- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg004.humanitext-grc2:718-719
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
葡萄园工人讲述了心怀鬼胎、不善风月的奥德修斯如何谋害帕拉墨得斯并引用了欧里庇得斯的悲剧哀歌,随后盛赞大埃阿斯的武艺、高尚品格、与阿喀琉斯的深厚友谊,以及在赫拉克勒斯祝福下的神授诞生传说。
Ἀμπελουργός ἐνθυμουμένῳ γὰρ ἐῴκει, τοῦτο δὲ ἄχαρι ἐς τὰ ἐρωτικά. οἷος μὲν δὴ οἷον1 καὶ ὡς σοφώτερόν τε καὶ ἀνδρειότερον ἑαυτοῦ τὸν Παλαμήδην ὁ Ὀδυσσεὺς ἀπέκτεινεν, ἱκανῶς ἐκ τούτου διδάσκει ὁ Πρωτεσίλεως, ὅθεν καὶ τὸν θρῆνον τὸν παρʼ Εὐριπίδῃ ἐπαινεῖ, ὁπότε Εὐριπίδης ἐν Παλαμήδους μέλεσιν "ἐκάνετε, φησίν, ἐκάνετε τὸν πάνσοφον, ὦ Δαναοί, τὰν οὐδένʼ ἀλγύνουσαν ἀηδόνα Μουσᾶν "καὶ τὰ ἐφεξῆς μᾶλλον, ἐν οἷς φησι ὅτι πεισθέντες ἀνθρώπῳ δεινῷ καὶ ἀναιδεῖ ταῦτα δράσειαν. Αἴαντα δὲ τὸν Τελαμῶνος ἐκάλουν οἱ Ἀχαιοὶ μέγαν οὐκ ἀπὸ τοῦ μεγέθους, οὐδʼ ἐπειδὴ μείων ὁ ἕτερος, ἀλλʼ ἀφʼ ὧν ἔπραττε, καὶ ἐποιοῦντο αὐτὸν ξύμβολον τοῦ πολέμου ἀγαθὸν ἐκ πατρῴου ἔργου· τὸν γὰρ Λαομέδοντα τὸν Ἡρακλέα ἀπατήσαντα μετῆλθε ξὺν Ἡρακλεῖ ὁ Τελαμὼν καὶ αὐτῷ Ἰλίῳ εἷλεν.2 ἔχαιρον μὲν οὖν αὐτῷ καὶ ἀόπλῳ, πελώριος γάρ τις ἦν καὶ ὑπὲρ τὴν στρατιὰν πᾶσαν καὶ φρόνημα αἴρων εὐήνιόν τε καὶ σῶφρον, ὡπλισμένου δὲ ἐξεκρέμαντο3 μετέωρόν τε βαίνοντος ἐπὶ τοὺς Τρῶας καὶ τὴν ἀσπίδα εὖ μεταχειριζομένου τοσαύτην οὖσαν βλέποντός τε χαροποῖς τοῖς ὀφθαλμοῖς ὑπὸ τὴν κόρυν, Ἀμπελουργός οἷον οἱ λέοντες ἐν ἀναβολῇ τοῦ ὁρμῆσαι, τὰς μάχας δὲ πρὸς τοὺς ἀρίστους ἐποιεῖτο Λυκίους μὲν καὶ Μυσοὺς καὶ Παίονας ἀριθμοῦ φάσκων ἕνεκα ἐς Τροίαν ἥκειν, τοὺς δὲ τούτων ἡγεμόνας ἀξιομάχους τε ἡγούμενος καὶ οἵους