← 斐洛斯脱拉德

论英雄

§722-723

赫克托耳的真实面貌与埃涅阿斯及萨尔佩冬

普罗忒西拉奥斯叙述了赫克托耳的武艺、对帕里斯的厌恶、与公牛角力的勇士训练以及有别于荷马记述的壮烈阵亡,随后描绘了深谋远虑的埃涅阿斯与出身高贵的萨尔佩冬。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§722

Ἀμπελουργός ἐπαινῶν τοίνυν τὸν Ἕκτορα ὁ Πρωτεσίλεως ἐπαινεῖ καὶ τὸν Ὁμήρου ἐπʼ αὐτῷ λόγον· ἄριστα γὰρ τὸν Ὅμηρον τάς τε ἡνιοχήσεις αὐτοῦ διελθεῖν καὶ τὰς μάχας καὶ τὰς βουλὰς καὶ τὸ μὴ ἐπʼ ἄλλῳ, ἀλλʼ ἐπʼ αὐτῷ εἶναι τὴν Τροίαν,1 καὶ ὁπόσα δὲ κομπάζει ἐν τῇ τοῦ Ὁμήρου ποιήσει ὁ Ἕκτωρ ἀπειλῶν τοῖς Ἀχαιοῖς τὸ ἐπὶ τὰς ναῦς πῦρ, πάνυ φησὶν ἐοικέναι τῇ φορᾷ τοῦ ἥρω, πολλὰ γὰρ τοιαῦτα λέγειν αὐτὸν ἐν ταῖς μάχαις, ἐκπληκτικώτατα δὲ ἀνθρώπων βλέψαι καὶ φθέγξασθαι μέγα. εἶναι δὲ τοῦ μὲν Τελαμωνίου μείω, κακίω δὲ οὐδὲν τὰς μάχας, ἐν αἷς ἐνδείκνυσθαί τι αὐτὸν καὶ τῆς τοῦ Ἀχιλλέως θερμότητος. διεβέβλητο δὲ πρὸς τὸν Πάριν ὡς δειλὸν καὶ ἥττω τοῦ κοσμεῖσθαι· τό τοι κομᾶν καίτοι σπουδαζόμενον βασιλεῦσί τε καὶ βασιλέων παισὶν ἀνάξιον ἑαυτοῦ δι’ ἐκεῖνον ἡγεῖτο. τὰ δὲ ὦτα κατεαγὼς ἦν2 οὐχ ὑπὸ πάλης, τουτὶ γάρ, ὡς ἔφην, οὔτʼ αὐτὸς ἐγίγνωσκεν οὔθʼ οἱ βάρβαροι, ἀλλὰ ταύροις ἀντήριζε καὶ τὸ συμπλέκεσθαι τοῖς θηρίοις τούτοις πολεμικὸν ἡγεῖτο· παλαίοντος μὲν γὰρ καὶ ταῦτα ἦν, ὁ δὲ τοῦτο μὲν ἠγνόει πράττων, τὸ δὲ ὑφίστασθαι μυκωμένους καὶ θαρσεῖν τὰς αἰχμὰς τῶν κεράτων καὶ ἀπαυχενίσαι ταῦρον καὶ τρωθεὶς ὑπʼ αὐτοῦ μὴ ἀπειπεῖν ὑπὲρ μελέτης τῶν πολεμικῶν ἤσκει. τὸ μὲν δὴ ἄγαλμα τὸ ἐν Ἰλίῳ νέον τὸν Ἕκτορα καὶ μειρακιώδη φέρει, ὁ Πρωτεσίλεως δὲ γενέσθαι μὲν αὐτὸν κἀκείνου ἡδίω φησὶ καὶ μείζω, ἀποθανεῖν δὲ τριακοντούτην ἴσως, οὐ μὴν φεύγοντα ἢ παρεικότα τὰς χεῖρας, ταυτὶ γὰρ συκοφαντεῖσθαι τὸν Ἕκτορα ὑπὸ τοῦ Ὁμήρου, ἀλλὰ καρτερῶς ἀγωνισάμενον καὶ μόνον τῶν Τρώων καταμείναντα ἔξω τοῦ τείχους πεσεῖν ὀψὲ τῆς μάχης, Ἀμπελουργός ἀποθανόντα δὲ ἑλχθῆναι μὲν ἀνηρτημένον τοῦ ἅρματος, ἀποδοθῆναι δέ, ὡς Ὁμήρῳ εἴρηται. Αἰνείαν δὲ μάχεσθαι μὲν τούτου ἧττον, συνέσει δὲ περιεῖναι τῶν Τρώων, ἀξιοῦσθαι δὲ τῶν αὐτῶν Ἕκτορι, τὰ δὲ τῶν θεῶν εὖ εἰδέναι, ἃ δὴ ἐπέπρωτο αὐτῷ Τροίας ἁλούσης, ἐκπλήττεσθαι δὲ ὑπʼ οὐδενὸς φόβου, τὸ γὰρ ἔννουν τε καὶ λελογισμένον ἐν αὐτοῖς μάλιστα τοῖς φοβεροῖς ἔχειν. ἐκάλουν δὲ οἱ Ἀχαιοὶ τὸν μὲν Ἕκτορα χεῖρα τῶν Τρώων, τὸν δὲ Αἰνείαν νοῦν, καὶ πλείω παρέχειν αὐτοῖς πράγματα Αἰνείαν σωφρονοῦντα ἢ μεμηνότα Ἕκτορα. ἤστην δὲ ἰσήλικές τε καὶ ἰσομήκεις. τὸ δὲ εἶδος τοῦ Αἰνείου φαιδρὸν μὲν ἧττον ἐφαίνετο, καθεστηκότι δὲ ἐῴκει μᾶλλον ἐκόμα τε ἀνεπαχθῶς, οὐ γὰρ ἤσκει τὴν κόμην οὐδὲ ὑπέκειτο αὐτῇ, ἀλλὰ μόνην τὴν ἀρετὴν ἐποιεῖτο κόσμημα. σφοδρὸν δὲ οὕτω τι ἔβλεπεν, ὥστε ἀποχρῶν εἶναί οἱ πρὸς τοὺς ἀτακτοῦντας καὶ αὐτὸ τὸ βλέψαι. Σαρπηδόνα δὲ Λυκία μὲν ἤνεγκε, Τροία δὲ ἦρεν, ἦν μὲν γὰρ κατὰ τὸν Αἰνείαν τὰς μάχας, ἦγε δὲ Λυκίους ξύμπαντας καὶ ἀρίστω ἄνδρε Γλαῦκόν τε καὶ Πάνδαρον, ἦν δὲ αὐτοῖν ὁ μὲν ὁπλιτεύειν εὐδόκιμος, ὁ δὲ Πάνδαρος τὸν Ἀπόλλω τὸν Λύκιον ἐπιστάντα οἱ μειρακίῳ ἔτι κοινωνῆσαι ἔφη τοῦ τοξεύειν, καὶ ηὔχετο ἀεὶ τῷ Ἀπόλλωνι, ὅτε τοῦ τόξου ἐπὶ μεγάλῳ ἅπτοιτο καὶ πανστρατιᾷ δὲ ὁ Πρωτεσίλεως ἀπαντῆσαί φησι τῷ Σαρπηδόνι τοὺς Τρῶας, πρὸς γὰρ τῇ ἀνδρείᾳ καὶ τῷ εἴδει θείῳ τε καὶ γενναίῳ ὄντι ἀνήρτητο τοὺς Τρῶας3 καὶ τῷ λόγῳ τῷ περὶ τοῦ γένους·

