← 斐洛斯脱拉德

论英雄

§720-721

大埃阿斯与雅典的渊源及其自尽与安葬

葡萄园工人讲述了埃阿斯与雅典的渊源、其自尽及奥德修斯的悼念与埋葬过程,随后预告将在阿喀琉斯之前讲述特洛伊阵营英雄的武功。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§720

Ἀμπελουργός ὡς ἄρʼ ἐκόμα ποταμῷ Ἰλισσῷ1 τῷ Ἀθήνησι καὶ ἠγάπων αὐτὸν οἱ ἐν Τροίᾳ Ἀθηναῖοι καὶ ἡγεμόνα ἡγοῦντο καὶ ὅ τι εἴποι, ἔπραττον ἠττίκιζέ τε, ἅτε, οἶμαι, Σαλαμῖνα οἰκῶν, ἣν Ἀθηναῖοι δῆμον πεποίηνται, παῖδά τε αὐτῷ γενόμενον, ὃν Εὐρυσάκην οἱ Ἀχαιοὶ ἐκάλουν, τήν τε ἄλλην ἔτρεφε τροφὴν, ἣν Ἀθηναῖοι ἐπαινοῦσι καὶ ὅτε Ἀθήνησιν οἱ παῖδες ἐν μηνὶ ἀνθεστηριῶνι στεφανοῦνται τῶν ἀνθέων τρίτῳ ἀπὸ γενεᾶς ἔτει, κρατῆράς τε τοὺς ἐκεῖθεν ἐστήσατο καὶ ἔθυσεν, ὅσα Ἀθηναίοις ἐν νόμῳ, μεμνῆσθαι δὲ καὶ αὐτὸν ἔφασκε τουτωνὶ τῶν Διονυσίων κατὰ Θησέα. ὁ δὲ τοῦ θανάτου λόγος, ὃν ὑφʼ ἑαυτοῦ ἀποσφαγεὶς ἀπέθανεν, ἀληθὴς μέν, ἐλεεινὸς δὲ καὶ Ὀδυσσεῖ τάχα, τά τε ἐν Ἅιδου "μὴ ὄφελον νικᾶν2 τοιῷδʼ ἐπʼ ἀέθλῳ· τοίην γὰρ κεφαλὴν ἕνεκʼ αὐτῶν γαῖα κατέσχεν "ἐκεῖ μὲν οὔ φησιν εἰρῆσθαι τῷ Ὀδυσσεῖ, μὴ γὰρ καταβῆναι αὐτὸν ζῶντα, πάντως δὲ εἰρῆσθαί που. πιθανὸν γὰρ που παθεῖν τι καὶ τὸν Ὀδυσσέα καὶ ἀπεύξασθαι τὴν ἑαυτοῦ νίκην ἐλέῳ τοιοῦδε ἀνδρὸς ἐπʼ αὐτῇ ἀποθανόντος. ἐπαινῶν δὲ ὁ Πρωτεσίλεως τοῦ Ὁμήρου ταῦτα πολὺ μᾶλλον ἐπαινεῖ τὸ ἐπʼ αὐτῷ ἔπος, ἐν ᾧ φησι "παῖδες δὲ Τρώων δίκασαν "καὶ γὰρ τῶν Ἀχαιῶν ἀφεῖλε τὴν ἄδικον κρίσιν καὶ δικαστὰς ἐκάθισεν, οὓς εἰκὸς ἦν καταψηφίσασθαι τοῦ Αἴαντος, συγγενὲς γὰρ φόβῳ μῖσος.

葡萄园工人:他说到埃阿斯如何为雅典的伊利索斯河蓄发成辫;在特洛伊的雅典人如何爱戴他,尊奉他为领袖,对他所说的一切言听计从;以及他如何操着阿提卡方言——据我想来,这是因为他居住在已被雅典人划为辖区的萨拉米斯;他如何按照雅典人推崇的一切方式抚养为他所生的儿子(阿开奥斯人称之为欧律萨刻斯),并在雅典儿童于三岁那年的花月节佩戴花冠之际,依那里的规矩陈设调酒缸,按照雅典人的习俗献上一切祭品,普罗忒西拉奥斯还说埃阿斯本人甚至记得忒修斯时代的这一狄奥尼索斯节日。至于关于他死事的传闻,即他自刎喉咙而死,确属实情,甚至对奥德修斯而言或许也令人悲悯。至于在冥府中的那些诗句:‘但愿我不曾在那场争斗中获胜;因为为了那些甲胄,大地竟吞噬了如此尊贵的头颅,’普罗忒西拉奥斯称奥德修斯并未在那里说过这番话,因为他并未活着下过冥府,但无论如何必定在某处说过;因为奥德修斯极有可能心生触动,因怜悯这样一位豪杰为这胜利而殒命,从而诅咒自己的获胜。普罗忒西拉奥斯虽然赞赏荷马的这些诗句,但远更为称道关于他的那句诗,其中写道:‘特洛伊之子嗣作出了判决;’因为诗人藉此洗脱了阿开奥斯人不公正裁判的罪责,让那些注定会投票反对埃阿斯的人充任审判官,盖因仇恨与恐惧本就同气相求。

