- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg004.humanitext-grc2:712-713
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
葡萄园工人叙述了阿喀琉斯与帕拉墨得斯的配合作战与战功,而奥德修斯则向阿伽门农进谗,设下陷阱将帕拉墨得斯调离阿喀琉斯身边。
Ἀμπελουργός ἐμάχοντο δὲ ὁ μὲν Παλαμήδης γενναίως καὶ σωφρόνως, ὁ δὲ Ἀχιλλεὺς οὐ καθεκτῶς, ὁ γὰρ θυμὸς ἐξαίρων αὐτὸν ἐς ἀταξίαν ἦγεν· ὅθεν ἔχαιρε τῷ Παλαμήδει ξυνασπίζοντι καὶ ἀπάγοντι μὲν αὐτὸν τῆς φορᾶς, ὑποτιθεμένῳ δέ, ὡς χρὴ μάχεσθαι. καὶ γὰρ δὴ καὶ ἐῴκει λεοντοκόμῳ λέοντα γενναῖον πραύνοντι καὶ ἐγείροντι, καὶ οὐδὲ ἐκκλίνων ταῦτα ἔπραττεν, ἀλλὰ καὶ βάλλων καὶ φυλαττόμενος βέλη καὶ ἀσπίδα ἀντερείδων καὶ διώκων στῖφος. ἐξέπλευσαν μὲν δὴ χαίροντες ἀλλήλοις, εἵποντο δὲ αὐτοῖς Μυρμιδόνες τε καὶ οἱ ἐκ Φυλακῆς Θετταλοί. Ταχθῆναι γὰρ μετὰ ταῦτα τὴν ἑαυτοῦ δύναμίν φησιν ὁ Πρωτεσίλεως ὑπʼ Ἀχιλλέως καὶ Μυρμιδόνας οὕτως ὀνομασθῆναι πάντας Θετταλούς. αἱ μὲν οὖν πόλεις ἡλίσκοντο καὶ εὐδόκιμα τοῦ Παλαμήδους ἔργα ἀπηγγέλλετο ἰσθμῶν διορυχαὶ καὶ ποταμοὶ ἐς τὰς πόλεις ἐπιστρεφόμενοι καὶ σταυροὶ λιμένων καὶ ἐπιτειχίσματα νυκτομαχία τε ἡ περὶ Ἄβυδον, ὁπότε τρωθέντες ὁ μὲν Ἀχιλλεὺς ἀνεχώρησεν, ὁ Παλαμήδης δὲ οὐκ ἀπεῖπεν,1 ἀλλὰ πρὶν μέσην ἑστάναι νύκτα, εἷλε τὸ χωρίον. ὁ δὲ Ὀδυσσεὺς ἐν Τροίᾳ ξυνετίθει λόγους πρὸς τὸν Ἀγαμέμνονα ψευδεῖς μέν, πιθανοὺς δὲ πρὸς τὸν εὐήθως ἀκούοντα, ὡς ἐρῴη μὲν Ἀχιλλεὺς τῆς τῶν Ἑλλήνων ἀρχῆς, μαστροπῷ δὲ τῷ Παλαμήδει χρῷτο καὶ ἀφίξονται μὲν ἔφη μικρὸν ὕστερον σοὶ μὲν βοῦς τε ἀπάγοντες καὶ ἵππους καὶ ἀνδράποδα, ἑαυτοῖς δὲ χρήματα, οἷς ὑποποιήσονται δήπου τοὺς δυνατοὺς τῶν Ἑλλήνων ἐπὶ σέ· Ἀχιλλέως μὲν οὖν ἀπέχεσθαι χρὴ καὶ γιγνώσκοντας αὐτὸν φυλάττεσθαι, τὸν σοφιστὴν δὲ ἀποκτεῖναι τοῦτον.
葡萄园工人: 他们并肩作战,帕拉墨得斯英勇且节制,阿喀琉斯则难以遏制,因为激扬的怒火驱使他陷入混乱。因此,阿喀琉斯乐于与帕拉墨得斯并肩持盾,乐于让他把自己从猛冲中拉回,并教导自己应当如何作战。实际上,他就像一位既能抚慰又能激励雄狮的驯狮人;而且他并非退避躲闪着做这些事,而是投击并防备投射武器、以盾抗敌、击溃敌阵。于是他们彼此相得地扬帆出航,密耳弥冬人与来自费拉刻的色萨利人跟随着他们。因为普罗忒西拉奥斯说,在此之后他自己的军队被阿喀琉斯收归统领,因此所有的色萨利人都被称为密耳弥冬人。于是各城邑纷纷陷落,帕拉墨得斯的显赫功绩传了开来:开凿地峡、引河水灌城、在港口立桩为栅、筑垒对峙,以及阿比多斯附近的夜战——当时两人都负了伤,阿喀琉斯退了下来,帕拉墨得斯却没有罢手,而是在半夜之前夺取了要塞。另一方面,奥德修斯在特洛伊向阿伽门农编造谣言,虽然虚假,但对于轻信的听者却颇有说服力,声称阿喀琉斯贪求希腊人的统领权,并把帕拉墨得斯当作谋主: “而且他们将在不久之后到来,”他说, “带给您的是牛、马和俘虏,自己却私留财宝,他们想必会用这些财宝收买希腊人中的权贵来反对您。因此,应当避开阿喀琉斯,识其性情而加以防范,却必须杀死这个诡辩家。