葡萄园工人:普罗忒西拉奥斯在赞美赫克托耳时,亦赞赏荷马关于他的记述;因为荷马极其卓越地叙述了他的御车术、战斗、谋略,以及特洛伊的存亡不系于他人、唯系于他一人的事实。至于赫克托耳在荷马诗篇中声称要以烈火烧毁阿开奥斯人舟师的所有夸饰之辞,他说这完全契合这位英雄的气魄;因为他在战斗中常作此类豪言,目光之慑人远冠常人,呼喝之声洪亮。他虽不及忒拉蒙之子高大,但在战斗中绝不逊色,并在搏杀中表现出若干阿喀琉斯般的炽烈狂热。他极其厌弃帕里斯,视其为懦弱且耽于修饰之人;因此蓄发虽为列王及王子所看重,他却因帕里斯之故视之为不称己身之举。他的双耳曾受挫折,并非由于摔跤之故——因为正如我曾说过的,他本人与异族人皆不通晓此道——而是因为他与公牛角力,将与这等野兽搏击视为战阵训练。虽说这也属于摔跤的范畴,但他行此事时并不知晓,而是为了军事锻炼而刻苦习练,以抵挡怒吼的群牛,无惧其尖利的双角,拗断公牛的颈项,并且在被其顶伤后亦绝不退缩。伊利昂的那尊雕像将赫克托耳塑得年轻如少年,但普罗忒西拉奥斯却说他实比那尊雕像更显温雅、体格更为壮硕,死时大约三十岁,且绝非是在逃窜或松垂双手——因为在这些事上赫克托耳遭到了荷马的诬蔑——而是在顽强奋战、作为特洛伊人中唯一留守城墙外者之后,在战局向晚时阵亡的。葡萄园工人:他死后确曾被系于战车后拖曳,但如荷马所言最终得以归还。至于埃涅阿斯,在勇战方面虽逊于赫克托耳,但在智谋上却冠绝特洛伊人,享有与赫克托耳同等的尊荣;他通晓神意——即特洛伊陷落后注定降临于他的命运——且不为任何恐惧所慑,因为在最可怖的境地中他尤能保持沉静与理智。阿开奥斯人称赫克托耳为特洛伊人之‘手’,埃涅阿斯为‘心’,并认为沉着审慎的埃涅阿斯比陷入狂怒的赫克托耳给他们制造了更多的麻烦。二人年纪相若,身材亦等高。埃涅阿斯的容貌虽显得不那么光彩夺目,却更显庄重沉稳,蓄发而不带矫饰;因为他既不修饰长发,亦不为其所累,而是将德行作为自己唯一的饰物。他的目光极其凌厉,单凭注视便足以弹压违纪失序之人。萨尔佩冬由吕基亚所生,而为特洛伊所荣耀;在战斗中他与埃涅阿斯平分秋色,率领着全体吕基亚战士以及格劳科斯与潘达罗斯两位杰出的将领。二人之中,前者长于重装步战而享负盛名;至于潘达罗斯,则自称吕基亚的阿波罗曾在他尚是青年时显现并将射术传授与他,故每逢有重大目标拉弓引箭时,他总向阿波罗祈祷。普罗忒西拉奥斯说,特洛伊人曾全军出动迎接萨尔佩冬;因为除了他的骁勇以及神圣高贵的容貌之外,关于他世系的传说亦将特洛伊人的心紧紧系于他身上。

