- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg004.humanitext-grc2:708-709
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
葡萄园丁讲述了赫拉克勒斯与帕拉墨得斯等人与喀戎的交往以及帕拉墨得斯的诸多发明与超凡智慧,并记叙了因解释日食现象而引发的奥德修斯对其嫉恨与争执的开端。
Ἀμπελουργός θαμίζειν τε καὶ Ἡρακλέα τῷ Χείρωνι, ὅτε μὴ ἀπάγοιεν αὐτὸν οἱ ἆθλοι. μετασχεῖν δὲ τῆς τοῦ Χείρωνος ὁμιλίας καὶ αὐτός φησι Παλαμήδει ἅμα καὶ Ἀχιλλεῖ καὶ Αἴαντι. καὶ τὰ τοῦ Παλαμήδους ὧδε ἀπαγγέλλει· αὐτομαθῆ ἀφικέσθαι αὐτὸν καὶ σοφίας ἤδη γεγυμνασμένον καὶ πλείω γιγνώσκοντα ἢ ὁ Χείρων· πρὸ γὰρ δὴ Παλαμήδους ὧραι μὲν οὔπω ἦσαν οὖσαι,1 μηνῶν δὲ οὔπω κύκλος, ἐνιαυτὸς δὲ οὔπω ὄνομα ἦν τῷ χρόνῳ, οὐδὲ νόμισμα ἦν, οὐδὲ σταθμὰ καὶ μέτρα, οὐδὲ ἀριθμεῖν, σοφίας δὲ οὔπω ἔρως, ἐπεὶ μήπω ἦν γράμματα. βουλομένου δὲ Χείρωνος ἰατρικὴν διδάσκειν αὐτὸν ἐγώ, ἔφη ὦ Χείρων, ἰατρικὴν μὲν ἡδέως οὐκ οὖσαν ἂν εὗρον, εὑρημένην δὲ οὐκ ἀξιῶ μανθάνειν, καὶ ἄλλως τὸ ὑπέρσοφόν σου τῆς τέχνης ἀπήχθηται μὲν Διί, ἀπήχθηται δὲ Μοίραις, καὶ διῄειν ἂν τὰ Ἀσκληπιοῦ, εἰ μὴ ἐνταῦθα ἐβέβλητο.2 ὄντων δὲ τῶν Ἀχαιῶν ἐν Αὐλίδι πεττοὺς εὗρεν οὐ ῥᾴθυμον παιδιάν, ἀλλʼ ἀγχίνουν τε καὶ ἔσω σπουδῆς. τὸν δὲ λόγον, ὃς πολλοῖς τῶν ποιητῶν εἴρηται, ὡς στρατεύοι μὲν ἐπὶ Τροίαν ἡ Ἑλλάς, Ὀδυσσεὺς δὲ ἐν Ἰθάκῃ μανίαν πλάττοιτο καὶ πρὸς ἀρότρῳ εἴη βοῦν ἵππῳ ξυμβαλὼν Παλαμήδης τε αὐτὸν ἐλέγξειε τῷ Τηλεμάχῳ οὔ φησιν ὑγιᾶ εἶναι,3 προθυμότατα γὰρ δὴ τὸν Ὀδυσσέα ἐς Αὐλίδα ἐλθεῖν καὶ ὄνομα ἤδη αὐτοῦ παραδεδόσθαι τοῖς Ἕλλησιν ἐπὶ δεινότητι, Ἀμπελουργός διενεχθῆναι δὲ αὐτὸν τῷ Παλαμήδει ἐντεῦθεν· ἔκλειψις ἡλίου ἐν Τροίᾳ ἐγένετο καὶ ὁ στρατὸς ἄθυμοι ἦσαν λαμβάνοντες τὴν διοσημίαν ἐς τὰ μέλλοντα. παρελθὼν οὖν ὁ Παλαμήδης