← 斐洛斯脱拉德

论英雄

§714-715

帕拉墨得斯之死与安葬及其为人

帕拉墨得斯因奥德修斯的奸计而被乱石处死,埃阿斯违抗阿伽门农的禁令将其安葬。阿喀琉斯与埃阿斯对此满腔激愤,随后葡萄园工人转述了普罗忒西拉奥斯对帕拉墨得斯英武相貌与朴素起居的描述。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§714

Ἀμπελουργός ἐγὼ δὲ μηχανήματα μὲν γενναῖα ἡγοῦμαι τοὺς Αἰακίδας καὶ τὸν Καπανέως τε καὶ Τυδέως καὶ τοὺς Λοκροὺς Πάτροκλόν τε δήπου καὶ Αἴαντα, εἰ δὲ καὶ ἀψύχων μηχανημάτων δεῖσθε, ἤδη ἡγεῖσθε τὴν Τροίαν τό γε ἐπʼ ἐμοὶ κεῖσθαι.1 ἀλλʼ ἔφθησαν αὐτὸν αἱ Ὀδυσσέως μηχαναὶ σοφῶς ξυντεθεῖσαι καὶ χρυσοῦ μὲν ἥττων ἔδοξε προδότης τε εἶναι κατεψεύσθη, περιαχθεὶς δὲ τὼ χεῖρε2 κατελιθώθη βαλλόντων αὐτὸν Πελοποννησίων τε καὶ Ἰθακησίων, ἡ δὲ ἄλλη Ἑλλὰς οὐδὲ ἑώρα ταῦτα, ἀλλὰ καὶ δοκοῦντα ἀδικεῖν ἠγάπα. ὠμὸν καὶ τὸ ἐπʼ αὐτῷ κήρυγμα· μὴ γὰρ θάπτειν3 τὸν Παλαμήδην μηδὲ ὁσιοῦν τῇ γῇ, ἀποθνήσκειν δὲ τὸν ἀνελόμενόν τε καὶ θάψαντα. κηρύττοντος δὲ ταῦτα τοῦ Ἀγαμέμνονος Αἴας ὁ μέγας ἐπιρρίψας ἑαυτὸν τῷ νεκρῷ πολλὰ μὲν δάκρυα περὶ αὐτῷ ἀφῆκεν, ἀναθέμενος δὲ αὐτὸν διεξέπαισε τοῦ ὁμίλου γυμνῷ τῷ ξίφει καὶ ἑτοίμῳ· θάψας οὖν, ὡς εἰκὸς ἦν, τὸν εἰργόμενον οὐ προσῄει τῷ κοινῷ τῶν Ἑλλήνων, οὐδὲ βουλῆς ἢ γνώμης ἥπτετο, οὐδὲ ἐξῄει ἔτι ἐς τὰς μάχας Ἀχιλλέως τε ἀφικομένου μετὰ τὴν τῆς Χερρονήσου ἅλωσιν ἄμφω ἐπὶ τῷ Παλαμήδει ἐμήνισαν· ὁ μὲν Αἴας οὐκ ἐπὶ πολύ, ὡς γὰρ ᾔσθετο τῶν ξυμμάχων κακῶς πραττόντων, ἤλγησέ τε καὶ τὴν ὀργὴν μετέθηκεν, ὁ δὲ Ἀχιλλεὺς ἀπεμήκυνε τὴν μῆνιν, ᾠδήν τε γὰρ τῆς λύρας τὸν Παλαμήδην ἐπεποίητο καὶ ᾖδεν αὐτόν, ὅσα τοὺς προτέρους τῶν ἡρώων, ἐδεῖτό τε ὄναρ ἐφίστασθαί οἱ σπένδων ἀπὸ κρατῆρος, οὗ Ἑρμῆς ὑπὲρ ὀνείρων πίνει. ἔοικέ τε ὁ ἥρως οὗτος οὐκ Ἀχιλλεῖ μόνον, ἀλλὰ καὶ πᾶσιν, οἷς ῥώμης τε καὶ σοφίας ἔρως, παρέχειν ἑαυτὸν ζήλου τε καὶ ᾠδῆς ἄξιον, ὅ τε Πρωτεσίλεως, ἐπειδὰν ἐς μνήμην αὐτοῦ ἀφικώμεθα, ἀστακτὶ δακρύει τήν τε ἄλλην ἀνδρείαν τοῦ ἥρω ἐπαινῶν καὶ τὴν ἐν τῷ θανάτῳ· οὐ γὰρ δὴ ἱκετεῦσαι τὸν Παλαμήδην, Ἀμπελουργός οὐδὲ οἰκτρόν τι εἰπεῖν οὐδὲ ὀδύρασθαι, ἀλλʼ εἰπὼν ἐλεῶ σε, ἀλήθεια, σὺ γὰρ ἐμοῦ προαπόλωλας ὑπέσχε τὴν κεφαλὴν τοῖς λίθοις οἷον ξυνιείς, ὅτι ἡ δίκη πρὸς αὐτοῦ ἔσται. Φοῖνιξ ἔστι καὶ τὸν Παλαμήδην ἰδεῖν, ἀμπελουργέ, καθάπερ καὶ τὸν Νέστορα εἶδον καὶ τὸν Σθένελον ἢ οὐδὲν περὶ τῆς ἰδέας αὐτοῦ ὁ Πρωτεσίλεως ἑρμηνεύει; Ἀμπελουργός ὑπάρχει, ξένε, καὶ ὅρα· μέγεθος μὲν τοίνυν αὐτὸν κατὰ Αἴαντα τὸν μείζω γενέσθαι, κάλλος δὲ Ἀχιλλεῖ τε ἁμιλλᾶσθαι καὶ Ἀντιλόχῳ καὶ ἑαυτῷ φησιν ὁ Πρωτεσίλεως καὶ Εὐφόρβῳ τῷ Τρωί, γένεια μὲν γὰρ αὐτῷ ἁπαλὰ ἐκφύεσθαι καὶ ξὺν ἐπαγγελίᾳ βοστρύχων, τὴν κόμην δὲ ἐν χρῷ εἶναι, τὰς δὲ ὀφρῦς ἐλευθέρας τε καὶ ὀρθὰς καὶ ξυμβαλλούσας πρὸς τὴν ῥῖνα τετράγωνόν τε οὖσαν καὶ εὖ βεβηκυῖαν. τὸν δὲ τῶν ὀφθαλμῶν νοῦν ἐν μὲν ταῖς μάχαις ἄτρεπτόν τε φαίνεσθαι καὶ γοργόν, ἐν δὲ τῇ ἡσυχίᾳ φιλέταιρόν τε καὶ εὐπροσήγορον τὰς βολάς, λέγεται δὲ καὶ μεγίστοις ἀνθρώπων ὀφθαλμοῖς χρήσασθαι. καὶ μὴν καὶ γυμνόν φησι τὸν Παλαμήδην μέσα φέρεσθαι βαρέος ἀθλητοῦ καὶ κούφου4 καὶ αὐχμὸν περὶ τῷ προσώπῳ ἔχειν πολὺν ἡδίω τῶν Εὐφόρβου πλοκάμων τῶν χρυσῶν· αὐχμοῦ δὲ ἐπεμεμέλητο ὑπὸ τοῦ καθεύδειν τε, ὡς ἔτυχεν, αὐλίζεσθαί τε πολλάκις ἐν τῇ ἀκρωνυχίᾳ τῆς Ἴδης ἐν σχολῇ τῶν πολεμικῶν· τὴν γὰρ κατάληψιν τῶν μετεώρων ἐντεῦθεν ἀπὸ τῶν ὑψηλοτάτων οἱ σοφοὶ ποιοῦνται. ἦγε δὲ ἐς Ἴλιον οὔτε ναῦν οὔτε ἄνδρα, ἀλλʼ ἐν πορθμείῳ ξὺν Οἴακι τῷ ἀδελφῷ ἔπλευσε πολλῶν, φασί, βραχιόνων ἀντάξιον ἑαυτὸν ἡγούμενος. οὐδὲ ἀκόλουθος ἦν αὐτῷ οὐδὲ θεράπων οὐδὲ Τέκμησσά τις ἢ Ἶφις λούουσά τε καὶ στρωννῦσα τὸ λέχος,