语法注3 条
  1. 722τὸ μὴ ἐπʼ ἄλλῳ, ἀλλʼ ἐπʼ αὐτῷ εἶναι τὴν Τροίαν

    带定冠词 τὸ 的对格不定式短语,与前文的名词短语(τάς τε ἡνιοχήσεις αὐτοῦ ... καὶ τὰς μάχας καὶ τὰς βουλὰς)并列,充当不定式 διελθεῖν 的宾语。介词 ἐπί 接与格表示依赖或掌控(“取决于”、“在……掌握之中”),指特洛伊的存亡全系于赫克托耳一人。

  2. 722τὰ δὲ ὦτα κατεαγὼς ἦν

    由 κατάγνυμι 的第二完成时主动分词 κατεαγώς(作不及物用,“折断的、挫伤的”)与未完成时 ἦν 构成的迂回完成时结构。τὰ ὦτα 充当关系对格(限制对格),字面义为“他在耳朵方面是破碎的”,即“他的双耳是受挫折损的”。

  3. 723ἀνήρτητο τοὺς Τρῶας

    动词 ἀναρτάω 的中动语态直陈式过去完成时第三人称单数。在中动语态下,该动词具有“使……依附于己”、“争取、招引”的及物意义,支配直接宾语对格 τοὺς Τρῶας。介词短语 πρὸς τῇ ἀνδρείᾳ καὶ τῷ εἴδει... 表示追加(“除了骁勇与容貌之外”),而 τῷ λόγῳ 则是表示手段或原因的与格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg004.humanitext-grc2:722-723