ἀποκτείναντι μὲν ὄνομα δοῦναι, τρωθέντι δὲ οὐκ ἄδοξον τραῦμα, πολέμιόν τε ἑλὼν ἀπείχετο τῶν ὅπλων· τὸ μὲν γὰρ ἀποκτείνειν ἀνδρὸς εἶναι, τὸ δὲ σκυλεύειν λωποδύτου μᾶλλον. ἀκόλαστον δὲ οὐδὲν οὐδὲ ὑβριστικὸν ἐφθέγξατο ἂν οὐδεὶς ἐν ἐπηκόῳ τοῦ Αἴαντος, οὐδὲ ὁπόσοις ἦν διαφορὰ πρὸς ἀλλήλους, ἀλλὰ καὶ θάκων ὑπανίσταντο αὐτῷ καὶ ὁδῶν ὑπεξίσταντο οὐχ οἱ πολλοὶ μόνον, ἀλλὰ καὶ οἱ τῆς εὐδοκίμου μοίρας. πρὸς δὲ Ἀχιλλέα φιλία ἦν αὐτῷ καὶ βασκαίνειν ἀλλήλοις οὔτε ἐβούλοντο οὔτε ἐπεφύκεσαν, τάς τε λύπας, ὁπόσαι περὶ τὸν Ἀχιλλέα, εἰ καὶ μὴ μικρῶν ἕνεκεν ἐγίγνοντο, πάσας ἐπράυνε τὰς μὲν ὡς ἂν ξυναλγῶν τις, τὰς δʼ οἷον ἐπιπλήττων, καθημένων τε ὁμοῦ καὶ βαδιζόντων ἐπεστρέφετο ἡ Ἑλλὰς ἐς ἄνδρε ὁρῶσα, οἵω μετὰ Ἡρακλέα οὔπω ἐγενέσθην. τὸν μέν γε Αἴαντα καὶ τρόφιμον τοῦ Ἡρακλέους εἶναι ἔφασαν καὶ βρέφος ὄντα ἐνειληθῆναι τῇ λεοντῇ τοῦ ἥρωος, ὅτε ἀνασχὼν αὐτὸν τῷ Διὶ ἀνάλωτον ᾔτει γενέσθαι κατὰ τὴν δορὰν τοῦ λέοντος, ἀετός τε εὐξαμένῳ ἀφίκετο φέρων ἐκ Διὸς τῷ μὲν παιδὶ ὄνομα, ταῖς δὲ εὐχαῖς νεῦμα. δῆλόν τε ἦν καὶ ἁπλῶς βλέψαντι μὴ ἀθεεὶ φῦναι διά τε τὴν ὥραν διά τε τὴν ῥώμην τοῦ εἴδους, ὅθεν ὁ Πρωτεσίλεως ἄγαλμα πολέμου καλεῖ αὐτόν. ἐμοῦ δὲ εἰπόντος καὶ μὴν κατεπαλαίσθη ὑπὸ τοῦ Ὀδυσσέως ὁ μέγας οὗτος καὶ θεῖος εἰ Κύκλωπες ἔφη ἐγεγόνεισαν καὶ ἀληθὴς ἦν ὁ περὶ αὐτῶν μῦθος, μᾶλλον ἂν τῷ Πολυφήμῳ διεπάλαισεν Ὀδυσσεὺς ἢ τῷ Αἴαντι.4 ἤκουσα τοῦ Πρωτεσίλεω, ξένε, κἀκεῖνα περὶ τοῦ ἥρω τούτου,