葡萄园工人: “在我看来,埃阿喀得斯一族、卡帕纽斯之子、堤丢斯之子、洛克里斯人,以及帕特洛克罗斯与埃阿斯,才是高贵的攻城利器;但若你们还需要无生命的机械,那么就我所能及的而言,你们尽可认为特洛伊已经陷落了。” 然而,奥德修斯精心构陷的阴谋抢先害了他:他被认为屈服于黄金,背负了叛徒的诬名,双手被扭缚在背后,被伯罗奔尼撒人与伊萨卡人乱石砸死。其余希腊人甚至未曾目睹此事,并且即便在他被认为有罪时依然爱戴他。关于他的告示亦是极其残忍的:任何人不得埋葬帕拉墨得斯,亦不得将他归入泥土入土为安,拾取并埋葬其尸骸者皆处死刑。阿伽门农宣告此令之时,大埃阿斯扑向尸体,为他流下许多眼泪,将他扛在肩上,拔出利剑严加防备,径直杀开重围穿出人群。他于是合乎理法地埋葬了那个被禁止埋葬的人,此后便不再前往希腊人的公会议事,不参与任何计策或决议,亦不再外出参战。待阿喀琉斯攻陷赫尔索内索斯归来后,两人皆因帕拉墨得斯之事而满怀激愤。埃阿斯的怒气未持续太久,因为当他觉察到盟军陷于不利时,便感伤而收敛了怒火;阿喀琉斯却持久地怀着怨愤,因为他将帕拉墨得斯化作自己里拉琴上的歌咏,如同歌唱先辈英雄那样歌唱他,并从赫耳墨斯为梦境而饮的调酒缸中倒出奠酒,祈求他在梦中显现。这位英雄不仅向阿喀琉斯,亦向所有热爱勇力与智慧之人,展现出自己值得效法与赞颂的形象。每当我们谈及对他的追忆,普罗忒西拉奥斯便泪如泉涌,赞颂这位英雄平素的英勇以及他在就义时的刚烈;因为帕拉墨得斯未曾乞怜,葡萄园工人: 未曾说出半句哀怜之语,亦未曾哭泣,而只是说: “真理啊,我怜悯你;因为你比我先死。” 便向乱石伸出头颅,仿佛深知正义终将站在自己一边。 腓尼基人: 葡萄园工人,是否亦能得见帕拉墨得斯,正如我见到了涅斯托尔和斯忒涅罗斯那样?抑或普罗忒西拉奥斯未曾解说关于他形貌的任何事? 葡萄园工人: 这是完全可以的,异乡人,请看:普罗忒西拉奥斯说,在身量上他与大埃阿斯相当,在容貌之美上则足以与阿喀琉斯、安提洛科斯、普罗忒西拉奥斯自己以及特洛伊的厄乌福耳博斯相媲美。因为他长着柔细且微带卷曲迹象的胡须,头发贴着头皮剪短,双眉舒展平直,汇聚于方正挺拔的鼻梁。至于其目光的神采,在战阵中显得坚定勇猛,在宁静时则视线温和亲切、易于亲近;据说他生着全人类中最硕大的双眼。不仅如此,他说帕拉墨得斯赤身时保持在重型竞技者与轻型竞技者之间的适中身姿,脸上带着浓重的粗犷沧桑的风霜,比厄乌福耳博斯的金发更为动人;他之所以留心保持这种风霜,是由于在战事闲暇时随意露宿,且常常在伊达山巅过夜,因为智者们正是从那里、从极高之处来考察天象的。他前往伊利昂时既未带战船亦未带士兵,而是与兄弟俄阿克斯同乘一条渡船航行,据说他自认一人便能匹敌众多的臂膀。他身边既无侍从亦无仆役,亦无任何特克墨萨或伊菲斯为他沐浴并铺展卧榻,