§721

Ἀμπελουργός μανέντα δὲ αὐτὸν οἱ μὲν Τρῶες ἔδεισαν πλείω ἢ εἰώθεσαν, μὴ προσβαλὼν τῷ τείχει ῥήξῃ αὐτό, καὶ ηὔχοντο Ποσειδῶνί τε καὶ Ἀπόλλωνι, ἐπειδὴ ἐς τὸ τεῖχος ἐθήτευσαν, προβεβλῆσθαι τῶν περγάμων τοῦ ἄστεος καὶ σχεῖν τὸν Αἴαντα,3 εἰ τῶν ἐπάλξεων ἅπτοιτο, οἱ δὲ Ἕλληνες οὐκ ἐπαύοντο ἀγαπῶντες αὐτόν, ἀλλὰ πένθος τε τὴν τοῦ Αἴαντος μανίαν ἐποιοῦντο καὶ τὰ μαντεῖα δὲ ἱκέτευον χρῆσαι, πῶς ἂν μεταβάλοιτο καὶ ἐς νοῦν ἔλθοι, ἐπεὶ δὲ ἀποθανόντα εἶδον καὶ περὶ τῷ ξίφει κείμενον, ᾤμωξαν μὲν οὕτως ἀθρόον, ὡς ἀνήκοοι γενέσθαι μηδὲ τῷ Ἰλίῳ, προὔθεντο δὲ Ἀθηναῖοι τὸ σῶμα καὶ Μενεσθεὺς ἐπʼ αὐτῷ λόγον ἠγόρευσεν, ᾧ νομίζουσι τιμᾶν Ἀθήνησι τοὺς ἐκ τῶν πολεμίων τελευτῶντας. ἔργον ἐνταῦθα εὐδόκιμον τοῦ Ὀδυσσέως ὁ Πρωτεσίλεως οἶδε· προκειμένῳ γὰρ τῷ Αἴαντι τὰ ὅπλα ἐπενεγκὼν τοῦ Ἀχιλλέως καὶ δακρύσας θάπτου τοι ἔφη ἐν οἷς ἠγάπησας καὶ τὴν νίκην τὴν ἐπʼ αὐτοῖς ἔχε μηδὲν ἐς μῆνιν βαλόμενος. ἐπαινούντων δὲ τῶν Ἀχαιῶν τὸν Ὀδυσσέα ἐπῄνει μὲν καὶ ὁ Τεῦκρος, τὰ δὲ ὅπλα παρῃτεῖτο, μὴ γὰρ ὅσια εἶναι ἐντάφια τὰ τοῦ θανάτου αἴτια. ἔθαψαν δὲ αὐτὸν καταθέμενοι ἐς τὴν γῆν τὸ σῶμα ἐξηγουμένου Κάλχαντος, ὡς οὐχ ὅσιοι πυρὶ θάπτεσθαι οἱ ἑαυτοὺς ἀποκτείναντες.4 Τὸν δὲ Τεῦκρον νέον μὲν ἡγοῦ, μέγεθος δὲ καὶ εἶδος καὶ ῥώμην ἐν τοῖς μέσοις τῶν Ἀχαιῶν ἔχειν. Φοῖνιξ τὰ δὲ τῶν Τρώων γιγνώσκει ὁ Πρωτεσίλεως, ἀμπελουργέ, ἢ οὐκ ἀξιοῖ μνημονεύειν αὐτῶν, ὡς μὴ ἄξιοι σπουδῆς φαίνοιντο; Ἀμπελουργός οὐκ ἔστι, ξένε, τὸ τοῦ Πρωτεσίλεω τοιοῦτον, ἄπεστι γὰρ αὐτοῦ φθόνος. ἀπαγγέλλει δὲ δὴ καὶ τὰ τῶν Τρώων ἐσπουδακυίᾳ τῇ γνώμῃ, φησὶ γὰρ κἀκείνους πολὺν πεποιῆσθαι λόγον ἀρετῆς. δίειμι δέ σοι πρὸ τοῦ Ἀχιλλείου λόγου ταῦτα, εἰ γὰρ μετʼ ἐκεῖνον λέγοιτο, οὐ θαυμαστὰ εἶναι δόξει.