Ἀμπελουργός εὕρηται δέ μοι κατʼ αὐτοῦ τέχνη, δι’ ἧς μισηθήσεταί τε ὑπὸ τῶν Ἑλλήνων καὶ ἀπολεῖται ὑπʼ αὐτῶν. καὶ διεξῆλθεν, ὡς ἡτοίμασται αὐτῷ τὰ περὶ τὸν Φρύγα καὶ τὸ χρυσίον τὸ ληφθὲν ὑπὸ τῷ Φρυγί, σοφῶς δὲ τούτων ἐπινενοῆσθαι δοκούντων καὶ ξυντιθεμένου τῇ ἐπιβουλῇ τοῦ Ἀγαμέμνονος ἄγε δή, ὦ βασιλεῦ, ἔφη τὸν μὲν Ἀχιλλέα φύλαττέ μοι2 περὶ τὰς πόλεις, ἐν αἷς ἐστι νῦν, τὸν Παλαμήδην δὲ ὡς τειχομαχήσοντα τῷ Ἰλίῳ καὶ μηχανὰς εὑρήσοντα μεταπέμπου ἐνταῦθα· ἄνευ γὰρ τοῦ Ἀχιλλέως ἥκων οὐκ ἐμοὶ μόνῳ ἔσται ἁλωτός, ἀλλὰ καὶ ἄλλῳ ἧττον σοφῷ. ἔδοξε ταῦτα καὶ ἔπλεον οἱ κήρυκες ἐς Λέσβον, ἑαλώκει δὲ οὔπω πᾶσα, ἀλλʼ ὧδε τὰ περὶ αὐτὴν εἶχεν· πόλις Αἰολὶς Λυρνησσὸς ᾠκεῖτο τειχήρης τὴν φύσιν καὶ οὐδὲ ἀτείχιστος, ᾗ φασι τὴν Ὀρφέως προσενεχθῆναι λύραν καὶ δοῦναί τινα ἠχὴν ταῖς πέτραις, καὶ μεμούσωται ἔτι καὶ νῦν τῆς Λυρνησσοῦ τὰ περὶ τὴν θάλατταν ὑπʼ ᾠδῆς τῶν πετρῶν· ἐνταῦθα προσκαθημένων δεκάτην ἡμέραν,3 χαλεπὸν γὰρ ἦν ἁλῶναι τὸ χωρίον, ἀπήγγειλαν μὲν οἱ κήρυκες τὰ τοῦ Ἀγαμέμνονος, ἐδόκει δὲ πείθεσθαι καὶ τὸν μὲν καταμένειν, τὸν Παλαμήδην δὲ ἀπιέναι, καὶ ἀπῆλθον ἀλλήλων δακρύοις ἅμα. ἐπεὶ δὲ κατέπλευσεν ἐς τὸ στρατόπεδον καὶ τὰ τῆς στρατιᾶς ἀπήγγειλεν ἀνατιθεὶς ἅπαντα Ἀχιλλεῖ, ὦ βασιλεῦ, ἔφη κελεύεις με τειχομαχεῖν τῇ Τροίᾳ;
葡萄园工人: 我已经为对付他设下一计,凭此计他必遭希腊人憎恨并死于他们之手。” 接着他详细讲述了关于弗里吉亚人的圈套以及在那弗里吉亚人身下搜出的黄金是如何备妥的。这些安排显得构想巧妙,且阿伽门农也赞同了这个阴谋,“来吧,国王,”他说,“请您替我把阿喀琉斯留在如今他所在的各城邑周边,召帕拉墨得斯到这里来,就说要他攻打伊利昂的城墙并制造攻城器械;因为没有阿喀琉斯同行而来,不仅对我,就是对不那么精明的人而言,他也必是瓮中之鳖。” 这主意被采纳了,使者们便扬帆前往莱斯博斯;该岛尚未被完全攻占,那里的情形如下:埃奥利斯的吕耳涅索斯城天然险固,而且也并非没有城墙;据说奥耳甫斯的里拉琴曾漂流至此,赋予岩石某种鸣响,直到如今吕耳涅索斯滨海一带仍因岩石的歌咏而洋溢着乐声。当他们在那里围攻至第十天时——因为攻下该处绝非易事——使者们传达了阿伽门农的谕旨;他们决定服从,由一人留下,帕拉墨得斯离去,二人含泪互别。当他乘船回到营地,汇报军情并将一切功勋归于阿喀琉斯时,“国王啊,”他说,“您是命令我攻打特洛伊的城墙吗?”
- 712ὁπότε τρωθέντες ὁ μὲν Ἀχιλλεὺς ἀνεχώρησεν, ὁ Παλαμήδης δὲ οὐκ ἀπεῖπεν
复数主格分词 τρωθέντες(负伤后)在句中充当整体,随后通过部分同位结构(partitive apposition / σχῆμα καθʼ ὅλον καὶ μέρος)分为 ὁ μὲν Ἀχιλλεὺς 与 ὁ Παλαμήδης δέ 两个对比分句。表明两人虽均负伤,但行动截然相反。
- 713τὸν μὲν Ἀχιλλέα φύλαττέ μοι
人称代词与格 μοι 用作情态与格(ethic dative),表达说话者奥德修斯个人的关切或恳请(即“为我/看在我的份上留住阿喀琉斯”)。
- 713ἐνταῦθα προσκαθημένων δεκάτην ἡμέραν
这是一个省略了逻辑主语的属格独立结构,从上下文看其主语指包围军队或阿喀琉斯与帕拉墨得斯二人。δεκάτην ἡμέραν 是表示时间的宾格(“围困至第十天/达十日之久”)。
