδάρου. καὶ πλεῦσαι μὲν ἐς τὴν Ἑλλάδα ἔφηβον, ὅτε δὴ ξένον τοῦ Μενέλεω γενέσθαι αὐτὸν καὶ τὴν Ἑλένην ἑλεῖν τῷ εἴδει, ἀποθανεῖν δὲ οὔπω τριακοντούτην. γάνυσθαι δὲ τῷ ἑαυτοῦ κάλλει καὶ περιβλέπεσθαι μὲν ὑφʼ ἑτέρων, περιβλέπειν δὲ καὶ ἑαυτόν, ὅθεν χαριέστατα ὁ ἥρως ἐς αὐτὸν παίζει· τοῦτον γὰρ τὸν ταώ, χαίρει δὲ ὁ Πρωτεσίλεως τῇ ἄνθῃ καὶ τῇ ὥρᾳ τοῦ ὄρνιθος, ἰδών ποτε ὑπερανεστηκότα καὶ περιβεβλημένον τὰ πτερὰ περιβλέποντά τε αὐτὰ καὶ καθαίροντα, ἔστι δʼ ἃ καὶ διατιθέντα, ἵνʼ, ὥσπερ οἱ τῶν λίθων ὅρμοι, κεκοσμημένα φαίνοιτο, ἰδού, ἔφη οὗ πρῴην ἐμνημονεύομεν, Πάρις ὁ τοῦ Πριάμου. ἐμοῦ δὲ ἐρομένου αὐτὸν τί ἔοικεν ὁ ταὼς τῷ Πάριδι; τὸ φίλαυτον εἶπεν. καὶ γὰρ δὴ κἀκεῖνος κόσμου ἕνεκεν περιήθρει μὲν ἑαυτόν, Ἀμπελουργός περιεσκόπει δὲ τὰ ὅπλα. δορὰς δὲ παρδάλεων ἐνῆπτο τοῖς ὤμοις, αὐχμὸν δὲ προσιζάνειν ταῖς κόμαις οὐδὲ ὁπότε μάχοιτο, ἠνείχετο, ἔστιλβε δὲ καὶ τοὺς ὄνυχας τῶν χειρῶν, καὶ ὑπόγρυπος ἦν καὶ λευκὸς καὶ τὸ ὄμμα ἐγέγραπτο, ἡ δὲ ἑτέρα ὀφρὺς ὑπερῆρε τοῦ ὄμματος. Ἕλενος δὲ καὶ Δηίφοβος καὶ Πολυδάμας ξυνέβαινον μὲν ἀλλήλοις τὰς μάχας καὶ ταὐτὸν ἐφέροντο τῆς ῥώμης, εὐδόκιμοι δὲ τὰς ξυμβουλίας ἦσαν, ὁ δὲ Ἕλενος καὶ μαντικῆς ἥπτετο ἴσα τῷ Κάλχαντι. περὶ δὲ Εὐφόρβου τοῦ Πάνθου καὶ ὡς γένοιτό τις ἐν Τροίᾳ Εὔφορβος καὶ ἀποθάνοι ὑπὸ τοῦ Μενέλεω, τὸν Πυθαγόρου, οἶμαι, τοῦ Σαμίου λόγον ἤκουσας· ἔλεγε γὰρ δὴ ὁ Πυθαγόρας Εὔφορβος γεγονέναι μεταφῦναί τε Ἴων μὲν ἐκ Τρωός, σοφὸς δὲ ἐκ πολεμικοῦ, κεκολασμένος δὲ ἐκ τρυφῶντος, τήν τε κόμην, ἣν σοφὸς γενόμενος ἐκόσμει τῷ αὐχμῷ, χρυσῆν ἐν Τροίᾳ ἐποιεῖτο, ὁπότʼ ἦν Εὔφορβος. ὁ δὲ Πρωτεσίλεως τὸν Εὔφορβον ἥλικα ἑαυτοῦ ἡγεῖται καὶ ἐλεεῖ καὶ ὁμολογεῖ τὸν Πάτροκλον ὑπʼ αὐτοῦ τρωθέντα παραδοθῆναι τῷ Ἕκτορι, εἰ δὲ ἐς ἄνδρας ἦλθεν, οὐδὲν ἄν φησιν αὐτὸν κακίω νομισθῆναι τοῦ Ἕκτορος.2 τὴν μέν γε ὥραν αὐτοῦ καὶ τοὺς Ἀχαιούς φησι θέλγειν· ἐοικέναι γὰρ αὐτὸν ἀγάλματι, ὁπότε μάλιστα ἑαυτοῦ ὁ Ἀπόλλων ἀκερσεκόμης τε καὶ ἁβρὸς φαίνοιτο.3 ταῦτα, ξένε, περὶ τῶν Τρώων δίεισιν ὁ θεῖός τε καὶ ἀγαθὸς ἥρως. λοιπὸν δʼ ἡμῖν ἴσως τὸν τοῦ Ἀχιλλέως ἀποτελέσαι λόγον, εἰ μὴ ἀπείρηκας πρὸς τὸ μῆκος. Φοῖνιξ εἰ οἱ τοῦ λωτοῦ παρʼ Ὁμήρῳ φαγόντες, ὦ ἀμπελουργέ, προθύμως οὕτως προσέκειντο τῇ πόᾳ,
