← 斐洛斯脱拉德

论英雄

§716-717

帕拉墨得斯的清贫与奥德修斯的真实面目

葡萄园工人讲述了帕拉墨得斯自食其力的清贫生活、他与阿喀琉斯及奥德修斯的机智问答,以及他在埃奥利斯的安葬与祭祀。随后他转向奥德修斯,刻画其相貌与性格,指出除木马之计外其多数武勋与漂泊传闻皆属虚妄杜撰。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§716

Ἀμπελουργός ἀλλʼ αὐτουργὸς βίος καὶ ἔξω τοῦ κατεσκευάσθαι. εἰπόντος γοῦν ποτε πρὸς αὐτὸν Ἀχιλλέως ὦ Παλάμηδες, ἀγροικότερος φαίνῃ τοῖς πολλοῖς, ὅτι μὴ πέπασαι τὸν θεραπεύσοντα τί οὖν, ὦ Ἀχιλλεῦ, ταῦτα; ἔφη τὼ χεῖρε προτείνας ἄμφω. διδόντων δὲ αὐτῷ τῶν Ἀχαιῶν ἐκ δασμοῦ χρήματα καὶ κελευόντων αὐτὸν πλουτεῖν οὐ λαμβάνω, ἔφη κἀγὼ γὰρ ὑμᾶς κελεύω πένεσθαι καὶ οὐ πείθεσθε. ἐρομένου δέ ποτε αὐτὸν Ὀδυσσέως ἐξ ἀστρονομίας ἥκοντα τί πλέον ἡμῶν ὁρᾷς ἐν τῷ οὐρανῷ; τοὺς κακοὺς εἶπεν. ἀμείνων δʼ ἂν ἦν τοὺς Ἀχαιοὺς ἐκδιδάξας,1 ὅτῳ ποτὲ τῶν τρόπων φανεροὶ οἱ κακοί· οὐ γὰρ ἂν προσήκαντο τὸν Ὀδυσσέα ἐπαντλοῦντα αὐτῷ ψευδεῖς οὕτω καὶ πανούργους τέχνας. τὸ δὲ λεγόμενον πῦρ ὑπὸ Ναυπλίου περὶ κοίλην Εὔβοιαν ἐπὶ τοὺς Ἀχαιοὺς ἀρθῆναι ἀληθές τέ φησιν εἶναι καὶ ὑπὲρ Παλαμήδους ἐκ Μοιρῶν πεπρᾶχθαι καὶ Ποσειδῶνος, ἴσως, ξένε, μηδὲ βουλομένης τῆς Παλαμήδους ταῦτα ψυχῆς, σοφὸς γὰρ ὢν ξυνεγίγνωσκέ που αὐτοῖς τῆς ἀπάτης.2 ἔθαψαν δὲ αὐτὸν Ἀχιλλεύς τε καὶ Αἴας ἐς τὴν ὅμορον τῇ Τροίᾳ τῶν Αἰολέων ἤπειρον, ὑφʼ ὧν καὶ ἱερὸν αὐτῷ τι ἐξῳκοδόμηται μάλα ἀρχαῖον καὶ ἄγαλμα Παλαμήδους ἵδρυται γενναῖόν τε καὶ εὔοπλον, καὶ θύουσιν αὐτῷ ξυνιόντες οἱ τὰς ἀκταίας οἰκοῦντες πόλεις. μαστεύειν δὲ χρὴ τὸ ἱερὸν κατὰ Μήθυμνάν τε καὶ Λεπέτυμνον, ὄρος δὲ τοῦτο ὑψηλὸν ὑπερφαίνεται τῆς Λέσβου. τὰ δὲ Ὀδυσσέως οὑτωσὶ φράζει· γενέσθαι μὲν αὐτὸν ῥητορικώτατον καὶ δεινόν, εἴρωνα δὲ καὶ ἐραστὴν φθόνου καὶ τὸ κακόηθες ἐπαινοῦντα κατηφῆ τε ἀεὶ καὶ οἷον ἐπεσκεμμένον, Ἀμπελουργός τὰ πολέμιά τε δοκοῦντα μᾶλλον γενναῖον ἢ ὄντα, οὐ μὴν ἐπιστήμονα ὁπλίσεως ἢ τοῦ τάξαι ναυμαχίας τε καὶ τειχομαχίας καὶ αἰχμῆς καὶ τόξων ἕλξεως. τὰ δὲ ἔργα αὐτοῦ εἶναι πολλὰ μέν, οὐ μὴν θαυμάσαι ἄξια πλὴν ἑνός, τοῦ ἐς τὸν ἵππον τὸν κοῖλον, οὗ τέκτων μὲν Ἐπειὸς σὺν Ἀθηνᾷ ἐγένετο, Ὀδυσσεὺς δὲ εὑρετής, καὶ ἐν αὐτῷ δὲ λέγεται τῷ λόχῳ θαρσαλεώτερος ὀφθῆναι τοῦ πληρώματος. ἐς Ἴλιον μὲν οὖν παρηβηκὼς ἦλθεν, ἐς Ἰθάκην δὲ γεγηρακώς· μακροτέρᾳ γὰρ ἐχρήσατο τῇ ἄλῃ διὰ τὸν πόλεμον, ὃς πρὸς τοὺς Κίκονας αὐτῷ διεπολεμήθη κατατρέχοντι τὰ ἐπὶ θαλάττῃ τοῦ Ἰσμάρου. τὰ γὰρ Πολυφήμου καὶ Ἀντιφάτου καὶ Σκύλλης καὶ τὰ ἐν Αἵδου καὶ ὁπόσα αἱ Σειρῆνες ᾖδον, οὐδὲ ἀκούειν ξυγχωρεῖ ὁ Πρωτεσίλεως, ἀλλʼ ἐπαλείφειν ἡμᾶς κηρὸν τοῖς ὠσὶ καὶ παραιτεῖσθαι αὐτὰ οὐχ ὡς οὐ πλέα ἡδονῆς3 καὶ ψυχαγωγῆσαι ἱκανά, ἀλλʼ ὡς ἀπίθανά τε καὶ παρευρημένα, καὶ τὴν νῆσον δὲ τὴν Ὠγυγίαν καὶ τὴν Αἰαίαν καὶ ὡς ἤρων αὐτοῦ αἱ θεαί, παραπλεῖν κελεύει καὶ μὴ προσορμίζεσθαι τοῖς μύθοις· ἔξωρόν τε γὰρ τῶν ἐρωτικῶν εἶναι τὸν Ὀδυσσέα καὶ ὑπόσιμον καὶ οὐ μέγαν καὶ πεπλανημένον τοὺς ὀφθαλμοὺς διὰ τὰς ἐννοίας τε καὶ ὑπονοίας.