葡萄园工人: 因为他看似满腹算计,而这在风月情事中是极不讨喜的。奥德修斯是个怎样的人,以及他杀害的帕拉墨得斯又是何等的人物——一个远比他自己更加聪明且英勇的人,普罗忒西拉奥斯由此已给出了充分的教益;他也因此称赞欧里庇得斯的哀歌,在《帕拉墨得斯》的唱段中,欧里庇得斯说道: “你们杀害了,达奈人啊,你们杀害了那位全智者,那只从未伤害过任何人的缪斯夜莺,”而更赞赏其随后的诗句,其中谈到他们正是听信了一个狡黠而无耻之徒的谗言才做出了这等勾当。阿开奥斯人称忒拉蒙之子埃阿斯为‘大埃阿斯’,并非因其身材魁伟,亦非因另一位埃阿斯身材矮小,而是根据他的所作所为;阿开奥斯人还因他父亲的武功而将他视为战事的吉兆。因为当拉俄墨冬欺骗赫拉克勒斯之后,正是忒拉蒙与赫拉克勒斯一同前去问罪,并连同伊利昂城一并攻克。因此,众人即便见他未着武装亦满心欢喜,因为他身形魁梧宛如巨人,远超全军之上,却怀着温顺而自制的性情;而当他全副武装、迈着阔步冲向特洛伊人,娴熟地操持着如此巨大的盾牌,并在头盔下露出炯炯有神的双眸时,全军皆目不转睛地注视着他——葡萄园工人: 宛如猛狮在蓄势扑击的前一刻。他只与最精锐的勇士交战,声称吕基亚人、密细亚人和派奥尼亚人来到特洛伊不过是为了充数,唯独认为他们的首领才是匹敌的对手,是那种斩杀之足以扬名、即便被其所伤亦不失荣耀的豪杰。而当他击倒敌人时,却不取其甲胄;因为他认为斩杀敌人乃勇士所为,剥取铠甲则更近于拦路盗匪的行径。在埃阿斯耳目所及之处,绝无人敢口吐放肆或狂妄之语,哪怕是彼此结下宿怨的仇人亦不敢造次;不仅寻常兵卒,就连身居显赫之位的人也主动为他起立让座、避道让行。他与阿喀琉斯结下了深厚友谊,二人既无相互妒忌之心,亦无此种天性;至于阿喀琉斯心中所郁积的愤懑,纵使事出有因且非同小可,埃阿斯皆能一一将其抚平,或如分担痛楚之同伴,或如加以温和规劝之诤友。当二人并肩而坐或同道而行时,全希腊无不为之侧目,注视着自赫拉克勒斯以来未曾有过的两位巨擘。事实上,人们相传埃阿斯曾受赫拉克勒斯抚育,尚在襁褓中时便被裹在那位英雄的狮皮之中;当时赫拉克勒斯将他高高举起献给宙斯,祈求他如狮皮一般坚不可摧、刀枪不入;在他祈祷之时,一只雄鹰从宙斯处飞来,既赐予了这孩子名字,亦表示祈求已蒙应允。甚至只需略加审视便可明白,他绝非无神意护佑而生,这既因其青春英武,亦因其体态之雄健;故而普罗忒西拉奥斯称他为‘战争的塑像’。而当我说道: “然而,这位伟大而神圣的英雄,不也曾被奥德修斯在摔跤中摔倒过吗?” 他回答说: “倘若独眼巨人果真存在,且关于他们的神话确为真事,那么奥德修斯与波吕斐摩斯角力而胜,也远比他战胜埃阿斯更有可能。”异乡人啊,关于这位英雄,我还从普罗忒西拉奥斯那里听到了如下这些事。
- 718οἷος μὲν δὴ οἷον
双重关系词/代词搭配结构(“怎样的人[杀害了]怎样的人”),将主语与宾语并置,以此凸显奥德修斯的阴险与帕拉墨得斯的高尚之间的强烈反差。
- 718αὐτῷ Ἰλίῳ εἷλεν
与格与 αὐτός 连用的伴随与格(dativus sociativus)惯用结构,意为“将伊利昂城本身也一并攻占”。
- 718ὡπλισμένου δὲ ἐξεκρέμαντο
中被动态动词 ἐκκρέμαμαι 接属格分词 ὡπλισμένου(及其后续的分词短语),比喻性地表示“目不转睛地注视着全副武装的他/全神贯注地屏息仰望”。
- 719μᾶλλον ἂν τῷ Πολυφήμῳ διεπάλαισεν Ὀδυσσεὺς ἢ τῷ Αἴαντι
承接前文与过去事实相反的条件从句(εἰ... ἐγεγόνεισαν καὶ ἀληθὴς ἦν...)的主句,由 ἄν 搭配不定过去时直陈式构成虚拟语气归结句,表达极度的夸张与不可能:“奥德修斯宁可与波吕斐摩斯角力(并能战胜),也绝无可能胜过埃阿斯”。