葡萄园工人:因为,虽说埃阿科斯的后裔、达耳达诺斯的后裔以及坦塔洛斯的子孙都被歌颂为源出宙斯,但自身即为宙斯之子这一荣耀,在所有为特洛伊而战或攻打特洛伊的人中,却唯独属于他一人;而正是这一点,亦使赫拉克勒斯在世人眼中更为崇高、更为令人惊叹。萨尔佩冬正如荷马所叙述的那样战死,寿年约四十岁,并在吕基亚获得了一处陵墓;吕基亚人将他的遗体护送至该处,沿途向所经各部族展示。尸身涂抹了香料,宛如熟睡之人,因此诗人们说他以‘睡神’为护送者。 葡萄园工人:若你不是极其厌恶他,也请听听关于帕里斯(即亚历山大)的事迹吧。 腓尼基人:我确实厌恶他,但听一听也无妨。 葡萄园工人:那么,他说亚历山大虽为全体特洛伊人所憎恶,在战事上却并非庸手;他的容貌极尽悦人,嗓音与性情亦颇具魅力,因为他曾游历伯罗奔尼撒;他通晓各样战斗方式,而在射术上的造诣绝不逊于潘达罗斯。他在青年时乘船前往希腊,正在那时成为墨涅拉俄斯的宾客,并以其美貌掳获了海伦,但未及三十岁便死去了。他沉醉于自己的美貌,既受他人注视,亦顾影自怜;因此英雄对他作了极其诙谐的嘲讽。因为有一次他见到那只孔雀——普罗忒西拉奥斯十分喜爱这种鸟儿的华彩与艳丽——挺立着身躯,展开羽翼,环视并梳理着羽毛,还将某些羽毛整理妥帖,以便看起来如同宝石项链般绚烂,他便说:‘看哪,前天我们提到的普里阿摩斯之子帕里斯就在那里!’当我问他‘孔雀何处肖似帕里斯’时,他说:‘自恋。’因为确实,那人亦为了妆饰而顾视己身,葡萄园工人:且审视自己的甲胄。他将豹皮披在肩头,甚至在战斗时亦不容许尘埃落在发丝上,磨光指甲,鼻梁微隆,肤色白皙,双眼施以描画,其中一侧眉毛高高挑起。赫勒诺斯、得伊福玻斯与波吕达马斯在战斗中彼此配合默契,力量旗鼓相当,并因其谋略而备受推崇,而赫勒诺斯通晓预言术亦不亚于卡尔卡斯。至于潘托奥斯之子欧福耳玻斯,以及特洛伊曾有欧福耳玻斯其人并死于墨涅拉俄斯之手一事,我想你定听过萨摩斯人毕达哥拉斯的说法;因为毕达哥拉斯声称自己曾是欧福耳玻斯,从特洛伊人转生成为伊奥尼亚人,从战阵之士成为哲人,从骄奢之人成为节制之人;那在成为哲人后以蓬垢为饰的长发,当他在特洛伊做欧福耳玻斯时,却是饰以黄金的。普罗忒西拉奥斯视欧福耳玻斯为自己的同辈,对他颇怀怜悯,并承认帕特洛克罗斯是被他击伤后才交落到赫克托耳手中的;若是他活至成年,他说此人绝不会被认为比赫克托耳逊色。至少他的青春美貌连阿开奥斯人亦为之倾倒;因为他宛如一座雕像,肖似阿波罗展现出自身最本真的蓄长发而柔美之貌时的模样。外邦人啊,神圣而高贵的英雄关于特洛伊人所叙述的便是这些。倘若你未曾因其冗长而倦怠,接下来或许便轮到我们完结关于阿喀琉斯的论述了。 腓尼基人:葡萄园工人啊,若是荷马诗篇中那些品尝了忘忧果的人,曾如此热切地依恋着那草木,
- 724τὸ δὲ αὐτοῦ Διὸς γεγονέναι μόνῳ τῶν ὑπὲρ Τροίας τε καὶ ἐπὶ Τροίαν ἐλθόντων ἐκείνῳ ὑπάρξαι
在“带对格的不定式”间接引语结构中,带冠词的不定式短语 τὸ ... γεγονέναι(“作为宙斯本人的子嗣”)充当主语对格,支配动词 ὑπάρξαι。属格 αὐτοῦ Διὸς 表示直系亲缘(“出自宙斯本人”),而与格代词 ἐκείνῳ 则作 ὑπάρξαι 的间接宾语,特指萨尔佩冬。
- 725εἰ δὲ ἐς ἄνδρας ἦλθεν, οὐδὲν ἄν φησιν αὐτὸν κακίω νομισθῆναι τοῦ Ἕκτορος
间接引语中的过去与事实相反的虚拟条件句。在直接引语中,条件从句由 εἰ 搭配直陈式不定过去时(ἦλθεν)构成,其结论句在直接引语中本应为 ἄν 搭配直陈式过去时(οὐδὲν ἂν ἐνομίσθη),在由 φησιν 引导的间接引语中则转化为 ἄν 搭配不定式 νομισθῆναι。
- 725ὁπότε μάλιστα ἑαυτοῦ ὁ Ἀπόλλων ἀκερσεκόμης τε καὶ ἁβρὸς φαίνοιτο
反身代词属格 ἑαυτοῦ 与最高级副词 μάλιστα 结合,构成一种表示“最符合自身本质/本色发挥至极”的惯用表达,意为“当阿波罗最为展现其自身特质之时”。