葡萄园工人: 相反,他过着自食其力的生活,远离一切奢靡的排场。有一次阿喀琉斯对他说: “帕拉墨得斯,在众人眼中你显得过于质朴无文,因为你竟然连一个服侍自己的仆从都没有购置。” 他便伸出双手说道: “那么,阿喀琉斯啊,这两只手是做什么用的呢?” 当阿开奥斯人从进贡的财物中分给他金钱并劝他致富时,他说: “我不收。” 又说: “因为我也劝你们甘于贫困,而你们却不听从。” 又有一回,当他观测星象归来时,奥德修斯问他: “你在天上比我们多看到了什么?” “恶人。”他说。 倘若他曾向阿开奥斯人详加讲明通过何种方式能使恶人原形毕露,原本会是更好的;那样的话,他们就不会容许奥德修斯向他倾泻如此虚妄而奸诈的机巧了。至于相传瑙普利奥斯在凹陷的优卑亚一带为对付阿开奥斯人而升起的烽火,普罗忒西拉奥斯说确有其事,且是命运三女神与波塞冬为了帕拉墨得斯的缘故而促成的——或许,异乡人啊,帕拉墨得斯的灵魂甚至并不愿如此,因为他身为智者,想必宽恕了他们所受的蒙蔽。阿喀琉斯与埃阿斯将他安葬在毗邻特洛伊的埃奥利斯人大陆上,埃奥利斯人为他建造了一座极古老的神庙,树立了一尊英挺且全副武装的帕拉墨得斯雕像,沿海各城的居民们亦聚在此处向他献祭。寻找这座神庙当在梅绪姆纳与勒佩廷诺斯一带,那是一座高耸在莱斯博斯岛之上的大山。关于奥德修斯的事迹,他则是这样说的:他极善辞令且精明过人,却又是个虚伪讥讽、热衷嫉妒之人,赞赏刁钻恶毒,总是垂头丧气,一副若有所思的算计神情;葡萄园工人: 在战事上他看似英勇胜于实际英勇,绝非熟稔重装武器之人,亦不精通布设海战、攻城战,或使用长矛与开弓射箭。他的功绩虽多,但除了一桩之外并无值得称奇之处,那便是关于中空木马之计:厄珀俄斯在雅典娜协助下制成木马,奥德修斯则是其构想者,据说在那场伏击中他显得比同舱同伴更为大胆。因此,他前往伊利昂时已过盛年,归抵伊萨卡时则已年迈衰老;因为他在袭击伊斯马罗斯沿海地区时与喀科涅斯人交战,因这场战事而经历了漫长得多的漂泊。至于波吕斐摩斯、安提法忒斯、斯库拉的事迹,冥府中的见闻,以及塞壬女妖所唱的一切,普罗忒西拉奥斯甚至不允许我们听闻,而是要我们在耳中抹上蜡并将它们拒之门外——并非因为它们不充溢欢愉、不足以怡悦心神,而是因为它们不可置信且纯属杜撰;关于俄古癸亚岛、埃埃亚岛以及诸女神如何恋慕他的故事,他亦吩咐我们扬帆驶过,切勿向这些神话靠泊停船;因为奥德修斯早已过了适于风流韵事的年纪,且生着塌鼻子、身形矮小,又因满腹心机与猜忌而目光游移不定。

语法注3 条
  1. 716ἀμείνων δʼ ἂν ἦν τοὺς Ἀχαιοὺς ἐκδιδάξας

    由形容词比较级加潜在小品词与直陈语气过去未完成时(ἀμείνων ἂν ἦν)搭配作条件状语的分词(ἐκδιδάξας)构成的过去相反事实假定,意为“倘若他曾……讲明,本是更好的”。此处使用人称构式(ἀμείνων ἦν)表达了实质上的无人称判断(“……本会更好”)。

  2. 716ξυνεγίγνωσκέ που αὐτοῖς τῆς ἀπάτης

    动词 συγγιγνώσκω 后接人的与格(αὐτοῖς)和表示过失/缘由的属格(τῆς ἀπάτης),意为“因……而宽恕/原谅某人”。此处属格充当原因属格。

  3. 717οὐχ ὡς οὐ πλέα ἡδονῆς

    双重否定构式(οὐχ ὡς οὐ)。οὐχ ὡς 用以否定某种假定或表面上的理由(“并非因为……”),其后的 οὐ 则直接修饰形容词 πλέα(“不充满愉悦”),合起来表达“并非因为它们不充溢欢愉(即它们确实很引人入胜)”,与后面的真实原因 ἀλλʼ ὡς(“而是因为不可置信且纯属杜撰”)形成鲜明对比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg004.humanitext-grc2:716-717