← 斐洛斯脱拉德

论英雄

§710-711

驳斥奥德修斯与消除军中瘟疫

帕拉墨得斯反驳奥德修斯并揭穿其在战场上的怯懦,随后在群狼来袭之际预见瘟疫,通过调节饮食与赛舟操练拯救全军,因而荣获桂冠。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§710

Ἀμπελουργός ἀλλʼ ὑπʼ αὐτῶν εὑρέθην· πάλαι γὰρ ταῦτα ἐν Μουσῶν οἴκῳ κείμενα ἐδεῖτο ἀνδρὸς τοιούτου, θεοὶ δὲ τὰ τοιαῦτα διʼ ἀνδρῶν σοφῶν ἀναφαίνουσι. γέρανοι μὲν οὖν οὐ μεταποιοῦνται γραμμάτων, ἀλλὰ τάξιν ἐπαινοῦσαι πέτονται, πορεύονται γὰρ ἐς Λιβύην ξυνάψουσαι πόλεμον σμικροῖς ἀνθρώποις, σὺ δʼ οὐδὲν ἂν περὶ τάξεως εἴποις, ἀτακτεῖς γὰρ τὰς μάχας. αἰτίαν δέ, οἶμαι, ξένε, Ὀδυσσεὺς εἶχεν, ὡς, εἴ που Ἕκτορα ἢ Σαρπηδόνα ἢ Αἰνείαν ἴδοι, καταλείπων τὴν τάξιν1 καὶ μεθιστάμενος πρὸς τὰ ῥᾳστώνην ἔχοντα τοῦ πολέμου. μειρακιώδης δὲ ἐπὶ τῆς ἐκκλησίας δόξας καὶ πρεσβύτερος νέου τοῦ Παλαμήδους ἡττηθεὶς ἐπετείχιζεν αὐτῷ τὸν Ἀγαμέμνονα2 ὡς πρὸς τὸν Ἀχιλλέα τοὺς Ἀχαιοὺς μεθιστάντι. διενεχθῆναι δὲ πάλιν αὐτοὺς ἐκ τοιούτου φησί· λύκοι καταβαίνοντες ἐκ τῆς Ἴδης ἐσίνοντο τὰ σκευοφόρα παιδάρια καὶ τῶν ὑποζυγίων τὰ περὶ τὰς σκηνάς· ὁ μὲν δὴ Ὀδυσσεὺς ἐκέλευσεν ἀραμένους τόξα καὶ ἀκόντια φοιτᾶν ἐς τὴν Ἴδην ἐπὶ τοὺς λύκους, ὁ δὲ Παλαμήδης ὦ Ὀδυσσεῦ, ἔφη τοὺς λύκους ὁ Ἀπόλλων προοίμιον λοιμοῦ ποιεῖται καὶ τοξεύει μὲν αὐτούς, καθάπερ τοὺς ὀρέας τε καὶ τοὺς κύνας ἐνταῦθα, πέμπει δὲ πρότερον παρὰ τοὺς νοσήσοντας εὐνοίας ἕνεκα τῶν ἀνθρώπων καὶ τοῦ φυλάξασθαι. εὐχώμεθα οὖν Ἀπόλλωνι Λυκίῳ τε καὶ Φυξίῳ, τὰ μὲν θηρία ταῦτα τοῖς ἑαυτοῦ τόξοις ἐξελεῖν, τὴν νόσον δὲ ἐς αἶγας, φασί, τρέψαι.3