葡萄园工人:在他发狂之际,特洛伊人比平日更加恐惧,唯恐他冲击城墙并将其摧毁,于是向曾为修建城墙服过苦役的波塞冬与阿波罗祈求,求他们护卫卫城壁垒,若埃阿斯染指垛口便将其阻挡;而希腊人则未曾减损对他的爱戴,反而将埃阿斯的狂乱化为举哀,并恳求神谕昭示如何能使他回心转意、恢复神智。及至他们见到他已气绝并俯卧在利剑之上时,齐声号啕痛哭,其声势之大甚至连伊利昂城内亦无一人不闻。雅典人为其陈放遗体,梅涅斯透斯在他身旁宣读了悼词,雅典人惯以此仪节告慰阵亡将士。普罗忒西拉奥斯在此处知晓奥德修斯的一件盛德之举:当埃阿斯停灵在席时,奥德修斯捧来阿喀琉斯的铠甲,垂泪说道:‘就让你埋葬在你所钟爱的遗物中吧,握有围绕它们的胜利,心中莫再怀有怨愤。’在阿开奥斯人称赞奥德修斯之际,透克罗斯亦表示赞赏,但坚辞不受铠甲,理由是致死之物作为随葬品是不合天理的。他们在卡尔卡斯的指引下将遗体埋入土中安葬,因为自戕者不宜以火焚葬。至于透克罗斯,请视其为一位年轻人,身量、体态与气力在阿开奥斯人中皆居于中等。腓尼基人:葡萄园工人啊,普罗忒西拉奥斯是否也通晓特洛伊方面的事迹,抑或他不屑于提及他们,以免使他们显得值得重视?葡萄园工人:异乡人啊,普罗忒西拉奥斯绝非这等人,因为他全无嫉妒之心。他带着庄重严肃的心意记述特洛伊人的事迹,因为他说那些人同样极为重视德行。在讲述阿喀琉斯的故事之前,我将先为你细述这些;因为若放在阿喀琉斯之后讲述,特洛伊人的事迹便难以显得令人惊叹了。

语法注4 条
  1. 720ἐκόμα ποταμῷ Ἰλισσῷ

    动词 κομάω 与与格 ποταμῷ Ἰλισσῷ 连用,构成习惯表达,意为‘为伊利索斯河神蓄发’。此处的与格为利益与格(dativus commodi),反映了古希腊青年将发辫奉献给本地河流神祇的成年礼习俗。

  2. 720μὴ ὄφελον νικᾶν

    由否定词 μή、ὀφείλω 的第二不定过去时人称形式 ὄφελον 与现在时不定式 νικᾶν 构成的表示过去不可实现之愿望的固定句式,意为‘但愿我不曾获胜’。

  3. 721προβεβλῆσθαι τῶν περγάμων τοῦ ἄστεος καὶ σχεῖν τὸν Αἴαντα

    完成时中被动态不定式 προβεβλῆσθαι 表达在卫城壁垒前充当盾牌这一持续防护状态(τῶν περγάμων 为分离或防护属格),后接的不定过去时不定式 σχεῖν 则表示阻截埃阿斯的特定动作,二者共同受祈求动词 ηὔχοντο 统辖。

  4. 721οὐχ ὅσιοι πυρὶ θάπτεσθαι οἱ ἑαυτοὺς ἀποκτείναντες

    此处采用了人称结构而非无人称的 οὐχ ὅσιόν ἐστι 搭配‘宾格加不定式’句式。逻辑主语分词短语 οἱ ἑαυτοὺς ἀποκτείναντες 充当主格,与表语形容词 ὅσιοι 保持性数格一致,意为‘自戕者以火安葬是不合神法圣律的’。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg004.humanitext-grc2:720-721