αὐτὸ τὸ πάθος τοῦ ἡλίου διεξῆλθε καὶ ὅτι τῆς σελήνης ὑποτρεχούσης αὐτὸν ἐξαμαυροῦται καὶ ἀχλὺν ἕλκει, κακῶν δὲ εἴ τινα σημαίνοι, ταῦτα δήπου ἔφη οἱ Τρῶες πείσονται, οἱ μὲν γὰρ ἀδίκων ἦρξαν, ἡμεῖς δὲ ἀδικούμενοι ἥκομεν. προσήκει δὲ καὶ ἀνίσχοντι τῷ Ἡλίῳ εὔχεσθαι πῶλον αὐτῷ καταθύσαντας λευκόν τε καὶ ἄνετον. ταῦτα τῶν Ἀχαιῶν ἐπαινεσάντων, καὶ γὰρ ἥττηντο τῶν τοῦ Παλαμήδους λόγων, παρελθὼν ὁ Ὀδυσσεύς ἃ μὲν χρὴ θύειν ἔφη ἢ ὅ τι εὔχεσθαι ἢ ὅτῳ, Κάλχας ἐρεῖ, μαντικῆς γὰρ τὰ τοιαῦτα, τὰ δὲ ἐν τῷ οὐρανῷ καὶ εἴ τις τῶν ἄστρων ἀταξία τε καὶ τάξις, Ζεὺς οἶδεν, ὑφʼ οὗ ταῦτα κεκόσμηταί τε καὶ εὕρηται, σὺ δέ, Παλάμηδες, ἧττον ληρήσεις προσέχων τῇ γῇ μᾶλλον ἢ τὰ ἐν τῷ οὐρανῷ σοφιζόμενος. ὑπολαβὼν οὖν ὁ Παλαμήδης εἰ σοφὸς ἦσθα, ὦ Ὀδυσσεῦ, εἶπεν ξυνῆκας ἄν, ὅτι μηδεὶς ἂν δύναιτο λέγειν σοφόν τι περὶ τῶν οὐρανίων μὴ πλείω περὶ τῆς γῆς γιγνώσκων. σὲ δὲ ἀπολελεῖφθαι τούτων οὐκ ἀπιστῶ, φασὶ γὰρ ὑμῖν τοῖς Ἰθακησίοις μήτε ὥρας μήτε γῆν εἶναι. ἐκ τούτων ὁ μὲν Ὀδυσσεὺς ἀπῆλθεν ὀργῆς πλέως, Παλαμήδης δὲ ὡς πρὸς βασκαίνοντα ἤδη παρασκευάζων ἑαυτόν. ἐν ἐκκλησίᾳ δέ ποτε τῶν Ἀχαιῶν ὄντων γέρανοι μὲν ἔτυχον πετόμεναι τὸν εἰωθότα αὐταῖς τρόπον, ὁ δὲ Ὀδυσσεὺς ἐς τὸν Παλαμήδην βλέψας αἱ γέρανοι ἔφη μαρτύρονται τοὺς Ἀχαιούς, ὅτι αὐταὶ γράμματα εὗρον, οὐχὶ σύ. καὶ ὁ Παλαμήδης ἐγὼ γράμματα οὐχ εὗρον εἶπεν,
葡萄园丁:据说,每当赫拉克勒斯的各项劳役未将他带走时,他也常常拜访喀戎。他还说,自己与帕拉墨得斯、阿喀琉斯以及埃阿斯一同沐浴过喀戎的教益。关于帕拉墨得斯的事迹,他作了如下讲述:帕拉墨得斯来到时便是无师自通的,在智慧上早已锻炼有素,所知甚至超越了喀戎;因为在帕拉墨得斯之前,四季尚未被确立,没有月份的循环,年岁亦尚未成为时间的名称,没有货币,没有度量衡,亦无计算之法,因尚无文字,亦未曾有对智慧的热爱。当喀戎想要教授他医术时,他说: “喀戎啊,若医术尚未存在,我本会乐意去发明它;然而既然它已被发明,我便不认为值得去学习。况且,你这门技艺过于高深的智慧招致了宙斯的憎恨,也招致了命运女神们的憎恨;若非阿斯克勒庇俄斯正是在此地遭到击打,我本会详述他的遭遇。” 