葡萄园丁: “相反,我是被它们所发现的;因为它们自古安放在缪斯的神邸中,正需要这样一个人,而诸神正是通过智者来显明这些事物的。因此群鹤并非自诩发明了字母,而是出于赞赏秩序而列队飞行,因为它们正前往利比亚与矮人交战;至于你,对秩序却说不出半句话来,因为你在战斗中总是扰乱队形。” 异邦人啊,我想奥德修斯背负着这样的名声:如果他在何处看见了赫克托耳、萨尔珀冬或埃涅阿斯,便会抛弃自己的队列,逃往战争中安逸的角落。他在民会中显得幼稚可笑,且作为长者竟败给了年轻的帕拉墨得斯,于是便挑动阿伽门农去对付他,借口说帕拉墨得斯正把阿开奥斯人拉拢到阿喀琉斯一边。他说,他们再度发生争端是起因于如下之事:狼群从伊达山下来,残害辎重僮仆以及营帐周围的驮畜。奥德修斯便命令士兵拿起弓箭和标枪,前往伊达山去搜寻并剿灭狼群,帕拉墨得斯却说道: “奥德修斯啊,阿波罗将狼群作为瘟疫的前兆;他确实在射杀它们,就像在此地射杀骡子和猎犬一样,但他出于对人类的善意并为使人警惕,才事先将它们差遣到将要患病的人那里。因此,让我们向狼神兼避难之神阿波罗祈祷,求他用自己的弓箭除灭这些野兽,并如俗语所说,将疾病转嫁给山羊吧。

§711

Ἀμπελουργός καὶ ἡμεῖς δέ, ὦ ἄνδρες Ἕλληνες, ἐπιμελώμεθα ἡμῶν αὐτῶν, δεῖ δὲ τοῖς φυλαττομένοις τὰ λοιμώδη διαίτης λεπτῆς καὶ κινήσεων συντόνων. ἰατρικῆς μὲν γὰρ οὐχ ἡψάμην, σοφίᾳ δὲ καταληπτὰ ἅπαντα. καὶ εἰπὼν ταῦτα τὴν μὲν τῶν κρεῶν ἀγορὰν ἐπέσχε καὶ τὰ στρατιωτικὰ τῶν σιτίων ἐκέλευσε παραιτήσασθαι, τραγήμασι δὲ καὶ λαχάνοις ἀγρίοις διῆγε τὸν στρατὸν πειθομένους αὐτῷ καὶ πᾶν τὸ ἐκ Παλαμήδους θεῖόν τε ἡγουμένους καὶ χρησμῶδες· καὶ γὰρ δὴ ὁ λοιμός, ὃν προὔλεγεν, ἐνέσκηψε μὲν ἐς τὰς Ἑλλησποντικὰς πόλεις ἀρξάμενος, φασίν, ἐκ τοῦ Πόντου, προσέπεσε δὲ καὶ τῷ Ἰλίῳ, τῶν δὲ Ἑλλήνων οὐδενὸς ἥψατο καίτοι στρατοπεδευόντων ἐν γῇ νοσούσῃ. πρὸς γὰρ τῇ διαίτῃ καὶ τὰς κινήσεις αὐτῶν ὧδε ἐσοφίσατο· καθελκύσας ἑκατὸν ναῦς ἐνεβίβαζε τὸν στρατὸν κατὰ μέρος ἐρέττοντάς τε καὶ ἁμιλλωμένους ἀλλήλοις ἢ ἀκρωτήριον περιβαλεῖν ἢ σκοπέλου ἅψασθαι ἢ προκατᾶραι τῶν πέλας ἐς λιμένα τινὰ ἢ ἀκτήν, ἔπεισε δὲ καὶ τὸν Ἀγαμέμνονα προθεῖναί σφισι τοῦ ταχυναυτεῖν ἆθλα. χαίροντες οὖν ἐγυμνάζοντο καὶ ξυνιέντες τοῦ ὑγιαίνειν· καὶ γὰρ ἐδίδασκεν αὐτούς, ὅτι τῆς γῆς παρεφθορυίας τε καὶ οὕτως ἐχούσης ἡδίων ἡ θάλαττα καὶ ἀσφαλεστέρα ἀναπνεῖν.4 ἐπὶ τούτοις ὁ μὲν σοφίας ἀριστεῖα ἐστεφανοῦτο ὑπὸ τῶν Ἑλλήνων, ὁ δὲ Ὀδυσσεὺς ἀτίμως τε ἡγεῖτο πράττειν καὶ πανουργίας ὅ τι εἶχεν, ἐπὶ τὸν Παλαμήδην ἔστρεφεν. ἐπὶ τούτοις ὁ Πρωτεσίλεως τοιαῦτα ἀπαγγέλλει· τὸν Ἀχιλλέα στρατεύοντα ἐπὶ τὰς νήσους καὶ τὰς ἀκταίας πόλεις αἰτῆσαι τοὺς Ἀχαιοὺς ξὺν Παλαμήδει στρατεῦσαι.