语法注4 条
  1. 714τό γε ἐπʼ ἐμοὶ κεῖσθαι

    短语 τό γε ἐπʼ ἐμοί 是宾格性副词短语,意为“就我而言”或“在我的能力范围内”。动词 κεῖσθαι 在军事语境中表示“(城邑)陷落、倾覆”,在此形象地表明就其自身而言,特洛伊已如同攻陷。

  2. 714περιαχθεὶς δὲ τὼ χεῖρε

    双数宾格 τὼ χεῖρε 依附于被动分词 περιαχθείς(被扭向后方),作关系宾格(或保留宾格),生动表现出行刑前双手被扭缚于背后的束缚状态。

  3. 714μὴ γὰρ θάπτειν

    此为由前文名词 κήρυγμα(告示、禁令)所引出的间接引语不定式。在 γάρ 引导的句中,这一连串不定式(θάπτειν, ὁσιοῦν, ἀποθνήσκειν)传达出官方禁令与惩罚的强制法律效力。

  4. 715μέσα φέρεσθαι βαρέος ἀθλητοῦ καὶ κούφου

    中性复数宾格转副词用法的 μέσα 支配属格 βαρέος... καὶ κούφου,意为“处于重型与轻型竞技者之中间”。中动不定式 φέρεσθαι 意为“保持某种状态”,指其身材兼具厚实的力量与轻捷的敏捷,达到理想的适中平衡。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg004.humanitext-grc2:714-715