当阿开奥斯人驻扎在奥利斯时,他发明了棋戏,这不是一种怠惰的消遣,而是一项启迪机敏且深具严肃性的活动。至于许多诗人所讲述的传说——即当希腊出兵征讨特洛伊时,奥德修斯在伊萨卡装疯,把牛和马套在一起拉犁,而帕拉墨得斯借助忒勒玛科斯揭穿了他——他说这并不可靠;因为奥德修斯乃是极为踊跃地来到奥利斯的,且他卓越机敏的名声此前早已在希腊人中流传。葡萄园丁:他说,奥德修斯与帕拉墨得斯的决裂始于如下缘由:特洛伊发生了一次日食,军队将这一天象视为对未来的凶兆而士气低落。于是帕拉墨得斯走上前去,详尽解释了太阳自身的这种变化,说明这是由于月亮行至其下方而使之黯淡并笼上阴云。 “纵使它昭示着某些灾难,那也必定是,”他说,“特洛伊人将要承受的;因为是他们首先行了不义,而我们则是作为受害者而来的。此外,趁着太阳升起之时,宰杀一匹纯白且未经羁绊的幼马向其献祭祈祷,方为适宜。” 阿开奥斯人对这些话大加赞赏,因为他们完全被帕拉墨得斯的言辞所折服;这时奥德修斯走上前来说道: “应当献祭何物,祈求何事,向谁祈祷,卡尔卡斯自会告知,因为此类事情属于预言之术;至于天空中的事物,以及星辰的运行无论是紊乱还是有序,唯有排列并制定它们的宙斯方得知晓。帕拉墨得斯,你若多注视大地,而不是对天空中的事物卖弄机巧,便不会这般胡言乱语了。” 帕拉墨得斯便接过话来说道: “奥德修斯啊,你若真有智慧,”他说,“便会明白,若不对大地有更深的了解,任何人都不可能对天空之物说出有见识的话来。我毫不怀疑你在这些事上一窍不通,因为人们都说,你们伊萨卡人既无四季,亦无耕地。” 因此,奥德修斯满腔怒火地离去,而帕拉墨得斯也开始戒备这位对自己心生嫉恨之人。有一次阿开奥斯人正在集会,恰逢群鹤按其惯常的方式飞过,奥德修斯注视着帕拉墨得斯说道: “这些鹤正在呼请阿开奥斯人作证,是它们发明了字母,而不是你。” 帕拉墨得斯回答道: “我并未发明字母,”
- 708ὧραι μὲν οὔπω ἦσαν οὖσαι
未完成过去时 ἦσαν 与现在分词 οὖσαι 构成的迂说法,意为“四季(作为被认识和确立的自然节序)尚未存在”。此处并非单纯的系表存在,而是借助分词强调在帕拉墨得斯确立自然法则之前,作为客观测度标准的季节划分根本未曾确立。
- 708καὶ διῄειν ἂν τὰ Ἀσκληπιοῦ, εἰ μὴ ἐνταῦθα ἐβέβλητο
与过去事实相反的虚拟条件句(反实虚拟)。主句使用未完成过去时加 ἄν(διῄειν ἄν,“我本会详细述说”),条件从句使用直说语气过去完成时(εἰ μὴ... ἐβέβλητο,“若非他曾被击倒”)。这表达了因阿斯克勒庇俄斯恰好在此地(珀利翁山/色萨利)被雷电击毙而对不祥之地的忌讳。
- 708τὸν δὲ λόγον, ὃς πολλοῖς τῶν ποιητῶν εἴρηται, ὡς στρατεύοι μὲν ἐπὶ Τροίαν ἡ Ἑλλάς, Ὀδυσσεὺς δὲ ἐν Ἰθάκῃ μανίαν πλάττοιτο καὶ πρὸς ἀρότρῳ εἴη βοῦν ἵππῳ ξυμβαλὼν Παλαμήδης τε αὐτὸν ἐλέγξειε τῷ Τηλεμάχῳ οὔ φησιν ὑγιᾶ εἶναι
包含长距离前置(prolepsis)与跨行倒装(hyperbaton)的宾格不定式句式。句子的核心骨架为 τὸν δὲ λόγον... οὔ φησιν ὑγιᾶ εἶναι(“他说那个传说……并不确凿/真实”)。先行词 τὸν λόγον 被置于句首,其后插入了关系从句 ὃς... εἴρηται 以及作同格展开、使用间接引语希求语气(στρατεύοι, πλάττοιτο, εἴη, ἐλέγξειε)的 ὡς 从句。