葡萄园丁: 希腊的勇士们,我们也当照看好自己;防范瘟疫之人需要清淡的饮食与剧烈的运动。我虽未曾涉足医术,但凭着智慧,一切皆可洞悉。” 说罢这些,他便关闭了肉市,命人拒绝军中的口粮,让军队依靠干果和野菜度日;将士们听从了他的命令,认为出自帕拉墨得斯的一切皆神圣而如神谕一般。事实上,他所预言的那场瘟疫——据说是从彭托斯发端的——席卷了赫勒斯滂各城,也降临在伊利昂,然而尽管希腊人驻扎在这片染病的土地上,却没有一人被传染。因为除了饮食之外,他还如此巧妙地安排了他们的活动:他下令将一百艘战船推入海中,让士兵轮流登船划桨,互相竞速,看谁能绕过海角,触碰礁石,或比邻船更快驶入某个港口或海岸;他还劝说阿伽门农为赛舟的优胜者设立奖赏。于是士兵们欣然锻炼,深切体会到保持健康的益处;因为他教导他们,当大地腐坏处于这般境况时,海洋对于呼吸而言更为宜人且安全。为此,帕拉墨得斯被希腊人授予智慧的最高荣誉之冠,而奥德修斯则深感蒙羞,便将自己所拥有的一切奸计都转向了帕拉墨得斯。在此之上,普罗忒西拉奥斯还讲述道:当阿喀琉斯远征海岛和沿海城市时,他请求阿开奥斯人让帕拉墨得斯与他一同出征。

语法注4 条
  1. 710αἰτίαν δέ, οἶμαι, ξένε, Ὀδυσσεὺς εἶχεν, ὡς, εἴ που Ἕκτορα ἢ Σαρπηδόνα ἢ Αἰνείαν ἴδοι, καταλείπων τὴν τάξιν

    短语 αἰτίαν ἔχω(“背负指责/名声”)后接 ὡς 及主格分词(καταλείπων, μεθιστάμενος),分词与主语 Ὀδυσσεύς 一致,用以具体说明指控的内容。从句中的 εἴ... ἴδοι 则为过去反复出现的条件状语从句(不定过去祈愿语气)。

  2. 710ἐπετείχιζεν αὐτῷ τὸν Ἀγαμέμνονα

    动词 ἐπιτειχίζω 本系军事术语,指“修筑堡垒以对抗敌人”,在此作隐喻用法,意为“把阿伽门农当作对付他的堡垒/武器”。与格 αὐτῷ 为表不利的与格,指帕拉墨得斯。

  3. 710τὴν νόσον δὲ ἐς αἶγας, φασί, τρέψαι

    “把灾难转给山羊”(ἐς αἶγας τρέπειν)是古希腊的一句谚语,意指将祸患转嫁给无辜牲畜或其他无关之物。插入语 φασί(“如人们所说”)标示出其谚语性质。不定词 τρέψαι 则与前面的劝勉式动词 εὐχώμεθα 构成语法依从关系。

  4. 711ἀσφαλεστέρα ἀναπνεῖν

    不定词 ἀναπνεῖν 作为限定性不定词(epexegetic infinitive)附属于比较级形容词 ἀσφαλεστέρα,限定其适用的范围(“呼吸起来更安全”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg004.humanitext-grc2:710-711